Humanitext Reader

琉善 · 死者复活或渔夫 §42-45

伪哲学者的逃亡与真伪判别

第 11 段,共 13 段 · 希腊语

内容简介

听说有金钱与食物分发,伪哲学者们蜂拥登上卫城。然而,当哲学宣布将与美德和真理共同进行裁决以惩罚骗子时,他们纷纷惊恐地跳下悬崖逃跑。哲学在犬儒派丢弃的行囊中发现了奢侈品,并让真理找出辨别真伪的办法。

§42Φιλοσοφία βαβαί, ὅσοι·
哲学哎呀,人真多啊!
πλήρης μὲν ἡ ἄνοδος ὠθιζομένων ἐπὶ τὰς δύο μνᾶς, ὡς ἤκουσαν μόνον· παρὰ δὲ τὸ Πελασγικὸν ἄλλοι καὶ κατὰ τὸ Ἀσκληπιεῖον ἕτεροι καὶ παρὰ τὸν Ἄρειον πάγον ἔτι πλείους, ἔνιοι δὲ καὶ κατὰ τὸν Τάλω τάφον, οἱ δὲ καὶ πρὸς τὸ Ἀνακεῖον προσθέμενοι κλίμακας ἀνέρπουσι βομβηδὸν νὴ Δία καὶ βοτρυδὸν ἑσμοῦ δίκην, ἵνα καὶ καθʼ Ὅμηρον εἴπω· ἀλλὰ κἀκεῖθεν εὖ μάλα πολλοὶ κἀντεῦθεν "μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ.
只因一听说那两麦纳,登行之路上就挤满了互相推搡的人;有的人从佩拉斯吉之墙旁,有的人沿着阿斯克勒庇俄斯神庙,还有更多的人从阿雷奥帕谷旁,甚至有人沿着塔罗斯之墓,还有人把梯子靠在阿纳克斯神庙上,誓以宙斯,他们像蜂群一样,嗡嗡作响、成群结队地爬上来——用荷马的话来说;但从那里和这里,真有极多的人,“无数,多如春天里长出的叶子和花朵。
" μεστὴ δὲ ἡ ἀκρόπολις ἐν βραχεῖ κλαγγηδὸν προκαθιζόντων καὶ πανταχοῦ πήρα κολακεία, πώγων ἀναισχυντία, βακτηρία λιχνεία, συλλογισμὸς φιλαργυρία· οἱ ὀλίγοι δέ, ὁπόσοι πρὸς τὸ πρῶτον κήρυγμα ἐκεῖνο ἀνῄεσαν, ἀφανεῖς καὶ ἄσημοι, ἀναμιχθέντες τῷ πλήθει τῶν ἄλλων, καὶ λελήθασιν ἐν τῇ ὁμοιότητι τῶν ἄλλων σχημάτων.
”不消片刻,卫城里就挤满了大声喧哗着抢占座位的人,到处都是行囊与谄媚、胡须与厚颜、手杖与贪婪、三段论与贪财;而当初响应第一次宣告登上的那少数人,早已隐没而悄无声息,混杂在其他人的群落之中,因装束相似而无法辨识了。
Παρρησιάδης τοῦτο γοῦν τὸ δεινότατόν ἐστιν, ὦ Φιλοσοφία, καὶ ὅ τις ἂν μέμψαιτο μάλιστά σου, τὸ μηδὲν ἐπιβαλεῖν γνώρισμα καὶ σημεῖον αὐτοῖς· πιθανώτεροι γὰρ οἱ γόητες οὗτοι πολλάκις τῶν ἀληθῶς φιλοσοφούντων.
帕雷西亚德斯哲学啊,这确实是最可怕的事,也是人们最能指责你的一点:你没有给他们施加任何标识和特征;因为这些江湖骗子往往比真正研究哲学的人更具说服力。
Φιλοσοφία ἔσται τοῦτο μετʼ ὀλίγον, ἀλλὰ δεχώμεθα ἤδη αὐτούς.
哲学这事稍后就会办,但现在我们先接纳他们吧。
§43Πλατωνικός ἡμᾶς πρώτους χρὴ τοὺς Πλατωνικοὺς λαβεῖν.
柏拉图学派应当由我们柏拉图学派最先领取。
Πυθαγορικός οὔκ, ἀλλὰ τοὺς Πυθαγορικοὺς ἡμᾶς· πρότερος γὰρ ὁ Πυθαγόρας ἦν.
毕达哥拉斯学派不对,应当是我们毕达哥拉斯学派;因为毕达哥拉斯更早。
Στωικός Ληρεῖτε· ἀμείνους ἡμεῖς οἱ ἀπὸ τῆς Στοᾶς.
斯多亚学派胡说八道;我们这些来自画廊的更优秀。
Περιπατητικός οὐ μὲν οὖν, ἀλλʼ ἔν γε τοῖς χρήμασι πρῶτοι ἂν ἡμεῖς εἴημεν οἱ ἐκ τοῦ Περιπάτου.
逍遥学派绝非如此;但至少在金钱方面,我们逍遥学派应当是第一。
ΕΠΙΚΟΥΡΕΙΟΣ ἡμῖν τοῖς Ἐπικουρείοις τοὺς πλακοῦντας δότε καὶ τὰς παλάθας· περὶ δὲ τῶν μνῶν περιμενοῦμεν, κἂν ὑστάτους δέῃ λαβεῖν.
伊壁鸠鲁学派把饼和无花果干给我们伊壁鸠鲁学派吧;至于那几麦纳,我们可以等着,哪怕最后领取也无妨。
Ἀκαδημαικός ποῦ τὰ δύο τάλαντα;
学院学派那两塔兰同在哪?
δείξομεν γὰρ οἱ Ἀκαδημαϊκοὶ ὅσον τῶν ἄλλων ἐσμὲν ἐριστικώτεροι.
我们学院学派会展示,我们比其他人更擅长争辩到什么程度。
Στωικός οὐχ ἡμῶν γε τῶν Στωϊκῶν παρόντων.
斯多亚学派至少在我们斯多亚学派在场时休想。
§44Φιλοσοφία παύσασθε φιλονεικοῦντες· ὑμεῖς δὲ οἱ Κυνικοὶ μήτε ὠθεῖτε ἀλλήλους μήτε τοῖς ξύλοις παίετε· ἐπʼ ἄλλα γὰρ ἴστε κεκλημένοι.
哲学停止争吵吧;你们这些犬儒学派,既不要互相推搡,也不要用木杖殴打;因为你们要知道自己是为了别的事被召集来的。
καὶ νῦν ἔγωγε ἡ Φιλοσοφία καὶ Ἀρετὴ αὕτη καὶ Ἀλήθεια δικάσομεν οἵτινες οἱ ὀρθῶς φιλοσοφοῦντές εἰσιν.
现在,我哲学、以及这里的美德和真理,将判定谁是正确研究哲学的人。
εἶτα ὅσοι μὲν ἂν εὑρεθῶσιν κατὰ τὰ ἡμῖν δοκοῦντα βιοῦντες, εὐδαιμονήσουσιν ἄριστοι κεκριμένοι· τοὺς γόητας δὲ καὶ οὐδὲν ἡμῖν προσήκοντας κακοὺς κακῶς ἐπιτρίψομεν, ὡς μὴ ἀντιποιῶνται τῶν ὑπὲρ αὐτοὺς ἀλαζόνες ὄντες.
然后,凡被发现按照我们的主张生活的人,都将因被评为最优秀者而享有幸福;至于那些骗子和与我们毫无关系的人,我们将狠狠地惩办这些恶徒,使他们不敢再以骗子的身份去觊觎超出自己分量的事物。
τί τοῦτο;
这是怎么回事?
φεύγετε;
你们在逃跑?
νὴ Δία, κατὰ τῶν γε κρημνῶν οἱ πολλοὶ ἁλλόμενοι.
天哪,大多数人居然跳下了悬崖!
κενὴ δʼ οὖν ἡ ἀκρόπολις, πλὴν ὀλίγων τούτων ὁπόσοι μεμενήκασιν οὐ φοβηθέντες τὴν κρίσιν.
总之,卫城空了,除了留下的这少数不惧怕裁判的人。
§45Φιλοσοφία οἱ ὑπηρέται ἀνέλεσθε τὴν πήραν, ἣν ὁ Κυνικὸς ἀπέρριψεν ἐν τῇ τροπῇ.
哲学仆人们,把那个犬儒学派在逃跑时丢弃的行囊捡起来。
φέρʼ ἴδω τί καὶ ἔχει·
让我看看里面装了什么。
ἦ που θέρμους ἢ βιβλίον ἢ ἄρτους τῶν αὐτοπυριτῶν;
想必是鲁冰花豆、一本书,或者是粗麦面包?
Ὑπηρέτης Οὔκ, ἀλλὰ χρυσίον τουτὶ καὶ μύρον καὶ μαχαίριον κουρευτικὸν καὶ κάτοπτρον καὶ κύβους.
仆人不,而是这点金子、香水、一把剃刀、一面镜子和几颗色子。
Φιλοσοφία εὖ γε, ὦ γενναῖε.
哲学好啊,高尚的家伙!
τοιαῦτα ἦν σοι τὰ ἐφόδια τῆς ἀσκήσεως καὶ μετὰ τούτων ἠξίους λοιδορεῖσθαι πᾶσιν καὶ τοὺς ἄλλους παιδαγωγεῖν;
这些就是你修行的行装吗? 你居然带着这些东西去辱骂众人并教导他人?
Παρρησιάδης τοιοῦτοι μὲν οὖν ὑμῖν οὗτοι.
帕雷西亚德斯对你们来说,这些人确实就是这般模样。
χρὴ δὲ ὑμᾶς σκοπεῖν ὅντινα τρόπον ἀγνοούμενα ταῦτα πεπαύσεται καὶ διαγνώσονται οἱ ἐντυγχάνοντες, οἵτινες οἱ ἀγαθοὶ αὐτῶν εἰσι καὶ οἵτινες αὖ πάλιν οἱ τοῦ ἑτέρου βίου.
但你们必须考虑,用什么办法才能让这些事不再不为人知,并让遇见他们的人能够辨别,他们中哪些是善良的人,哪些又是过着相反生活的人。
Φιλοσοφία Σύ, ὦ Ἀλήθεια, ἐξεύρισκε· ὑπὲρ σοῦ γὰρ τοῦτο γένοιτʼ ἄν, ὡς μὴ ἐπικρατῇ σου τὸ Ψεῦδος μηδὲ ὑπὸ τῇ Ἀγνοίᾳ λανθάνωσιν οἱ φαῦλοι τῶν ἀνδρῶν σε τοὺς χρηστοὺς μεμιμημένοι.
哲学真理啊,你来想办法;因为这是为了你,免得虚伪战胜了你,也免得恶人们通过模仿你和那些善良的人,在无知中隐藏起来。

词汇与语法注释

  1. §42ὡς ἤκουσαν μόνον — 连词 ὡς 与直陈式不定过去时(ἤκουσαν)连用,在此起时间连词的作用,意为“一……就……”或“一听说”。
  2. §42βοτρυδὸν ἑσμοῦ δίκην, ἵνα καὶ καθʼ Ὅμηρον εἴπω — 连词 ἵνα 引导带有虚拟式(εἴπω)的目的从句,意为“为了用荷马的方式说话”,这里暗指荷马史诗中的著名比喻(如《伊利亚特》第二卷第87行起,将希腊军队比作蜂群)。
  3. §42τὸ μηδὲν ἐπιβαλεῖν γνώρισμα καὶ σημεῖον αὐτοῖς — 这是冠词定语化不定式(τὸ ... ἐπιβαλεῖν),作为同位语解释前文“人们最能指责的事情”(ὅ... μέμψαιτο)。该不定式的逻辑主语是“你”(由前面的属格 σου 推知),并使用 μηδέν 作为不定式的标准否定词。
  4. §44ἴστε κεκλημένοι — 动词 ἴστε 既可以理解为直陈式,也可以理解为命令式。在此它作为 οἶδα 的命令式(第二人称复数),带有一个补充性分词(κεκλημένοι),意为“你们当知道自己是被召集来做……”
  5. §44κακοὺς κακῶς ἐπιτρίψομεν — 表达 κακοὺς κακῶς(“恶人恶报”或“惨痛地消灭恶人”)是希腊语传统的同源词叠用修辞(polyptoton),在此作为一种强调式,用以突出对这些骗子的严厉惩罚和彻底毁灭。
  6. §45σε τοὺς χρηστοὺς μεμιμημένοι — 完成时分词 μεμιμημένοι(模仿)支配了两个宾格宾语:单数人称代名词 σε(指代“真理”)和名词化的复数形容词 τοὺς χρηστοὺς(指“善人们”,即真正的哲学家),意为“模仿了你以及那些善良的人”。

引用这一段

琉善, 死者复活或渔夫 §42-45. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:42-45

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。