§22Φιλοσοφία
Εἶεν·
哲学よろしい。
ἡμεῖς μὲν ὑμῖν καὶ δὴ καθήμεθα ἕτοιμοι ἀκούειν τῶν λόγων, ὑμεῖς δὲ προελόμενοί τινα ἐξ ἁπάντων, ὅστις ἄριστα κατηγορῆσαι ἂν δοκεῖ, συνείρετε τὴν κατηγορίαν καὶ διελέγχετε·
私たちはあなたがたのために、こうしてすでに席に着き、弁論を聞く準備ができています。 あなたがたは全員の中から、最も上手く告発できそうな者を一人選び、その告発をまとめ上げ、吟味しなさい。
πάντας γὰρ ἅμα λέγειν ἀμήχανον.
全員が同時に話すことは不可能ですから。
σὺ δέ, ὦ Παρρησιάδη, ἀπολογήσῃ τὸ μετὰ τοῦτο.
そしてパルレーシアデース、あなたはその後に弁明をしなさい。
Πλάτων
τίς οὖν ὁ ἐπιτηδειότατος ἐξ ἡμῶν ἂν γένοιτο πρὸς τὴν δίκην;
プラトンでは、私たちのうちで、この裁判に最も適しているのは誰でしょうか。
Χρύσιππος
σύ, ὦ Πλάτων.
クリュシッポスあなたです、プラトン。
ἥ τε γὰρ μεγαλόνοια θαυμαστὴ καὶ ἡ καλλιφωνία δεινῶς Ἀττικὴ καὶ τὸ κεχαρισμένον καὶ πειθοῦς μεστὸν ἥ τε σύνεσις καὶ τὸ ἀκριβὲς καὶ τὸ ἐπαγωγὸν ἐν καιρῷ τῶν ἀποδείξεων, πάντα ταῦτά σοι ἀθρόα πρόσεστιν·
素晴らしい気高さ、恐ろしくアッティカ的な美声、説得力に満ちた優美さ、そして知性、正確さ、時宜を得た証明の説得力、これらすべてがあなたに一挙に備わっています。
ὥστε τὴν προηγορίαν δέχου καὶ ὑπὲρ ἁπάντων εἰπὲ τὰ εἰκότα.
ですから、代表弁論を引き受け、全員のために道理にかなったことを言いなさい。
νῦν ἀναμνήσθητι πάντων ἐκείνων καὶ συμφόρει εἰς τὸ αὐτό, εἴ τί σοι πρὸς Γοργίαν ἢ Πῶλον ἢ Πρόδικον ἢ Ἱππίαν εἴρηται·
さあ、かつてあなたがゴルギアスやポロス、プロディコスやヒッピアスに対して語ったことすべてを思い起こし、一つに集めなさい。
δεινότερος οὗτός ἐστιν.
この男は彼らより恐るべき相手です。
ἐπίπαττε οὖν καὶ τῆς εἰρωνείας καὶ τὰ κομψὰ ἐκεῖνα καὶ συνεχῆ ἐρώτα, κἄν σοι δοκῇ, κἀκεῖνό που παράβυσον, ὡς
ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων
ἀγανακτήσειεν ἄν, εἰ μὴ οὗτος ὑπόσχοι τὴν δίκην.
ですから、あの皮肉を振りかけ、あの巧妙な問いを絶え間なく浴びせ、もしあなたにその気がおありなら、あの箇所、すなわち「天にまします大いなるゼウスが、翼ある戦車を駆りつつ」もしこの男が裁判に服さなければお怒りになるだろう、という箇所をも、どこかに押し込みなさい。
§23Πλάτων
μηδαμῶς, ἀλλά τινα τῶν σφοδροτέρων προχειρισώμεθα, Διογένη τοῦτον ἢ Ἀντισθένη ἢ Κράτητα ἢ καὶ σέ, ὦ Χρύσιππε·
プラトンとんでもない、むしろもっと激しい気性の者を一人立てましょう、このディオゲネスか、アンティステネス、クラテス、あるいはクリュシッポス、あなたでもよい。
οὐ γὰρ δὴ κάλλους ἐν τῷ παρόντι καὶ δεινότητος συγγραφικῆς ὁ καιρός, ἀλλά τινος ἐλεγκτικῆς καὶ δικανικῆς παρασκευῆς·
というのも、現下は文筆上の美や精妙さを発揮すべき時ではなく、何か吟味と司法の備えが必要な時だからです。
ῥήτωρ δὲ ὁ Παρρησιάδης ἐστίν.
それにパルレーシアデースは弁論家なのです。
Διογένης
ἀλλʼ ἐγὼ αὐτοῦ κατηγορήσω·
ディオゲネスならば私が彼を告発しよう。
οὐδὲ γὰρ πάνυ μακρῶν οἶμαι τῶν λόγων δεήσεσθαι.
そもそも、それほど長い弁論が必要だとも思えない。
καὶ ἄλλως ὑπὲρ ἅπαντας ὕβρισμαι δύʼ ὀβολῶν πρῴην ἀποκεκηρυγμένος.
それに何より、私は先日、わずか二オボロスで競り落とされるという、誰よりもひどい侮辱を受けたのだ。
Πλάτων
ὁ Διογένης, ὦ Φιλοσοφία, ἐρεῖ τὸν λόγον ὑπὲρ ἁπάντων.
プラトン哲学よ、ディオゲネスが全員を代表して弁論を行います。
μέμνησο δέ, ὦ γενναῖε, μὴ τὰ σεαυτοῦ μόνον πρεσβεύειν ἐν τῇ κατηγορίᾳ, τὰ κοινὰ δὲ ὁρᾶν·
だが、気高き友よ、告発において自分自身の利害ばかりを重んじることなく、共通の利益に目を配ることを忘れないでほしい。
εἰ γάρ τι καὶ πρὸς ἀλλήλους διαφερόμεθα ἐν τοῖς δόγμασι, σὺ δὲ τοῦτο μὲν μὴ ἐξέταζε, μηδὲ ὅστις ἐστὶν ὁ ἀληθέστερος νῦν λέγε, ὅλως δὲ ὑπὲρ Φιλοσοφίας αὐτῆς ἀγανάκτει περιυβρισμένης καὶ κακῶς ἀκουούσης ἐν τοῖς Παρρησιάδου λόγοις, καὶ τὰς προαιρέσεις ἀφείς, ἐν αἷς διαλλάττομεν, ὃ κοινὸν ἅπαντες ἔχομεν, τοῦτο ὑπερμάχει.
私たちのドグマにおいて互いに多少の意見の相違があるとしても、今はそれを詮索せず、どちらがより真実であるかを今語ることもせず、全体として哲学そのものがパルレーシアデースの言論によって甚だしく侮辱され、悪評を立てられていることに憤慨しなさい。 私たちが袂を分かっている各党派のこだわりは脇に置いて、私たち全員が共通して持っているもののために戦うのだ。
ὅρα·
見よ、私たちはあなた一人を代表に立てたのだ。
σὲ μόνον προεστησάμεθα καὶ ἐν σοὶ τὰ πάντα ἡμῶν νῦν κινδυνεύεται, ἢ σεμνότατα δόξαι ἢ τοιαῦτα πιστευθῆναι οἷα οὗτος ἀπέφηνε.
私たちのすべての名誉は、今やあなたにかかっている。 最も尊厳あるものと見なされるか、あるいはこの男が暴き立てた通りのものと信じ込まれてしまうか、どちらかである。
§24Διογένης
θαρρεῖτε, οὐδὲν ἐλλείψομεν·
ディオゲネス案じるな、何の抜かりもない。
ὑπὲρ ἁπάντων ἐρῶ.
全員のために語ろう。
κἂν ἡ Φιλοσοφία δὲ πρὸς τοὺς λόγους ἐπικλασθεῖσα — φύσει γὰρ ἥμερος καὶ πρᾶός ἐστιν — ἀφεῖναι διαβουλεύηται αὐτόν, ἀλλʼ οὐ τὰ ἐμὰ ἐνδεήσει·
たとえ哲学が彼の言論に心を和らげられ――彼女は生まれつき穏やかで優しいからな――彼を放免しようと相談し始めたとしても、私の側が不足することはない。
δείξω γὰρ αὐτῷ ὅτι μὴ μάτην ξυλοφοροῦμεν.
私たちが無駄に棍棒を携えているのではないことを、彼に思い知らせてやろう。
Φιλοσοφία
τοῦτο μὲν μηδαμῶς, ἀλλὰ τῷ λόγῳ μᾶλλον·
哲学それは絶対にやめなさい。
ἄμεινον γὰρ ἤπερ τῷ ξύλῳ.
むしろ言論で。 棍棒より言論による方が優れているのですから。
μὴ μέλλε δʼ οὖν.
さあ、ためらわずに。
ἤδη γὰρ ἐγκέχυται τὸ ὕδωρ καὶ πρὸς σὲ τὸ δικαστήριον ἀποβλέπει.
すでに水時計の水は注がれ、法廷はあなたに注目しています。
Παρρησιάδης
οἱ λοιποὶ καθιζέτωσαν, ὦ Φιλοσοφία, καὶ ψηφοφορείτωσαν μεθʼ ὑμῶν, Διογένης δὲ κατηγορείτω μόνος.
パルレーシアデース哲学よ、残りの人々も着席し、あなた方と一緒に投票するようにしてください。 ディオゲネス一人に告発させましょう。
Φιλοσοφία
οὐ δέδιας οὖν μή σου καταψηφίσωνται;
哲学では、彼らがあなたに有罪の票を投じることを恐れないのですか。
Παρρησιάδης
οὐδαμῶς·
パルレーシアデース全く恐れません。
πλείοσι γοῦν κρατῆσαι βούλομαι.
むしろ圧倒的多数の票で勝ちたいのです。
Φιλοσοφία
γενναῖά σου ταῦτα·
哲学見事な覚悟です。
καθίσατε δʼ οὖν.
では着席しなさい。
σὺ δέ, ὦ Διόγενες, λέγε.
ディオゲネス、あなたは話しなさい。