§42Φιλοσοφία
βαβαί, ὅσοι·
哲学おお、なんと大勢なことか!
πλήρης μὲν ἡ ἄνοδος ὠθιζομένων ἐπὶ τὰς δύο μνᾶς, ὡς ἤκουσαν μόνον·
ただ噂を聞いただけで、2ムナーを目指して押し合う者たちで登り口はいっぱいです。
παρὰ δὲ τὸ Πελασγικὸν ἄλλοι καὶ κατὰ τὸ Ἀσκληπιεῖον ἕτεροι καὶ παρὰ τὸν Ἄρειον πάγον ἔτι πλείους, ἔνιοι δὲ καὶ κατὰ τὸν Τάλω τάφον, οἱ δὲ καὶ πρὸς τὸ Ἀνακεῖον προσθέμενοι κλίμακας ἀνέρπουσι βομβηδὸν νὴ Δία καὶ βοτρυδὸν ἑσμοῦ δίκην, ἵνα καὶ καθʼ Ὅμηρον εἴπω·
ペラスギコンの側からは他の者たちが、アスクレピエイオンのあたりからはまた別の者たちが、アレオパゴスの側からはさらに多くの者たちが、一部の者はタロースの墓のあたりからも、またある者たちはアナケイオンに梯子をかけ、ゼウスにかけて、ブンブンと羽音を立てて、蜜蜂の群れのように、ホメーロス風に言うなら、房をなして這い登ってきます。
ἀλλὰ κἀκεῖθεν εὖ μάλα πολλοὶ κἀντεῦθεν
"μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ.
しかし、あちらからも、こちらからも、実におびただしい数で、「季節に生じる木の葉や花の数ほどに、数限りなく」押し寄せています。
"
μεστὴ δὲ ἡ ἀκρόπολις ἐν βραχεῖ κλαγγηδὸν προκαθιζόντων καὶ πανταχοῦ πήρα κολακεία, πώγων ἀναισχυντία, βακτηρία λιχνεία, συλλογισμὸς φιλαργυρία·
アクロポリスは瞬く間に、大声をあげてあちこちに陣取る者たちで満ち、いたるところにズタ袋とへつらい、髭と破廉恥、杖と強欲、三段論法と金銭欲が満ちています。
οἱ ὀλίγοι δέ, ὁπόσοι πρὸς τὸ πρῶτον κήρυγμα ἐκεῖνο ἀνῄεσαν, ἀφανεῖς καὶ ἄσημοι, ἀναμιχθέντες τῷ πλήθει τῶν ἄλλων, καὶ λελήθασιν ἐν τῇ ὁμοιότητι τῶν ἄλλων σχημάτων.
一方、最初のあの布告に応じて登ってきたわずかな人々は、姿が見えなくなり目立たなくなってしまい、他の者たちの群衆に混ざり合って、彼らと同じ身なりのせいで見分けがつかなくなってしまいました。
Παρρησιάδης
τοῦτο γοῦν τὸ δεινότατόν ἐστιν, ὦ Φιλοσοφία, καὶ ὅ τις ἂν μέμψαιτο μάλιστά σου, τὸ μηδὲν ἐπιβαλεῖν γνώρισμα καὶ σημεῖον αὐτοῖς·
パルレーシアデース哲学よ、これこそが実に最も恐るべきことであり、人があなたを最も非難しうる点です。 彼らに何の識別標も目印も付与しなかったことです。
πιθανώτεροι γὰρ οἱ γόητες οὗτοι πολλάκις τῶν ἀληθῶς φιλοσοφούντων.
なぜなら、これらの詐欺師どもの方が、真に哲学する人々よりも、しばしばもっともらしく見えるからです。
Φιλοσοφία
ἔσται τοῦτο μετʼ ὀλίγον, ἀλλὰ δεχώμεθα ἤδη αὐτούς.
哲学それは間もなく行われるでしょう。 しかし、今は彼らを迎え入れましょう。
§43Πλατωνικός
ἡμᾶς πρώτους χρὴ τοὺς Πλατωνικοὺς λαβεῖν.
プラトン学派私たちプラトン学派が最初に受け取るべきだ。
Πυθαγορικός
οὔκ, ἀλλὰ τοὺς Πυθαγορικοὺς ἡμᾶς·
ピタゴラス学派いや、私たちピタゴラス学派こそが。
πρότερος γὰρ ὁ Πυθαγόρας ἦν.
なぜならピタゴラスの方が先だったからだ。
Στωικός
Ληρεῖτε·
ストア派戯言を言うな。
ἀμείνους ἡμεῖς οἱ ἀπὸ τῆς Στοᾶς.
ストア派の私たちの方が優れている。
Περιπατητικός
οὐ μὲν οὖν, ἀλλʼ ἔν γε τοῖς χρήμασι πρῶτοι ἂν ἡμεῖς εἴημεν οἱ ἐκ τοῦ Περιπάτου.
ペリパトス学派とんでもない、少なくともお金のこととなれば、ペリパトス学派の私たちが第一であるはずだ。
ΕΠΙΚΟΥΡΕΙΟΣ
ἡμῖν τοῖς Ἐπικουρείοις τοὺς πλακοῦντας δότε καὶ τὰς παλάθας·
エピクロス学派私たちエピクロス学派には、ケーキとイチジクの籠をくれ。
περὶ δὲ τῶν μνῶν περιμενοῦμεν, κἂν ὑστάτους δέῃ λαβεῖν.
ムナーについては、たとえ最後に受け取ることになろうとも、待つことにしよう。
Ἀκαδημαικός
ποῦ τὰ δύο τάλαντα;
アカデメイア学派 2タラントンはどこだ。
δείξομεν γὰρ οἱ Ἀκαδημαϊκοὶ ὅσον τῶν ἄλλων ἐσμὲν ἐριστικώτεροι.
私たちアカデメイア学派が、他の誰よりもどれほど議論好きであるかを示してやろう。
Στωικός
οὐχ ἡμῶν γε τῶν Στωϊκῶν παρόντων.
ストア派私たちストア派がここにいる限り、そうはいかない。
§44Φιλοσοφία
παύσασθε φιλονεικοῦντες·
哲学争うのをやめなさい。
ὑμεῖς δὲ οἱ Κυνικοὶ μήτε ὠθεῖτε ἀλλήλους μήτε τοῖς ξύλοις παίετε·
そして、キュニコス学派のあなた方は、互いに押し合ったり、杖で叩き合ったりしてはなりません。
ἐπʼ ἄλλα γὰρ ἴστε κεκλημένοι.
あなた方は別の目的のために召喚されたことを知るべきです。
καὶ νῦν ἔγωγε ἡ Φιλοσοφία καὶ Ἀρετὴ αὕτη καὶ Ἀλήθεια δικάσομεν οἵτινες οἱ ὀρθῶς φιλοσοφοῦντές εἰσιν.
そして今、私、哲学と、こちらの美徳と真理が、誰が正しく哲学している者であるかを裁くでしょう。
εἶτα ὅσοι μὲν ἂν εὑρεθῶσιν κατὰ τὰ ἡμῖν δοκοῦντα βιοῦντες, εὐδαιμονήσουσιν ἄριστοι κεκριμένοι·
そして、私たちの意見に従って生きていると認められる者はみな、最も優れた者と判定されて幸福になるでしょう。
τοὺς γόητας δὲ καὶ οὐδὲν ἡμῖν προσήκοντας κακοὺς κακῶς ἐπιτρίψομεν, ὡς μὴ ἀντιποιῶνται τῶν ὑπὲρ αὐτοὺς ἀλαζόνες ὄντες.
しかし、ペテン師どもや私たちと何の関係もない悪者たちは、惨めに破滅させるでしょう。 彼らが詐欺師として、分不相応なものを要求することがないように。
τί τοῦτο;
これはどうしたことか。
φεύγετε;
逃げるのか。
νὴ Δία, κατὰ τῶν γε κρημνῶν οἱ πολλοὶ ἁλλόμενοι.
ゼウスにかけて、大半の者が崖から飛び降りているではないか。
κενὴ δʼ οὖν ἡ ἀκρόπολις, πλὴν ὀλίγων τούτων ὁπόσοι μεμενήκασιν οὐ φοβηθέντες τὴν κρίσιν.
ともかく、アクロポリスは空っぽになりました。 裁判を恐れずに残った、これらわずかな人々を除いては。
§45Φιλοσοφία
οἱ ὑπηρέται ἀνέλεσθε τὴν πήραν, ἣν ὁ Κυνικὸς ἀπέρριψεν ἐν τῇ τροπῇ.
哲学召使いたちよ、あのキュニコス派の者が逃走の際に投げ捨てたズタ袋を拾い上げなさい。
φέρʼ ἴδω τί καὶ ἔχει·
見せてみなさい、中に何が入っているか。
ἦ που θέρμους ἢ βιβλίον ἢ ἄρτους τῶν αὐτοπυριτῶν;
おそらくルピナスの豆か、本か、あるいは全粒粉のパンか?
Ὑπηρέτης
Οὔκ, ἀλλὰ χρυσίον τουτὶ καὶ μύρον καὶ μαχαίριον κουρευτικὸν καὶ κάτοπτρον καὶ κύβους.
召使いいいえ、そうではなく、こちらの金貨、香油、理髪用の剃刀、鏡、そしてサイコロです。
Φιλοσοφία
εὖ γε, ὦ γενναῖε.
哲学よくぞやったものだ、気高き御仁よ。
τοιαῦτα ἦν σοι τὰ ἐφόδια τῆς ἀσκήσεως καὶ μετὰ τούτων ἠξίους λοιδορεῖσθαι πᾶσιν καὶ τοὺς ἄλλους παιδαγωγεῖν;
そのようなものがあなたの修行の備えであり、これらを持って皆を罵り、他者を教導する資格があると思っていたのか。
Παρρησιάδης
τοιοῦτοι μὲν οὖν ὑμῖν οὗτοι.
パルレーシアデースあなた方にとって、彼らは実にこのような者たちなのです。
χρὴ δὲ ὑμᾶς σκοπεῖν ὅντινα τρόπον ἀγνοούμενα ταῦτα πεπαύσεται καὶ διαγνώσονται οἱ ἐντυγχάνοντες, οἵτινες οἱ ἀγαθοὶ αὐτῶν εἰσι καὶ οἵτινες αὖ πάλιν οἱ τοῦ ἑτέρου βίου.
しかしあなた方は、どのようにしてこれらのことが知られずに済むのを終わらせ、出会う人々が、彼らのうちの誰が善い者であり、また誰が逆の生き方をしている者であるかを見分けられるようにするかを検討しなければなりません。
Φιλοσοφία
Σύ, ὦ Ἀλήθεια, ἐξεύρισκε·
哲学真理よ、あなたがそれを見出しなさい。
ὑπὲρ σοῦ γὰρ τοῦτο γένοιτʼ ἄν, ὡς μὴ ἐπικρατῇ σου τὸ Ψεῦδος μηδὲ ὑπὸ τῇ Ἀγνοίᾳ λανθάνωσιν οἱ φαῦλοι τῶν ἀνδρῶν σε τοὺς χρηστοὺς μεμιμημένοι.
なぜならこれはあなたのためにこそなされるべきだからです。 偽りがあなたを圧倒することのないように、また劣悪な男たちが善い者であるあなたと善き人々を模倣して、無知の下に隠れてしまうことのないように。