§29Παρρησιάδης
οὐ πάντα μου, ὦ Φιλοσοφία, κατηγόρησε Διογένης, ἀλλὰ τὰ πλείω καὶ ὅσα ἦν χαλεπώτερα οὐκ οἶδα ὅ τι παθὼν παρέλιπεν.
帕雷西亚德斯哲学啊,第欧根尼并没有控告我的全部;相反,他省去了大部分,而且是更严重的事情,我不知道他受了什么刺激。
ἐγὼ δὲ τοσούτου δέω ἔξαρνος γενέσθαι ὡς οὐκ εἶπον αὐτά, ἢ ἀπολογίαν τινὰ μεμελετηκὼς ἀφῖχθαι, ὥστε καὶ εἴ τινα ἢ αὐτὸς ἀπεσιώπησεν ἢ ἐγὼ μὴ πρότερον ἔφθην εἰρηκώς, νῦν προσθήσειν μοι δοκῶ.
我绝不否认我说过这些话,也没有带着事先准备好的辩词来到这里,以至于如果有什么是他保持沉默、或者我之前未曾说过的,我想我现在还要把它们补上去。
οὕτως γὰρ ἂν μάθοις οὕστινας ἀπεκήρυττον καὶ κακῶς ἠγόρευον ἀλαζόνας καὶ γόητας ἀποκαλῶν.
因为这样你就能明白,我称之为骗子和诈欺者、并把他们拍卖和恶毒攻击的,究竟是怎样的一群人。
καί μοι μόνον τοῦτο παραφυλάττετε, εἰ ἀληθῆ περὶ αὐτῶν ἐρῶ.
请你们只帮我留意这一点:我关于他们所说的是否属实。
εἰ δέ τι βλάσφημον ἢ τραχὺ φαίνοιτο ἔχων ὁ λόγος, οὐ τὸν διελέγχοντα ἐμέ, ἀλλʼ ἐκείνους ἂν οἶμαι δικαιότερον αἰτιάσαισθε, τοιαῦτα ποιοῦντας.
如果我的话语中显得有任何诽谤或粗暴之处,我想你们更应该公正地去指责那些做出这种事情的人,而不是指责进行揭露的我。
ἐγὼ γὰρ ἐπειδὴ τάχιστα συνεῖδον ὁπόσα τοῖς ῥητορεύουσιν ἀναγκαῖον τὰ δυσχερῆ προσεῖναι, ἀπάτην καὶ ψεῦδος καὶ θρασύτητα καὶ βοὴν καὶ ὠθισμοὺς καὶ μυρία ἄλλα, ταῦτα μέν, ὥσπερ εἰκὸς ἦν, ἀπέφυγον, ἐπὶ δὲ τὰ σά, ὦ Φιλοσοφία, καλὰ ὁρμήσας ἠξίουν ὁπόσον ἔτι μοι λοιπὸν τοῦ βίου καθάπερ ἐκ ζάλης καὶ κλύδωνος εἰς εὔδιόν τινα λιμένα ἐσπλεύσας ὑπὸ σοὶ σκεπόμενος καταβιῶναι.
因为我一发现那些从事演说的人必然伴随着多少令人厌恶的事——欺骗、谎言、厚颜、大喊大叫、推推搡搡以及无数其他事情——我就自然而然地避开了这些,并投奔向你那美好的教导,哲学啊,我希望能像从风暴和大浪中驶入风平浪静的港口一样,在你的庇护下度过我所剩的余生。
§30Παρρησιάδης
κἀπειδὴ μόνον παρέκυψα εἰς τὰ ὑμέτερα, σὲ μέν, ὥσπερ ἀναγκαῖον ἦν, καὶ τούσδε ἅπαντας ἐθαύμαζον ἀρίστου βίου νομοθέτας ὄντας καὶ τοῖς ἐπʼ αὐτὸν ἐπειγομένοις χεῖρα ὀρέγοντας, τὰ κάλλιστα καὶ συμφορώτατα παραινοῦντας, εἴ τις μὴ παραβαίνοι αὐτὰ μηδὲ διολισθάνοι, ἀλλʼ ἀτενὲς ἀποβλέπων εἰς τοὺς κανόνας οὓς προτεθείκατε, πρὸς τούτους ῥυθμίζοι καὶ ἀπευθύνοι τὸν ἑαυτοῦ βίον, ὅπερ νὴ Δία καὶ τῶν καθʼ ὑμᾶς αὐτοὺς ὀλίγοι ποιοῦσιν.
帕雷西亚德斯当我仅仅向你们的领域窥视了一眼时,我自然而然地对你以及这里的每一个人感到由衷的敬佩,因为你们是最优秀生活方式的立法者,向那些急于追求它的人伸出手,劝告人们最美好、最有益的事情。 只要人不违背这些,也不偏离正轨,而是目不转睛地注视着你们所树立的标准,并根据这些标准来调整和端正自己的生活。 ——但凭宙斯起誓,你们的追随者中只有极少数人能做到这一点。
§31Παρρησιάδης
ὁρῶν δὲ πολλοὺς οὐκ ἔρωτι φιλοσοφίας ἐχομένους ἀλλὰ δόξης μόνον τῆς ἀπὸ τοῦ πράγματος ἐφιεμένους, καὶ τὰ μὲν πρόχειρα ταῦτα καὶ δημόσια καὶ ὁπόσα παντὶ μιμεῖσθαι ῥᾴδιον εὖ μάλα ἐοικότας ἀγαθοῖς ἀνδράσι, τὸ γένειον λέγω καὶ τὸ βάδισμα καὶ τὴν ἀναβολήν, ἐπὶ δὲ τοῦ βίου καὶ τῶν πραγμάτων ἀντιφθεγγομένους τῷ σχήματι καὶ τἀναντία ὑμῖν ἐπιτηδεύοντας καὶ διαφθείροντας τὸ ἀξίωμα τῆς ὑποσχέσεως, ἠγανάκτουν, καὶ τὸ πρᾶγμα ὅμοιον ἐδόκει μοι καθάπερ ἂν εἴ τις ὑποκριτὴς τραγῳδίας μαλθακὸς αὐτὸς ὢν καὶ γυναικεῖος Ἀχιλλέα ἢ Θησέα ἢ καὶ τὸν Ἡρακλέα ὑποκρίνοιτο αὐτὸν μήτε βαδίζων μήτε βοῶν ἡρωϊκόν, ἀλλὰ θρυπτόμενος ὑπὸ τηλικούτῳ προσωπείῳ, ὃν οὐδʼ ἂν ἡ Ἑλένη ποτὲ ἢ Πολυξένη ἀνάσχοιντο πέρα τοῦ μετρίου αὐταῖς προσεοικότα, οὐχ ὅπως ὁ Ἡρακλῆς ὁ Καλλίνικος, ἀλλά μοι δοκεῖ τάχιστʼ ἂν ἐπιτρῖψαι τῷ ῥοπάλῳ παίων τοῦτον αὐτόν τε καὶ τὸ προσωπεῖον, οὕτως ἀτίμως κατατεθηλυμμένος πρὸς αὐτοῦ.
帕雷西亚德斯然而,我看到许多人并非出于对哲学的热爱,而仅仅是追求因哲学而来的名声。 在那些显而易见、人人都能轻易模仿的公共方面,例如胡须、步态和斗篷的穿戴,他们看起来非常像善人,但在实际生活和行为中,他们却与自己的装束背道而驰,做着与你们的教导相反的事,败坏了他们誓言的尊严。 这让我感到愤慨。 这在我看来,就像是一个悲剧演员,他自己软弱而具有女人气,却去扮演阿喀琉斯、忒修斯,甚至赫拉克勒斯本人,既没有英雄般的步态,也没有英雄般的呐喊,而是在如此宏伟的面具下装腔作势。 由于他与海伦或波吕克塞娜过于相似,甚至连她们都不会容忍他,更不用说克敌制胜的赫拉克勒斯了。 我想赫拉克勒斯会立刻用他的大棒砸碎这个人和他的面具,因为他被这个人如此无耻地女性化了。
§32Παρρησιάδης
τοιαῦτα καὶ αὐτὸς ὑμᾶς πάσχοντας ὑπʼ ἐκείνων ὁρῶν οὐκ ἤνεγκα τὴν αἰσχύνην τῆς ὑποκρίσεως, εἰ πίθηκοι ὄντες ἐτόλμησαν ἡρώων προσωπεῖα περιθέσθαι ἢ τὸν ἐν Κύμῃ ὄνον μιμήσασθαι, ὃς λεοντῆν περιβαλόμενος ἠξίου λέων αὐτὸς εἶναι, πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους ὀγκώμενος μάλα τραχὺ καὶ καταπληκτικόν, ἄχρι δή τις αὐτὸν ξένος καὶ λέοντα ἰδὼν καὶ ὄνον πολλάκις ἤλεγξε καὶ ἀπεδίωξε παίων τοῖς ξύλοις.
帕雷西亚德斯看到你们被那些人如此对待,我自己也无法忍受这种虚伪的耻辱——他们明明是猴子,却敢戴上英雄的面具,或者模仿库墨的那只驴子。 那只驴子披着狮子皮,自以为是狮子,向着不知情的库墨人发出极其粗暴和恐怖的叫声,直到一个经常见过狮子和驴子的异乡人拆穿了它,并用棍棒击打它,把它赶跑。
Ὃ δὲ μάλιστά μοι δεινόν, ὦ Φιλοσοφία, κατεφαίνετο, τοῦτο ἦν· οἱ γὰρ ἄνθρωποι εἴ τινα τούτων ἑώρων πονηρὸν ἢ ἄσχημον ἢ ἀσελγές τι ἐπιτηδεύοντα, οὐκ ἔστιν ὅστις οὐ Φιλοσοφίαν αὐτὴν ᾐτιᾶτο καὶ τὸν Χρύσιππον εὐθὺς ἢ Πλάτωνα ἢ Πυθαγόραν ἢ ὅτου ἐπώνυμον αὑτὸν ὁ διαμαρτάνων ἐκεῖνος ἐποιεῖτο καὶ οὗ τοὺς λόγους ἐμιμεῖτο·
哲学啊,在我看来最可怕的是这件事:如果人们看到这些人中有人做着邪恶、失礼或淫乱的事,没有人不把责任归咎于哲学本身,并立刻怪罪克律西波斯、柏拉图、毕达哥拉斯,或者那个犯错者所冒用其名、模仿其言论的任何一位哲人。
καὶ ἀπὸ τοῦ κακῶς βιοῦντος πονηρὰ περὶ ὑμῶν εἴκαζον τῶν πρὸ πολλοῦ τεθνηκότων·
人们根据那个生活腐败的人,对早已去世的你们做出了恶意的推测。
οὐ γὰρ παρὰ ζῶντας ὑμᾶς ἡ ἐξέτασις αὐτοῦ ἐγίγνετο, ἀλλʼ ὑμεῖς μὲν ἐκποδών, ἐκεῖνον δὲ ἑώρων σαφῶς ἅπαντες δεινὰ καὶ ἄσεμνα ἐπιτηδεύοντα, ὥστε ἐρήμην ἡλίσκεσθε μετʼ αὐτοῦ καὶ ἐπὶ τὴν ὁμοίαν διαβολὴν συγκατεσπᾶσθε.
因为对他的审判并不是在你们活着的时候进行的,你们早已不在人世,而所有人都能清楚地看到他做着可怕和不雅的事,结果你们在缺席审讯中与他一同被判定有罪,并被拖入了同样的诽谤之中。