- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:46-48
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
真理と哲学は、パルレーシアデースに偽哲学者の選別と処罰を委ねる。パルレーシアデースはアクロポリスの城壁から金貨と干しイチジクを餌に偽哲学者を釣り上げ、彼らの貪欲さを暴いていく。
Ἀλήθεια ἐπʼ αὐτῷ, εἰ δοκεῖ, Παρρησιάδῃ ποιησώμεθα τὸ τοιοῦτον, ἐπεὶ χρηστὸς ὦπται καὶ εὔνους ἡμῖν καὶ σέ, ὦ Φιλοσοφία, μάλιστα θαυμάζων, παραλαβόντα μεθʼ ἑαυτοῦ τὸν Ἔλεγχον ἅπασι τοῖς φάσκουσι φιλοσοφεῖν ἐντυγχάνειν.1 εἶθʼ ὃν μὲν ἂν εὕρῃ γνήσιον ὡς ἀληθῶς φιλόσοφον, στεφανωσάτω θαλλοῦ στεφάνῳ καὶ εἰς τὸ Πρυτανεῖον καλεσάτω, ἢν δέ τινι — οἷοι πολλοί εἰσι — καταράτῳ ἀνδρὶ ὑποκριτῇ φιλοσοφίας ἐντύχῃ, τὸ τριβώνιον περισπάσας ἀποκειράτω τὸν πώγωνα ἐν χρῷ πάνυ τραγοκουρικῇ μαχαίρᾳ καὶ ἐπὶ τοῦ μετώπου στίγματα ἐπιβαλέτω ἢ ἐγκαυσάτω κατὰ τὸ μεσόφρυον· ὁ δὲ τύπος τοῦ καυτῆρος ἔστω ἀλώπηξ ἢ πίθηκος. Φιλοσοφία εὖ γε, ὦ Ἀλήθεια, φής· ὁ δὲ ἔλεγχος, Παρρησιάδη, τοιόσδε ἔστω, οἷος ὁ τῶν ἀετῶν πρὸς τὸν ἥλιον εἶναι λέγεται, οὐ μὰ Δίʼ ὥστε κἀκείνους ἀντιβλέπειν τῷ φωτὶ καὶ πρὸς ἐκεῖνο δοκιμάζεσθαι, ἀλλὰ προθεὶς χρυσίον καὶ δόξαν καὶ ἡδονὴν ὃν μὲν ἂν αὐτῶν ἴδῃς ὑπερορῶντα καὶ μηδαμῶς ἑλκόμενον πρὸς τὴν ὄψιν, οὗτος ἔστω ὁ τῷ θαλλῷ στεφόμενος, ὃν δʼ ἂν ἀτενὲς ἀποβλέποντα καὶ τὴν χεῖρα ὀρέγοντα ἐπὶ τὸ χρυσίον, ἀπάγειν2 ἐπὶ τὸ καυτήριον τοῦτον ἀποκείρας πρότερον τὸν πώγωνα ὡς ἔδοξεν.
真理 よろしければ、そのような役割をパルレーシアデース自身に任せましょう。彼は善良で私たちに好意的な人物であることが分かっていますし、哲学よ、あなたを何よりも崇敬しているのですから。彼が「吟味」を同伴させて、哲学すると自称する者全員に会うように。そして、彼が真に本物の哲学者であると見出した者は誰であれ、オリーブの枝の冠で戴冠し、プリュタネイオンに招くようにしなさい。しかしもし、哲学を装う呪わしい男――そんなのはたくさんいますが――に遭遇したなら、粗末な外套を剥ぎ取り、山羊の毛刈り用の剃刀で髭を根こそぎ剃り落とし、額に刻印を押すか、眉の間に焼き印を押すように。そして焼き印の形は狐か猿にせよ。 哲学 実に見事な提案です、真理よ。パルレーシアデースよ、その「吟味」は、鷲が太陽に対して行うとされているものと同じようにしなさい。もっとも、ゼウスにかけて、彼らに太陽の光を直視させて検査するというのではなく、金貨と名声と快楽を彼らの前に提示して、彼らのうちでこれらを侮蔑し、その光景に決して引き寄せられない者を見たら、その者こそをオリーブの枝で戴冠される者とし、一方、金貨を凝視し、それに手を伸ばしている者を見たら、以前に決定されたように、まずその髭を剃り落とした上で、焼き印のところへ連行しなさい。
Παρρησιάδης ἔσται ταῦτα, ὦ Φιλοσοφία, καὶ ὄψει αὐτίκα μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας3 ἢ πιθηκοφόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους· εἰ βούλεσθε μέντοι, κἀνταῦθα ὑμῖν ἀνάξω τινὰς ἤδη αὐτῶν. Φιλοσοφία πῶς λέγεις; ἀνάξεις τοὺς φυγόντας; Παρρησιάδης καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς. Ἱερεία ἰδοὺ δὴ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντα ἔχῃς. Παρρησιάδης οὐκοῦν, ὦ ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου. Ἱερεία λάμβανε. Φιλοσοφία τί πράττειν ἁνὴρ διανοεῖται; δελεάσας τὸ ἄγκιστρον ἰσχάδι καὶ τῷ χρυσίῳ καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν εἰς τὴν πόλιν. τί ταῦτα, ὦ Παρρησιάδη, ποιεῖς; ἦ που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικοῦ; Παρρησιάδης σιώπησον, ὦ Φιλοσοφία, καὶ τὴν ἄγραν περίμενε· σὺ δέ, ὦ Πόσειδον ἀγρεῦ καὶ Ἀμφιτρίτη φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχθύων.
パルレーシアデース お安い御用です、哲学よ。すぐに彼らの大部分がハゲ狐か猿の仮面を被った姿になり、冠を戴いているのはほんの僅かであるのを、目の当たりにすることでしょう。ですが、もしよろしければ、彼らのうちの何人かを今すぐここへ釣り上げてみせましょう。 哲学 どういうことですか。逃げた者たちを引き上げるというのですか。 パルレーシアデース ええ、まさに。もし神官様が、ペイライエウスの漁師が奉納したあの釣り糸と釣り針をしばらく貸してくださるなら。 神官 さあ、お取りなさい。全部揃うように、竿も一緒にね。 パルレーシアデース それでは神官様、干しイチジクもいくつか急ぎで、それから金貨も少しばかり私にください。 神官 お受け取りなさい。 哲学 あの男は何を企んでいるのでしょう。釣り針に干しイチジクと金貨を餌として付け、城壁の端に腰掛けて、市街に向けて下ろしました。パルレーシアデース、あなたは何をしているのですか。まさかペラスギコンから石でも釣り上げるつもりですか。 パルレーシアデース 静かに、哲学よ。そして獲物を待ちなさい。そして獲物をもたらすポセイドーンよ、愛するアンピトリーテーよ、私たちのもとへ多くの魚を送り上げてください。
Παρρησιάδης ἀλλʼ ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν· οὐκ, ἀλλὰ γαλεός ἐστιν. πρόσεισι γοῦν τῷ ἀγκίστρῳ κεχηνώς· ὤσφραται τοῦ χρυσίου· πλησίον ἤδη ἐστίν· ἔψαυσεν· εἴληπται· ἀνασπάσωμεν. καὶ σύ, ὦ Ἔλεγχε, ἀνάσπα· Ἔλεγχε, συνεπιλαβοῦ τῆς ὁρμιᾶς. Ἔλεγχος ἄνω ἐστί. φέρʼ ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων; κύων οὗτός γε. Ἡράκλεις τῶν ὀδόντων. τί τοῦτο, ὦ γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος. ἐξέλωμεν τὸ ἄγκιστρον καὶ τὸ δέλεαρ. μὰ Δίʼ ἔπιεν. τουτὶ κενόν σοι τὸ ἄγκιστρον· ἡ δʼ ἰσχὰς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ. Παρρησιάδης ἐξεμεσάτω νὴ Δία, ὡς καὶ ἐπʼ ἄλλους δελεάσωμεν. εὖ ἔχει· τί φής, ὦ Διόγενες; οἶσθα τοῦτον ὅστις ἐστίν, ἢ προσήκει τί σοι ἁνήρ; Διογένης οὐδαμῶς. Παρρησιάδης τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ μὲν γὰρ δύʼ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην. Διογένης πολὺ λέγεις· ἄβρωτός τε γάρ ἐστιν καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος· ἄφες αὐτὸν ἐπὶ κεφαλὴν κατὰ τῆς πέτρας· σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι· ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτόμενός σοι ὁ κάλαμος ἀποκλασθῇ. Παρρησιάδης θάρρει, ὦ Διόγενες· κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι. Διογένης νὴ Δίʼ, ἀφυέστατοί4 γε· ἀνάσπα δὲ ὅμως.
パルレーシアデース いや、大物のスズキ、いや、むしろクロダイが見えます。いや、サメですね。とにかく、口を大きく開けて釣り針に近づいてきます。金貨の匂いを嗅ぎつけました。もうすぐそばです。触れました。かかりました!引き上げましょう。エレンコス、あなたも引いて!エレンコス、一緒に糸を握って! 吟味 上がりました。さあ見せてみなさい、魚のなかでも最も優れた御方、お前は誰だ。これは犬(キュニコス)ですね。ヘーラクレースよ、なんという歯だ。どういうことだ、最も気高き御方よ。岩陰に隠れ潜んでいれば見つからないと期待していたのに、そこで貪り食っているところを捕まったのか。だが今や、鰓で吊るされて皆の前に晒されることになる。さあ、針と餌を取り出そう。ゼウスにかけて、飲み込んでしまっている。これが空の針です。イチジクはすでに胃袋に収まり、金貨もお腹の中です。 パルレーシアデース ゼウスにかけて、吐き出させましょう。他の者たちのために再び餌を仕掛けられるように。よし。どうですか、ディオゲネス。これが誰だか知っていますか、それともお前に少しは関係のある男ですか。 ディオゲネス いいえ、全く。 パルレーシアデース では、彼の価値はいくらと言うべきでしょう。私は先日、彼を2オボロスと評価したのですが。 ディオゲネス それは高すぎる。何しろ食べられないし、醜いし、硬いし、無価値だ。岩から真っ逆さまに投げ落としてしまいなさい。お前はまた針を下ろして、別のを釣り上げるのだ。しかし気をつけろ、パルレーシアデース、竿がしなって折れないようにな。 パルレーシアデース ご安心を、ディオゲネス。彼らは軽いです。カタクチイワシよりも軽いですから。 ディオゲネス ゼウスにかけて、実におバカな(アピュエスタトイ)奴らだ。ともかく引き上げなさい。
- 46ἐντυγχάνειν
不定詞 ἐντυγχάνειν の意味上の主語は、直前の παραλαβόντα(対格)であり、これは Παρρησιάδην を指す。この不定詞節全体は、前の文の ποιησώμεθα τὸ τοιοῦτον(〜ということにしよう)の同格、あるいは具体的な内容説明として機能している。
- 46ἀπάγειν
ここでの不定詞 ἀπάγειν は、命令のニュアンスを持つ「命令的不定詞(imperative infinitive)」として用いられている。対照される οὗτος ἔστω ὁ τῷ θαλλῷ στεφόμενος が三人称命令法(ἔστω)であるのに対し、こちらは読者またはパルレーシアデースへの直接的な指示を生き生きと表すために不定詞が代用されている。
- 47ἀλωπεκίας
形容詞 ἀλωπεκίας(脱毛症の、狐のハゲのような)の複数対格。ルキアノスは、烙印のマークである狐(ἀλώπηξ)と、脱毛症を意味する語を掛け合わせて、偽哲学者の見窄らしい末路をユーモラスに描写している。
- 48ἀφυέστατοί
形容詞 ἀφυής(才能のない、アホな)の最上級 ἀφυέστατος は、直前の ἀφύη(カタクチイワシのような小魚)との言葉遊び(ダブル・ミーニング)になっている。「カタクチイワシ(アピュエー)よりも軽い」というパルレーシアデースの言葉を受け、ディオゲネスが「実におバカな(アピュエスタトイ)奴らだ」と応じる掛け言葉である。
