← ルキアノス

蘇ってきた哲学者

§42-45

偽哲学者たちの逃走と真偽の判別

金や食べ物の分配を聞きつけた偽哲学者たちがアクロポリスに殺到するが、哲学たちが正しい哲学者の選別と裁判を行うと宣言すると、偽者たちは恐れて崖から逃げ出す。取り残された彼らの荷物からは贅沢品が見つかり、哲学は真理に本物と偽物を識別する手段を見出すよう命じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§42

Φιλοσοφία βαβαί, ὅσοι· πλήρης μὲν ἡ ἄνοδος ὠθιζομένων ἐπὶ τὰς δύο μνᾶς, ὡς ἤκουσαν μόνον·1 παρὰ δὲ τὸ Πελασγικὸν ἄλλοι καὶ κατὰ τὸ Ἀσκληπιεῖον ἕτεροι καὶ παρὰ τὸν Ἄρειον πάγον ἔτι πλείους, ἔνιοι δὲ καὶ κατὰ τὸν Τάλω τάφον, οἱ δὲ καὶ πρὸς τὸ Ἀνακεῖον προσθέμενοι κλίμακας ἀνέρπουσι βομβηδὸν νὴ Δία καὶ βοτρυδὸν ἑσμοῦ δίκην, ἵνα καὶ καθʼ Ὅμηρον εἴπω·2 ἀλλὰ κἀκεῖθεν εὖ μάλα πολλοὶ κἀντεῦθεν "μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ." μεστὴ δὲ ἡ ἀκρόπολις ἐν βραχεῖ κλαγγηδὸν προκαθιζόντων καὶ πανταχοῦ πήρα κολακεία, πώγων ἀναισχυντία, βακτηρία λιχνεία, συλλογισμὸς φιλαργυρία· οἱ ὀλίγοι δέ, ὁπόσοι πρὸς τὸ πρῶτον κήρυγμα ἐκεῖνο ἀνῄεσαν, ἀφανεῖς καὶ ἄσημοι, ἀναμιχθέντες τῷ πλήθει τῶν ἄλλων, καὶ λελήθασιν ἐν τῇ ὁμοιότητι τῶν ἄλλων σχημάτων. Παρρησιάδης τοῦτο γοῦν τὸ δεινότατόν ἐστιν, ὦ Φιλοσοφία, καὶ ὅ τις ἂν μέμψαιτο μάλιστά σου, τὸ μηδὲν ἐπιβαλεῖν γνώρισμα καὶ σημεῖον αὐτοῖς·3 πιθανώτεροι γὰρ οἱ γόητες οὗτοι πολλάκις τῶν ἀληθῶς φιλοσοφούντων. Φιλοσοφία ἔσται τοῦτο μετʼ ὀλίγον, ἀλλὰ δεχώμεθα ἤδη αὐτούς.

哲学 おお、なんと大勢なことか!ただ噂を聞いただけで、2ムナーを目指して押し合う者たちで登り口はいっぱいです。ペラスギコンの側からは他の者たちが、アスクレピエイオンのあたりからはまた別の者たちが、アレオパゴスの側からはさらに多くの者たちが、一部の者はタロースの墓のあたりからも、またある者たちはアナケイオンに梯子をかけ、ゼウスにかけて、ブンブンと羽音を立てて、蜜蜂の群れのように、ホメーロス風に言うなら、房をなして這い登ってきます。しかし、あちらからも、こちらからも、実におびただしい数で、「季節に生じる木の葉や花の数ほどに、数限りなく」押し寄せています。アクロポリスは瞬く間に、大声をあげてあちこちに陣取る者たちで満ち、いたるところにズタ袋とへつらい、髭と破廉恥、杖と食い意地、三段論法と金銭欲が満ちています。一方、最初のあの布告に応じて登ってきたわずかな人々は、姿が見えなくなり目立たなくなってしまい、他の者たちの群衆に混ざり合って、彼らと同じ身なりのせいで見分けがつかなくなってしまいました。 パルレーシアデース 哲学よ、これこそが実に最も恐るべきことであり、人があなたを最も非難しうる点です。彼らに何の識別標も目印も付与しなかったことです。なぜなら、これらの詐欺師どもの方が、真に哲学する人々よりも、しばしばもっともらしく見えるからです。 哲学 それは間もなく行われるでしょう。しかし、今は彼らを迎え入れましょう。

§43

Πλατωνικός ἡμᾶς πρώτους χρὴ τοὺς Πλατωνικοὺς λαβεῖν. Πυθαγορικός οὔκ, ἀλλὰ τοὺς Πυθαγορικοὺς ἡμᾶς· πρότερος γὰρ ὁ Πυθαγόρας ἦν. Στωικός Ληρεῖτε· ἀμείνους ἡμεῖς οἱ ἀπὸ τῆς Στοᾶς. Περιπατητικός οὐ μὲν οὖν, ἀλλʼ ἔν γε τοῖς χρήμασι πρῶτοι ἂν ἡμεῖς εἴημεν οἱ ἐκ τοῦ Περιπάτου. ΕΠΙΚΟΥΡΕΙΟΣ ἡμῖν τοῖς Ἐπικουρείοις τοὺς πλακοῦντας δότε καὶ τὰς παλάθας· περὶ δὲ τῶν μνῶν περιμενοῦμεν, κἂν ὑστάτους δέῃ λαβεῖν. Ἀκαδημαικός ποῦ τὰ δύο τάλαντα; δείξομεν γὰρ οἱ Ἀκαδημαϊκοὶ ὅσον τῶν ἄλλων ἐσμὲν ἐριστικώτεροι. Στωικός οὐχ ἡμῶν γε τῶν Στωϊκῶν παρόντων.

プラトン学派私たちプラトン学派が最初に受け取るべきだ。 ピタゴラス学派いや、私たちピタゴラス学派こそが。なぜならピタゴラスの方が先だったからだ。 ストア派戯言を言うな。ストア派の私たちの方が優れている。 ペリパトス学派とんでもない、少なくともお金のこととなれば、ペリパトス学派の私たちが第一であるはずだ。 エピクロス学派私たちエピクロス学派には、ケーキとイチジクの籠をくれ。ムナーについては、たとえ最後に受け取ることになろうとも、待つことにしよう。 アカデメイア学派2タラントンはどこだ。私たちアカデメイア学派が、他の誰よりもどれほど議論好きであるかを示してやろう。 ストア派私たちストア派がここにいる限り、そうはいかない。

§44

Φιλοσοφία παύσασθε φιλονεικοῦντες· ὑμεῖς δὲ οἱ Κυνικοὶ μήτε ὠθεῖτε ἀλλήλους μήτε τοῖς ξύλοις παίετε· ἐπʼ ἄλλα γὰρ ἴστε κεκλημένοι.4 καὶ νῦν ἔγωγε ἡ Φιλοσοφία καὶ Ἀρετὴ αὕτη καὶ Ἀλήθεια δικάσομεν οἵτινες οἱ ὀρθῶς φιλοσοφοῦντές εἰσιν. εἶτα ὅσοι μὲν ἂν εὑρεθῶσιν κατὰ τὰ ἡμῖν δοκοῦντα βιοῦντες, εὐδαιμονήσουσιν ἄριστοι κεκριμένοι· τοὺς γόητας δὲ καὶ οὐδὲν ἡμῖν προσήκοντας κακοὺς κακῶς ἐπιτρίψομεν,5 ὡς μὴ ἀντιποιῶνται τῶν ὑπὲρ αὐτοὺς ἀλαζόνες ὄντες. τί τοῦτο; φεύγετε; νὴ Δία, κατὰ τῶν γε κρημνῶν οἱ πολλοὶ ἁλλόμενοι. κενὴ δʼ οὖν ἡ ἀκρόπολις, πλὴν ὀλίγων τούτων ὁπόσοι μεμενήκασιν οὐ φοβηθέντες τὴν κρίσιν.

哲学 争うのをやめなさい。そして、キュニコス学派のあなた方は、互いに押し合ったり、杖で叩き合ったりしてはなりません。あなた方は別の目的のために召喚されたことを知るべきです。そして今、私、哲学と、こちらの美徳と真理が、誰が正しく哲学している者であるかを裁くでしょう。そして、私たちの意見に従って生きていると認められる者はみな、最も優れた者と判定されて幸福になるでしょう。しかし、ペテン師どもや私たちと何の関係もない悪者たちは、惨めに破滅させるでしょう。彼らが詐欺師として、分不相応なものを要求することがないように。これはどうしたことか。逃げるのか。ゼウスにかけて、大半の者が崖から飛び降りているではないか。ともかく、アクロポリスは空っぽになりました。裁判を恐れずに残った、これらわずかな人々を除いては。

§45

Φιλοσοφία οἱ ὑπηρέται ἀνέλεσθε τὴν πήραν, ἣν ὁ Κυνικὸς ἀπέρριψεν ἐν τῇ τροπῇ. φέρʼ ἴδω τί καὶ ἔχει· ἦ που θέρμους ἢ βιβλίον ἢ ἄρτους τῶν αὐτοπυριτῶν; Ὑπηρέτης Οὔκ, ἀλλὰ χρυσίον τουτὶ καὶ μύρον καὶ μαχαίριον κουρευτικὸν καὶ κάτοπτρον καὶ κύβους. Φιλοσοφία εὖ γε, ὦ γενναῖε. τοιαῦτα ἦν σοι τὰ ἐφόδια τῆς ἀσκήσεως καὶ μετὰ τούτων ἠξίους λοιδορεῖσθαι πᾶσιν καὶ τοὺς ἄλλους παιδαγωγεῖν; Παρρησιάδης τοιοῦτοι μὲν οὖν ὑμῖν οὗτοι. χρὴ δὲ ὑμᾶς σκοπεῖν ὅντινα τρόπον ἀγνοούμενα ταῦτα πεπαύσεται καὶ διαγνώσονται οἱ ἐντυγχάνοντες, οἵτινες οἱ ἀγαθοὶ αὐτῶν εἰσι καὶ οἵτινες αὖ πάλιν οἱ τοῦ ἑτέρου βίου. Φιλοσοφία Σύ, ὦ Ἀλήθεια, ἐξεύρισκε· ὑπὲρ σοῦ γὰρ τοῦτο γένοιτʼ ἄν, ὡς μὴ ἐπικρατῇ σου τὸ Ψεῦδος μηδὲ ὑπὸ τῇ Ἀγνοίᾳ λανθάνωσιν οἱ φαῦλοι τῶν ἀνδρῶν σε τοὺς χρηστοὺς μεμιμημένοι.6

哲学 召使いたちよ、あのキュニコス派の者が逃走の際に投げ捨てたズタ袋を拾い上げなさい。見せてみなさい、中に何が入っているか。おそらくルピナスの豆か、本か、あるいは全粒粉のパンか? 召使いいいえ、そうではなく、こちらの金貨、香油、理髪用の剃刀、鏡、そしてサイコロです。 哲学 よくぞやったものだ、気高き御仁よ。そのようなものがあなたの修行の備えであり、これらを持って皆を罵り、他者を教導する資格があると思っていたのか。 パルレーシアデース あなた方にとって、彼らは実にこのような者たちなのです。しかしあなた方は、どのようにしてこれらのことが知られずに済むのを終わらせ、出会う人々が、彼らのうちの誰が善い者であり、また誰が逆の生き方をしている者であるかを見分けられるようにするかを検討しなければなりません。 哲学 真理よ、あなたがそれを見出しなさい。なぜならこれはあなたのためにこそなされるべきだからです。偽りがあなたを圧倒することのないように、また劣悪な男たちが善き人々を模倣して、無知の下にあなたの目を逃れることのないように。

構文注6 件
  1. 42ὡς ἤκουσαν μόνον

    接続詞 ὡς は、「~するやいなや(as soon as)」という時間的同時性を表す接続詞として機能しており、直説法過去(ἤκουσαν)を伴っている。

  2. 42βοτρυδὸν ἑσμοῦ δίκην, ἵνα καὶ καθʼ Ὅμηρον εἴπω

    ἵνα は目的の接続詞(~するために)で、接続法(εἴπω)を従えている。「ホメーロスのやり方に従って言うために」という意味で、ホメーロスの有名な比喩(『イリアス』第2巻87行以下など、ギリシア軍の移動を蜂の群れに例える箇所)を意識した表現である。

  3. 42τὸ μηδὲν ἐπιβαλεῖν γνώρισμα καὶ σημεῖον αὐτοῖς

    名詞化された不定詞(τὸ μηδὲν ἐπιβαλεῖν...)であり、前文の「最も非難しうる点(ὅ τις ἂν μέμψαιτο)」の内容を説明する同格節として機能している。主語は対格の「あなた(σοῦ から補われる)」であり、否定辞は μηδέν(不定詞に伴う標準的な否定辞)が使われている。

  4. 44ἴστε κεκλημένοι

    ἴστε は、平叙文(you know)とも命令文(know! / be sure!)とも解釈可能であるが、ここでは動詞 οἶδα の命令法(2人称複数)として機能し、分詞(κεκλημένοι)を伴って「あなた方は~として召喚されたのだと知るがよい」という確信的な命令を表現している。

  5. 44κακοὺς κακῶς ἐπιτρίψομεν

    同根語的な響きを持つ「悪者たちを悪しく(惨めに)滅ぼす」というギリシア語の決まり文句(κακὸς κακῶς)であり、ここではペテン師たちに対する厳しい処罰と破滅を強調する強意表現として機能している。

  6. 45σε τοὺς χρηστοὺς μεμιμημένοι

    人称代名詞単数対格 σε(あなた=真理)は動詞 λανθάνωσιν の目的語(「あなたの目を逃れる」)であり、名詞化した形容詞の複数対格 τοὺς χρηστοὺς(善き人々=本物の哲学者たち)が完了分詞 μεμιμημένοι(模倣した)の目的語となっている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(4 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 2 件
  • 2026-11-15 AI校閲 — 訳文 2 件
urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:42-45