§25Διογένης
οἷοι μὲν ἡμεῖς ἄνδρες ἐγενόμεθα παρὰ τὸν βίον, ὦ Φιλοσοφία, πάνυ ἀκριβῶς οἶσθα καὶ οὐδὲν δεῖ λόγων·
ディオゲネス私たちが人生においてどのような人間であったか、哲学よ、あなたは非常によく知っておられますし、言葉は全く必要ありません。
ἵνα γὰρ τὸ κατʼ ἐμὲ σιωπήσω, ἀλλὰ Πυθαγόραν τοῦτον καὶ Πλάτωνα καὶ Ἀριστοτέλη καὶ Χρύσιππον καὶ τοὺς ἄλλους τίς οὐκ οἶδεν ὅσα εἰς τὸν βίον καλὰ εἰσεκομίσαντο;
というのも、私に関することは不問に付すとしても、このピタゴラスやプラトン、アリストテレス、クリュシッポス、そして他の人々が、人間生活にどれほど多くの素晴らしいものをもたらしたかを、誰が知らないでしょうか。
ἃ δὲ τοιούτους ὄντας ἡμᾶς ὁ τρισκατάρατος οὑτοσὶ Παρρησιάδης ὕβρικεν ἤδη ἐρῶ.
しかし、このような者である私たちを、この極悪非道なパルレーシアデースがどのように侮辱したかを、今からお話ししましょう。
ῥήτωρ γάρ τις, ὥς φασιν, ὤν, ἀπολιπὼν τὰ δικαστήρια καὶ τὰς ἐν ἐκείνοις εὐδοκιμήσεις, ὁπόσον ἢ δεινότητος ἢ ἀκμῆς ἐπεπόριστο ἐν τοῖς λόγοις, τοῦτο πᾶν ἐφʼ ἡμᾶς συσκευασάμενος οὐ παύεται αὐτὸς μὲν ἀγορεύων κακῶς γόητας καὶ ἀπατεῶνας ἀποκαλῶν, τὰ πλήθη δὲ ἀναπείθων καταγελᾶν ἡμῶν καὶ καταφρονεῖν ὡς τὸ μηδὲν ὄντων·
人々が言うには、彼はある弁論家なのですが、法廷やそこでの名声を後にし、言論において獲得した弁論術の巧妙さや全盛期の力のすべてを私たちに向けて結集し、自分自身は悪口を言い、私たちをペテン師だの詐欺師だのと呼び、大衆を説得して、私たちが無に等しい存在であるかのように嘲笑し、見下すように仕向けることをやめないのです。
μᾶλλον δὲ καὶ μισεῖσθαι πρὸς τῶν πολλῶν ἤδη πεποίηκεν αὐτούς τε ἡμᾶς καὶ σὲ τὴν Φιλοσοφίαν, φληνάφους καὶ λήρους ἀποκαλῶν τὰ σὰ καὶ τὰ σπουδαιότατα ὧν ἡμᾶς ἐπαίδευσας ἐπὶ χλευασμῷ διεξιών, ὥστε αὐτὸν μὲν κροτεῖσθαι καὶ ἐπαινεῖσθαι πρὸς τῶν θεατῶν, ἡμᾶς δὲ ὑβρίζεσθαι.
それどころか、大衆から私たち自身や、あなた、すなわち哲学までもが、すでに憎まれるようにしてしまいました。 あなたの教えをくだらないおしゃべりやたわ言と呼び、あなたが私たちに授けてくださった最も真剣な事柄を嘲笑交じりに詳述することによって。 その結果、彼自身は観客から拍手喝采を浴びて称賛され、私たちは侮辱されることになったのです。
φύσει γὰρ τοιοῦτόν ἐστιν ὁ πολὺς λεώς, χαίρουσι τοῖς ἀποσκώπτουσιν καὶ λοιδορουμένοις, καὶ μάλισθʼ ὅταν τὰ σεμνότατα εἶναι δοκοῦντα διασύρηται, ὥσπερ ἀμέλει καὶ πάλαι ἔχαιρον Ἀριστοφάνει καὶ Εὐπόλιδι Σωκράτη τουτονὶ ἐπὶ χλευασίᾳ παράγουσιν ἐπὶ τὴν σκηνὴν καὶ κωμῳδοῦσιν ἀλλοκότους τινὰς περὶ αὐτοῦ κωμῳδίας.
大衆とは生まれつきそのようなもので、彼らは皮肉を言う者や罵る者を喜び、とりわけ最も厳かと思われるものが中傷されるときに喜びます。 それこそまさに、かつて彼らがアリストパネスやエウポリスを喜んだのと同様です。 彼らがこのソクラテスを嘲笑のために舞台に引き出し、彼について奇妙な喜劇を演じたときに。
καίτοι ἐκεῖνοι μὲν καθʼ ἑνὸς ἀνδρὸς ἐτόλμων τοιαῦτα, καὶ ἐν Διονυσίοις ἐφειμένον αὐτὸ ἔδρων, καὶ τὸ σκῶμμα ἐδόκει μέρος τι τῆς ἑορτῆς, καὶ
"ὁ θεὸς ἴσως ἔχαιρε φιλόγελώς τις ὤν. "
もっとも、あの者たちは一人の男に対してそのようなことを敢えてしたのであり、しかもディオニュシア祭においてそれが許されているときに行いました。 そして皮肉は祭りの一部分と見なされていました。 そして「神もおそらく、笑いを好む方であられたので、喜んでおられたのでしょう」。
§26Διογένης
ὁ δὲ τοὺς ἀρίστους συγκαλῶν, ἐκ πολλοῦ φροντίσας καὶ παρασκευασάμενος καὶ βλασφημίας τινὰς εἰς παχὺ βιβλίον ἐγγράψας, μεγάλῃ τῇ φωνῇ ἀγορεύει κακῶς Πλάτωνα, Πυθαγόραν, Ἀριστοτέλη τοῦτον, Χρύσιππον ἐκεῖνον, ἐμὲ καὶ ὅλως ἅπαντας οὔτε ἑορτῆς ἐφιείσης οὔτε ἰδίᾳ τι πρὸς ἡμῶν παθών·
ディオゲネスしかし、この男は、最も優れた人々を一堂に集め、長い時間をかけて熟考し準備し、いくつかの誹謗中傷を分厚い本に書き留め、大声でプラトン、ピタゴラス、このアリストテレス、あのクリュシッポス、私、そしておよそ全員を悪く言うのです。 祭りという許された機会でもなく、私たちから個人的に何ら害を被ったわけでもないのに。
εἶχε γὰρ ἄν τινα συγγνώμην αὐτῷ τὸ πρᾶγμα, εἰ ἀμυνόμενος, ἀλλὰ μὴ ἄρχων αὐτὸς ἔδρα.
というのも、もし彼が自ら進んで始めたのではなく、報復としてこれを行ったのであれば、この行為にもいくらかの弁解の余地があったでしょうから。
ὃ δὲ πάντων δεινότατον, ὅτι τοιαῦτα ποιῶν καὶ τὸ σὸν ὄνομα, ὦ Φιλοσοφία, ὑποδύεται καὶ ὑπελθὼν τὸν Διάλογον ἡμέτερον οἰκέτην ὄντα, τούτῳ συναγωνιστῇ καὶ ὑποκριτῇ χρῆται καθʼ ἡμῶν, ἔτι καὶ Μένιππον ἀναπείσας ἑταῖρον ἡμῶν ἄνδρα συγκωμῳδεῖν αὐτῷ τὰ πολλά, ὃς μόνος οὐ πάρεστιν οὐδὲ κατηγορεῖ μεθʼ ἡμῶν, προδοὺς τὸ κοινόν.
しかし、何よりも恐るべきことは、このようなことを行いながらも、哲学よ、あなたの名前を騙り、私たちの召使いである「対話」を手なずけて、これを私たちに対する共闘者であり役者として用い、さらには私たちの仲間であるメニッポスをも説得して、大体のことにおいて彼とともに私たちを喜劇で嘲笑させたことです。 そのメニッポスだけが、共通の利益を裏切って、ここにおらず、私たちとともに告発してもいません。
§27Διογένης
ἀνθʼ ὧν ἁπάντων ἄξιόν ἐστιν ὑποσχεῖν αὐτὸν τὴν δίκην.
ディオゲネスこれらすべてのことの代償として、彼が罰を受けることは当然です。
ἢ τί γὰρ ἂν εἰπεῖν ἔχοι τὰ σεμνότατα διασύρας ἐπὶ τοσούτων μαρτύρων;
あるいは、これほど多くの証人の前で、最も尊厳あるものたちをこき下ろしておいて、彼に一体何の言い訳ができるというのでしょう。
χρήσιμον γοῦν καὶ πρὸς ἐκείνους τὸ τοιοῦτον, εἰ θεάσαιντο αὐτὸν κολασθέντα, ὡς μηδὲ ἄλλος τις ἔτι καταφρονοίη Φιλοσοφίας·
ともかく、彼らが彼が処罰されるのを目撃するなら、他の誰も二度と哲学を軽蔑することがないようになるためにも、このようなことは観客たちにとっても有益です。
ἐπεὶ τό γε τὴν ἡσυχίαν ἄγειν καὶ ὑβριζόμενον ἀνέχεσθαι οὐ μετριότητος, ἀλλὰ ἀνανδρίας καὶ εὐηθείας εἰκότως ἂν νομίζοιτο.
なぜなら、沈黙を守り、侮辱されても耐えるということは、適度な控えめさではなく、臆病と愚かさであると当然みなされるでしょうから。
τὰ μὲν γὰρ τελευταῖα τίνι φορητά;
実際、最近の出来事は誰に耐えられましょうか。
ὃς καθάπερ τὰ ἀνδράποδα παραγαγὼν ἡμᾶς ἐπὶ τὸ πωλητήριον καὶ κήρυκα ἐπιστήσας ἀπημπόλησεν, ὥς φασιν, τοὺς μὲν ἐπὶ πολλῷ, ἐνίους δὲ μνᾶς Ἀττικῆς, ἐμὲ δὲ ὁ παμπονηρότατος οὗτος δύʼ ὀβολῶν·
彼は、まるで奴隷であるかのように私たちを市場に連れ出し、触れ役を立てて売り払ったのです、人々が言うには、ある者は高値で、ある者はアッティカの1ムナーで、そして私を、この極悪非道な男は2オボロスで。
οἱ παρόντες δὲ ἐγέλων.
そして居合わせた人々は笑っていたのです。
ἀνθʼ ὧν αὐτοί τε ἀνεληλύθαμεν ἀγανακτήσαντες καὶ σὲ ἀξιοῦμεν τιμωρήσειν ἡμῖν τὰ ἔσχατα ὑβρισμένοις.
それゆえに私たちは憤慨して上ってきたのであり、極限まで侮辱された私たちに代わって、あなたが復讐してくださることを求めているのです。
§28Πλάτων
εὖ γε, ὦ Διόγενες, ὑπὲρ ἁπάντων καλῶς ὁπόσα ἐχρῆν ἅπαντα εἴρηκας.
プラトン見事だ、ディオゲネス。 全員のために、語るべきことをすべて見事に語ってくれた。
Φιλοσοφία
παύσασθε ἐπαινοῦντες·
哲学称賛するのはやめなさい。
ἔγχει τῷ ἀπολογουμένῳ.
弁明する者のために水を注ぎなさい。
σὺ δὲ ὁ Παρρησιάδης λέγε ἤδη ἐν τῷ μέρει·
パルレーシアデース、今度はあなたの番です、話しなさい。
σοὶ γὰρ τὸ νῦν ῥεῖ.
今はあなたの水が流れているのですから。
μὴ μέλλε οὖν.
さあ、ためらわずに。