Humanitext Reader

ルキアノス · 蘇ってきた哲学者 §29-32

パルレーシアデースの弁明と偽哲学者への憤り

8 / 13 箇所 · ギリシア語

要旨

パルレーシアデースが自らの弁明を開始し、自身が弁論家としての不誠実な生を捨てて哲学を志した経緯を述べる。そして、哲学者の衣服や外見だけを模倣して悪行を働く偽善者たちの存在が、先代の哲学者たちと哲学そのものの名誉を著しく損ねていることへの憤りから、彼らを告発したのだと主張する。

§29Παρρησιάδης οὐ πάντα μου, ὦ Φιλοσοφία, κατηγόρησε Διογένης, ἀλλὰ τὰ πλείω καὶ ὅσα ἦν χαλεπώτερα οὐκ οἶδα ὅ τι παθὼν παρέλιπεν.
パルレーシアデース哲学よ、ディオゲネスは私のすべてを告発したわけではありません。 むしろ、大部分の、そしてより重大な事柄を、彼はどういう風の吹き回しか省いてしまいました。
ἐγὼ δὲ τοσούτου δέω ἔξαρνος γενέσθαι ὡς οὐκ εἶπον αὐτά, ἢ ἀπολογίαν τινὰ μεμελετηκὼς ἀφῖχθαι, ὥστε καὶ εἴ τινα ἢ αὐτὸς ἀπεσιώπησεν ἢ ἐγὼ μὴ πρότερον ἔφθην εἰρηκώς, νῦν προσθήσειν μοι δοκῶ.
私は、自分がそれらを言わなかったと否定することや、あらかじめ弁明を準備してここに来たなどということからはほど遠く、むしろ、彼が沈黙した事柄や、私が以前に言いそびれた事柄があるならば、今ここで付け加えようとさえ思っているほどです。
οὕτως γὰρ ἂν μάθοις οὕστινας ἀπεκήρυττον καὶ κακῶς ἠγόρευον ἀλαζόνας καὶ γόητας ἀποκαλῶν.
そうすれば、私がペテン師や詐欺師と呼んで売り払い、悪口を言っていたのがどのような連中であったかを、あなたもお分かりになるでしょう。
καί μοι μόνον τοῦτο παραφυλάττετε, εἰ ἀληθῆ περὶ αὐτῶν ἐρῶ.
そして、私についてただこの一点、私が彼らについて真実を語っているかどうかだけを見届けてください。
εἰ δέ τι βλάσφημον ἢ τραχὺ φαίνοιτο ἔχων ὁ λόγος, οὐ τὸν διελέγχοντα ἐμέ, ἀλλʼ ἐκείνους ἂν οἶμαι δικαιότερον αἰτιάσαισθε, τοιαῦτα ποιοῦντας.
もし私の言葉に誹謗や無礼な点があるように見えても、それは論駁している私ではなく、そのような行為を行っている彼らを告発する方がより公正であると、あなた方もお考えになるでしょう。
ἐγὼ γὰρ ἐπειδὴ τάχιστα συνεῖδον ὁπόσα τοῖς ῥητορεύουσιν ἀναγκαῖον τὰ δυσχερῆ προσεῖναι, ἀπάτην καὶ ψεῦδος καὶ θρασύτητα καὶ βοὴν καὶ ὠθισμοὺς καὶ μυρία ἄλλα, ταῦτα μέν, ὥσπερ εἰκὸς ἦν, ἀπέφυγον, ἐπὶ δὲ τὰ σά, ὦ Φιλοσοφία, καλὰ ὁρμήσας ἠξίουν ὁπόσον ἔτι μοι λοιπὸν τοῦ βίου καθάπερ ἐκ ζάλης καὶ κλύδωνος εἰς εὔδιόν τινα λιμένα ἐσπλεύσας ὑπὸ σοὶ σκεπόμενος καταβιῶναι.
というのも、私は、弁論を行う者たちに、欺瞞、虚偽、不遜、大声、押し合い、その他無数の不快な事柄がどうしても付きまとうことを知るやいなや、当然のことながらこれらを避け、哲学よ、あなたの美しい教えへと身を投じ、嵐や大波から穏やかな港へと逃げ込むかのように、あなたの庇護のもとで残りの人生を全うしたいと願ったからです。
§30Παρρησιάδης κἀπειδὴ μόνον παρέκυψα εἰς τὰ ὑμέτερα, σὲ μέν, ὥσπερ ἀναγκαῖον ἦν, καὶ τούσδε ἅπαντας ἐθαύμαζον ἀρίστου βίου νομοθέτας ὄντας καὶ τοῖς ἐπʼ αὐτὸν ἐπειγομένοις χεῖρα ὀρέγοντας, τὰ κάλλιστα καὶ συμφορώτατα παραινοῦντας, εἴ τις μὴ παραβαίνοι αὐτὰ μηδὲ διολισθάνοι, ἀλλʼ ἀτενὲς ἀποβλέπων εἰς τοὺς κανόνας οὓς προτεθείκατε, πρὸς τούτους ῥυθμίζοι καὶ ἀπευθύνοι τὸν ἑαυτοῦ βίον, ὅπερ νὴ Δία καὶ τῶν καθʼ ὑμᾶς αὐτοὺς ὀλίγοι ποιοῦσιν.
パルレーシアデースそして、私があなた方の領域をほんの少し覗き見たとき、当然のことながら、あなたを、そしてここにいるすべての人々を、最も優れた生き方の立法者であり、そこへ急ぐ人々に手を差し伸べ、最も美しく有益な事柄を勧めてくれる人々として称賛しました。 それは、もし人がそれらを破らず、また道を踏み外すことなく、あなた方が提示された基準をじっと見つめ、これらに合わせて自らの生を調律し、正すならばの話ですが、ゼウスにかけて、あなた方の追随者のうちでさえ、そのようにしている者はごくわずかです。
§31Παρρησιάδης ὁρῶν δὲ πολλοὺς οὐκ ἔρωτι φιλοσοφίας ἐχομένους ἀλλὰ δόξης μόνον τῆς ἀπὸ τοῦ πράγματος ἐφιεμένους, καὶ τὰ μὲν πρόχειρα ταῦτα καὶ δημόσια καὶ ὁπόσα παντὶ μιμεῖσθαι ῥᾴδιον εὖ μάλα ἐοικότας ἀγαθοῖς ἀνδράσι, τὸ γένειον λέγω καὶ τὸ βάδισμα καὶ τὴν ἀναβολήν, ἐπὶ δὲ τοῦ βίου καὶ τῶν πραγμάτων ἀντιφθεγγομένους τῷ σχήματι καὶ τἀναντία ὑμῖν ἐπιτηδεύοντας καὶ διαφθείροντας τὸ ἀξίωμα τῆς ὑποσχέσεως, ἠγανάκτουν, καὶ τὸ πρᾶγμα ὅμοιον ἐδόκει μοι καθάπερ ἂν εἴ τις ὑποκριτὴς τραγῳδίας μαλθακὸς αὐτὸς ὢν καὶ γυναικεῖος Ἀχιλλέα ἢ Θησέα ἢ καὶ τὸν Ἡρακλέα ὑποκρίνοιτο αὐτὸν μήτε βαδίζων μήτε βοῶν ἡρωϊκόν, ἀλλὰ θρυπτόμενος ὑπὸ τηλικούτῳ προσωπείῳ, ὃν οὐδʼ ἂν ἡ Ἑλένη ποτὲ ἢ Πολυξένη ἀνάσχοιντο πέρα τοῦ μετρίου αὐταῖς προσεοικότα, οὐχ ὅπως ὁ Ἡρακλῆς ὁ Καλλίνικος, ἀλλά μοι δοκεῖ τάχιστʼ ἂν ἐπιτρῖψαι τῷ ῥοπάλῳ παίων τοῦτον αὐτόν τε καὶ τὸ προσωπεῖον, οὕτως ἀτίμως κατατεθηλυμμένος πρὸς αὐτοῦ.
パルレーシアデースしかし、多くの者が哲学への愛からではなく、ただそれによって得られる名声を求めており、誰でも簡単に模倣できる、手近で公の、あご髭や歩き方やマントの羽織り方といった点では、いかにも善人にそっくりでありながら、実際の生活や行動においては、その身なりと矛盾し、あなた方の教えに反することを行い、約束の尊厳を台無しにしているのを見て、私は憤慨しました。 その有様は、まるで悲劇の役者が、自分自身は軟弱で女々しいくせに、アキレウスやテセウス、あるいはヘラクレスその人を演じるようなものに思えました。 英雄らしく歩くことも大声を出すこともできず、そのような大層な仮面の下でめそめそしており、その姿には、ヘレネやポリュクセネでさえ、彼女たちにあまりにも似すぎているために耐えられないでしょう。 勝利者ヘラクレスは言うに及ばず、ヘラクレスなら、彼によってこれほど不名誉にも女らしくされたことに怒り、棍棒で叩いて、彼本人と仮面をたちまちのうちに打ち砕いてしまうだろうと思われます。
§32Παρρησιάδης τοιαῦτα καὶ αὐτὸς ὑμᾶς πάσχοντας ὑπʼ ἐκείνων ὁρῶν οὐκ ἤνεγκα τὴν αἰσχύνην τῆς ὑποκρίσεως, εἰ πίθηκοι ὄντες ἐτόλμησαν ἡρώων προσωπεῖα περιθέσθαι ἢ τὸν ἐν Κύμῃ ὄνον μιμήσασθαι, ὃς λεοντῆν περιβαλόμενος ἠξίου λέων αὐτὸς εἶναι, πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους ὀγκώμενος μάλα τραχὺ καὶ καταπληκτικόν, ἄχρι δή τις αὐτὸν ξένος καὶ λέοντα ἰδὼν καὶ ὄνον πολλάκις ἤλεγξε καὶ ἀπεδίωξε παίων τοῖς ξύλοις.
パルレーシアデース彼らによってあなた方がこのような目に遭わされているのを私自身も見て、この欺瞞の恥ずかしさに耐えられませんでした。 彼らは猿の分際で、英雄の仮面を身につけようと企てたり、あるいはキュメのロバを真似たりしたのですから。 あのロバはライオンの皮をまとい、自分がライオンであると言い張り、事情を知らないキュメの人々に向かって、非常に荒々しく恐ろしげに鳴き声を上げましたが、ついには、ライオンとロバの両方を何度も見たことのある一人の旅人に見破られ、棒で叩かれて追い払われました。
Ὃ δὲ μάλιστά μοι δεινόν, ὦ Φιλοσοφία, κατεφαίνετο, τοῦτο ἦν·
そして、哲学よ、私にとって何よりも恐ろしく思えたのは、次のことです。
οἱ γὰρ ἄνθρωποι εἴ τινα τούτων ἑώρων πονηρὸν ἢ ἄσχημον ἢ ἀσελγές τι ἐπιτηδεύοντα, οὐκ ἔστιν ὅστις οὐ Φιλοσοφίαν αὐτὴν ᾐτιᾶτο καὶ τὸν Χρύσιππον εὐθὺς ἢ Πλάτωνα ἢ Πυθαγόραν ἢ ὅτου ἐπώνυμον αὑτὸν ὁ διαμαρτάνων ἐκεῖνος ἐποιεῖτο καὶ οὗ τοὺς λόγους ἐμιμεῖτο·
もし人々が、これらの者のうち誰かが邪悪なこと、見苦しいこと、あるいは不品行なことを行っているのを見るならば、哲学そのものを非難し、さらにはクリュシッポスやプラトン、ピタゴラス、あるいはあの道を誤った者がその名を騙り、その教えを模倣していた者を、すぐにやり玉に挙げない者は一人もいなかったのです。
καὶ ἀπὸ τοῦ κακῶς βιοῦντος πονηρὰ περὶ ὑμῶν εἴκαζον τῶν πρὸ πολλοῦ τεθνηκότων·
そして、悪しき生き方をする者に基づいて、とっくの昔に亡くなったあなた方について、人々は悪い憶測をしました。
οὐ γὰρ παρὰ ζῶντας ὑμᾶς ἡ ἐξέτασις αὐτοῦ ἐγίγνετο, ἀλλʼ ὑμεῖς μὲν ἐκποδών, ἐκεῖνον δὲ ἑώρων σαφῶς ἅπαντες δεινὰ καὶ ἄσεμνα ἐπιτηδεύοντα, ὥστε ἐρήμην ἡλίσκεσθε μετʼ αὐτοῦ καὶ ἐπὶ τὴν ὁμοίαν διαβολὴν συγκατεσπᾶσθε.
というのも、彼に対する吟味は、生きているあなた方の前で行われたのではなく、あなた方は世を去っており、誰もが彼の恐るべき、また不実な行いをはっきりと見ていたために、あなた方は彼とともに欠席裁判で敗訴し、同じ誹謗の中へと引きずり下ろされたのです。

語釈・文法注

  1. 29ὅ τι παθὼν — 「何が身に起きて」「どういう風の吹き回しか」を意味する慣用的な表現。話し手の驚きや、相手の奇妙な行動に対する非難を含んでいる。
  2. 29τοσούτου δέω... ὥστε... — 「〜からはほど遠く、かえって…するほどである」という極度を示す構文。τοσούτου δέω に不定詞(ἔξαρνος γενέσθαι および ἀφῖχθαι)が続き、その結果として ὥστε 節が導かれている。
  3. 30τῶν καθʼ ὑμᾶς αὐτοὺς — 前置詞 κατά と対格の組み合わせ。ここでは「あなた方の学説や基準に従う者たち」(追随者、弟子たち)を指す。
  4. 31οὐχ ὅπως... ἀλλά... — 後続する内容との対比において「〜は言うに及ばず(…である)」という譲歩的な強調表現。ここでは、女性であるヘレネやポリュクセネでさえ耐えられないのだから、ましてや勝利者であるヘラクレスならなおさら耐えられずに叩きのめすだろう、という論理構成になっている。
  5. 32ἐρήμην ἡλίσκεσθε — アッティカの法廷用語 ἐρήμην (δίκην) ἁλίσκεσθαι に由来し、「欠席裁判で敗訴する」を意味する。哲学者本人が不在(すでに死亡している)の間に、その名を騙る偽善者の悪行のせいで、哲学者自身が一方的に有罪とみなされた状況を指す。

この箇所を引用する

ルキアノス, 蘇ってきた哲学者 §29-32. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:29-32

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。