§46Ἀλήθεια
ἐπʼ αὐτῷ, εἰ δοκεῖ, Παρρησιάδῃ ποιησώμεθα τὸ τοιοῦτον, ἐπεὶ χρηστὸς ὦπται καὶ εὔνους ἡμῖν καὶ σέ, ὦ Φιλοσοφία, μάλιστα θαυμάζων, παραλαβόντα μεθʼ ἑαυτοῦ τὸν Ἔλεγχον ἅπασι τοῖς φάσκουσι φιλοσοφεῖν ἐντυγχάνειν.
真理如果可行,我们不妨把这件事托付给帕雷西亚德斯本人,因为他已被证明是善良且对我们友善的人,而且,哲学啊,他最崇敬你。 让他带上“检验”,去会一会所有自称研究哲学的人。
εἶθʼ ὃν μὲν ἂν εὕρῃ γνήσιον ὡς ἀληθῶς φιλόσοφον, στεφανωσάτω θαλλοῦ στεφάνῳ καὶ εἰς τὸ Πρυτανεῖον καλεσάτω, ἢν δέ τινι — οἷοι πολλοί εἰσι — καταράτῳ ἀνδρὶ ὑποκριτῇ φιλοσοφίας ἐντύχῃ, τὸ τριβώνιον περισπάσας ἀποκειράτω τὸν πώγωνα ἐν χρῷ πάνυ τραγοκουρικῇ μαχαίρᾳ καὶ ἐπὶ τοῦ μετώπου στίγματα ἐπιβαλέτω ἢ ἐγκαυσάτω κατὰ τὸ μεσόφρυον· ὁ δὲ τύπος τοῦ καυτῆρος ἔστω ἀλώπηξ ἢ πίθηκος.
然后,凡是他发现真正名副其实的哲学家,就用橄榄枝花冠为其戴冠,并邀请他进入市政厅;但如果他遇到某个该死的家伙——这种人很多——一个哲学的伪装者,就剥去他的粗外套,用极像剃羊毛用的剃刀把他的胡须连根剃掉,并在他的额头上打上烙印,或在两眉之间烧出印记;而烙铁的图案应当是狐狸或猴子。
Φιλοσοφία
εὖ γε, ὦ Ἀλήθεια, φής·
哲学真理啊,你说得好。
ὁ δὲ ἔλεγχος, Παρρησιάδη, τοιόσδε ἔστω, οἷος ὁ τῶν ἀετῶν πρὸς τὸν ἥλιον εἶναι λέγεται, οὐ μὰ Δίʼ ὥστε κἀκείνους ἀντιβλέπειν τῷ φωτὶ καὶ πρὸς ἐκεῖνο δοκιμάζεσθαι, ἀλλὰ προθεὶς χρυσίον καὶ δόξαν καὶ ἡδονὴν ὃν μὲν ἂν αὐτῶν ἴδῃς ὑπερορῶντα καὶ μηδαμῶς ἑλκόμενον πρὸς τὴν ὄψιν, οὗτος ἔστω ὁ τῷ θαλλῷ στεφόμενος, ὃν δʼ ἂν ἀτενὲς ἀποβλέποντα καὶ τὴν χεῖρα ὀρέγοντα ἐπὶ τὸ χρυσίον, ἀπάγειν ἐπὶ τὸ καυτήριον τοῦτον ἀποκείρας πρότερον τὸν πώγωνα ὡς ἔδοξεν.
帕雷西亚德斯,至于这个检验,应当像人们常说鹰对太阳所做的那样,誓以宙斯,但这绝不是要让他们直视光芒并以此来测试,而是把金子、名望和享乐摆在他们面前,你若看见他们中有人鄙视这些、绝不被眼前的景象所吸引,这人就应当是被戴上橄榄枝冠的人;但若有人目不转睛地看着并伸手去拿金子,就在先剃掉他的胡须之后——正如决定好的那样——把它带去烙印。
§47Παρρησιάδης
ἔσται ταῦτα, ὦ Φιλοσοφία, καὶ ὄψει αὐτίκα μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας ἢ πιθηκοφόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους·
帕雷西亚德斯这就办,哲学啊,你马上就会看到他们中的大多数人变成脱发狐狸或者沐猴而冠者,而戴冠者寥寥无几。
εἰ βούλεσθε μέντοι, κἀνταῦθα ὑμῖν ἀνάξω τινὰς ἤδη αὐτῶν.
不过,如果你们愿意,我现在就可以在这里给你们钓上来几个。
Φιλοσοφία
πῶς λέγεις;
哲学你这是什么意思?
ἀνάξεις τοὺς φυγόντας;
你要把那些逃跑的人钓上来?
Παρρησιάδης
καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς.
帕雷西亚德斯正是,只要女祭司愿意把皮拉尤斯的渔夫奉献的那条鱼线和鱼钩借给我用一会儿。
Ἱερεία
ἰδοὺ δὴ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντα ἔχῃς.
女祭司好,拿去吧,连同钓竿也一起拿着,好让你装备齐全。
Παρρησιάδης
οὐκοῦν, ὦ ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου.
帕雷西亚德斯那么,女祭司啊,请快点给我几个干无花果和一点金子。
Ἱερεία
λάμβανε.
女祭司拿去吧。
Φιλοσοφία
τί πράττειν ἁνὴρ διανοεῖται;
哲学这人打算干什么?
δελεάσας τὸ ἄγκιστρον ἰσχάδι καὶ τῷ χρυσίῳ καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν εἰς τὴν πόλιν.
他用干无花果和金子做饵设在鱼钩上,坐在城墙顶端,把钩垂到了城里。
τί ταῦτα, ὦ Παρρησιάδη, ποιεῖς;
帕雷西亚德斯,你这是在做什么?
ἦ που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικοῦ;
莫非你决定从佩拉斯吉之墙钓石头吗?
Παρρησιάδης
σιώπησον, ὦ Φιλοσοφία, καὶ τὴν ἄγραν περίμενε·
帕雷西亚德斯安静,哲学啊,等着收获吧。
σὺ δέ, ὦ Πόσειδον ἀγρεῦ καὶ Ἀμφιτρίτη φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχθύων.
而你,捕猎者波塞冬和亲爱的安菲特里忒啊,请送给我们许多鱼吧。
§48Παρρησιάδης
ἀλλʼ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν· οὐκ, ἀλλὰ γαλεός ἐστιν.
帕雷西亚德斯瞧,我看到一条硕大的鲈鱼,或者更像是金头鲷;不,是一条鲨鱼。
πρόσεισι γοῦν τῷ ἀγκίστρῳ κεχηνώς· ὤσφραται τοῦ χρυσίου· πλησίον ἤδη ἐστίν· ἔψαυσεν· εἴληπται·
总之,它张大嘴朝鱼钩游过来了;它闻到了金子的气味;它已经靠近了;碰到了;上钩了!
ἀνασπάσωμεν.
拉上来吧。
καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα·
你也是,“检验”,拉呀!
Ἔλεγχε, συνεπιλαβοῦ τῆς ὁρμιᾶς.
“检验”,和我一起拉住鱼线。
Ἔλεγχος
ἄνω ἐστί.
检验上来了。
φέρʼ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων;
让我看看你是什么,鱼中之魁?
κύων οὗτός γε.
这家伙是个犬儒(狗鱼)啊。
Ἡράκλεις τῶν ὀδόντων.
赫拉克勒斯啊,瞧这牙齿。
τί τοῦτο, ὦ γενναιότατε;
这是怎么回事,最高尚的家伙?
εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς;
你因为在岩石周围贪吃而被抓住了吗,你曾以为躲在岩石下面就不会被发现?
ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος.
但现在,你挂在鳃上,将在所有人面前显露原型。
ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ.
我们把鱼钩和鱼饵取出来吧。
μὰ Δίʼ ἔπιεν.
誓以宙斯,他吞下去了。
τουτὶ κενόν σοι τὸ ἄγκιστρον· ἡ δʼ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ.
给你这个空鱼钩;无花果已经没了,金子也在肚子里。
Παρρησιάδης
ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπʼ ἄλλους δελεάσωμεν.
帕雷西亚德斯誓以宙斯,让他吐出来,这样我们才能给别的人设饵。
εὖ ἔχει·
很好。
τί φής, ὦ Διόγενες;
你说呢,迪奥根尼?
οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ;
你认识这个家伙是谁吗,或者这人和你有什么亲缘关系吗?
Διογένης
οὐδαμῶς.
迪奥根尼绝无关系。
Παρρησιάδης
τί οὖν;
帕雷西亚德斯那么,应当说他值多少钱呢?
πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύʼ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην.
我前天估价他值两个奥博尔。
Διογένης
πολὺ λέγεις·
迪奥根尼你说得太多了。
ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος·
因为他既不能吃,又难看、坚硬且毫无价值。
ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας·
把他头朝下从岩石上扔下去。
σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον.
你再把钩垂下去,拉上来另一个。
ἐκεῖνο μέντοι· ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ.
不过注意,帕雷西亚德斯,别让你的钓竿弯曲折断了。
Παρρησιάδης
θάρρει, ὦ Διόγενες· κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι.
帕雷西亚德斯放心,迪奥根尼;他们很轻,比凤尾鱼还要轻。
Διογένης
νὴ Δίʼ, ἀφυέστατοί γε·
迪奥根尼誓以宙斯,那真是最无能的家伙了。
ἀνάσπα δὲ ὅμως.
不过还是拉上来吧。