§25Διογένης
οἷοι μὲν ἡμεῖς ἄνδρες ἐγενόμεθα παρὰ τὸν βίον, ὦ Φιλοσοφία, πάνυ ἀκριβῶς οἶσθα καὶ οὐδὲν δεῖ λόγων·
第欧根尼哲学啊,我们在世时是怎样的人,你非常清楚,完全不需要多言。
ἵνα γὰρ τὸ κατʼ ἐμὲ σιωπήσω, ἀλλὰ Πυθαγόραν τοῦτον καὶ Πλάτωνα καὶ Ἀριστοτέλη καὶ Χρύσιππον καὶ τοὺς ἄλλους τίς οὐκ οἶδεν ὅσα εἰς τὸν βίον καλὰ εἰσεκομίσαντο;
因为且不说我自己的情况,谁不知道这个毕达哥拉斯、柏拉图、亚里士多德、克律西波斯以及其他人,给人类生活带来了多少美好的东西?
ἃ δὲ τοιούτους ὄντας ἡμᾶς ὁ τρισκατάρατος οὑτοσὶ Παρρησιάδης ὕβρικεν ἤδη ἐρῶ.
但是,对于我们这些如此优秀的人,这个该死的帕雷西亚德斯是如何侮辱我们的,我现在就要说。
ῥήτωρ γάρ τις, ὥς φασιν, ὤν, ἀπολιπὼν τὰ δικαστήρια καὶ τὰς ἐν ἐκείνοις εὐδοκιμήσεις, ὁπόσον ἢ δεινότητος ἢ ἀκμῆς ἐπεπόριστο ἐν τοῖς λόγοις, τοῦτο πᾶν ἐφʼ ἡμᾶς συσκευασάμενος οὐ παύεται αὐτὸς μὲν ἀγορεύων κακῶς γόητας καὶ ἀπατεῶνας ἀποκαλῶν, τὰ πλήθη δὲ ἀναπείθων καταγελᾶν ἡμῶν καὶ καταφρονεῖν ὡς τὸ μηδὲν ὄντων·
因为,正如人们所说,他是一个演说家,却放弃了法庭和在其中的名声,把他指在言论中所获得的一切巧妙和锋芒全都纠集起来对付我们。 他不断地口出恶言,称我们为骗子和欺诈者,并说服大众嘲笑我们、鄙视我们,把我们当作无足轻重的人。
μᾶλλον δὲ καὶ μισεῖσθαι πρὸς τῶν πολλῶν ἤδη πεποίηκεν αὐτούς τε ἡμᾶς καὶ σὲ τὴν Φιλοσοφίαν, φληνάφους καὶ λήρους ἀποκαλῶν τὰ σὰ καὶ τὰ σπουδαιότατα ὧν ἡμᾶς ἐπαίδευσας ἐπὶ χλευασμῷ διεξιών, ὥστε αὐτὸν μὲν κροτεῖσθαι καὶ ἐπαινεῖσθαι πρὸς τῶν θεατῶν, ἡμᾶς δὲ ὑβρίζεσθαι.
或者更确切地说,他已经使我们自己以及你,也就是哲学,被大众所憎恨,他把你的教导称为废话和胡言乱语,并带着嘲讽详细描述你教育我们的那些最严肃的事物,以至于他自己受到观众的鼓掌和赞扬,而我们却遭受侮辱。
φύσει γὰρ τοιοῦτόν ἐστιν ὁ πολὺς λεώς, χαίρουσι τοῖς ἀποσκώπτουσιν καὶ λοιδορουμένοις, καὶ μάλισθʼ ὅταν τὰ σεμνότατα εἶναι δοκοῦντα διασύρηται, ὥσπερ ἀμέλει καὶ πάλαι ἔχαιρον Ἀριστοφάνει καὶ Εὐπόλιδι Σωκράτη τουτονὶ ἐπὶ χλευασίᾳ παράγουσιν ἐπὶ τὴν σκηνὴν καὶ κωμῳδοῦσιν ἀλλοκότους τινὰς περὶ αὐτοῦ κωμῳδίας.
因为普通大众天生就是这样,他们喜欢那些嘲讽和辱骂的人,尤其是当那些看似最神圣的事物被丑化时。 这正如很久以前他们喜欢阿里斯托芬和欧波利斯一样,当时他们把这个苏格拉底带上舞台进行嘲弄,并上演关于他的奇特喜剧。
καίτοι ἐκεῖνοι μὲν καθʼ ἑνὸς ἀνδρὸς ἐτόλμων τοιαῦτα, καὶ ἐν Διονυσίοις ἐφειμένον αὐτὸ ἔδρων, καὶ τὸ σκῶμμα ἐδόκει μέρος τι τῆς ἑορτῆς, καὶ
"ὁ θεὸς ἴσως ἔχαιρε φιλόγελώς τις ὤν. "
然而,那些人只是针对一个人敢于做出这样的事,并且是在允许这样做的迪奥尼西亚节期间进行的,而且这种嘲弄被视为节日的一部分,并且“神或许也感到高兴,因为他是乐于欢笑的”。
§26Διογένης
ὁ δὲ τοὺς ἀρίστους συγκαλῶν, ἐκ πολλοῦ φροντίσας καὶ παρασκευασάμενος καὶ βλασφημίας τινὰς εἰς παχὺ βιβλίον ἐγγράψας, μεγάλῃ τῇ φωνῇ ἀγορεύει κακῶς Πλάτωνα, Πυθαγόραν, Ἀριστοτέλη τοῦτον, Χρύσιππον ἐκεῖνον, ἐμὲ καὶ ὅλως ἅπαντας οὔτε ἑορτῆς ἐφιείσης οὔτε ἰδίᾳ τι πρὸς ἡμῶν παθών·
第欧根尼但是这个人,把最优秀的人召集在一起,经过长时间的思考和准备,并在一本厚书里写下了某些诽谤之词,然后大声地恶毒攻击柏拉图、毕达哥拉斯、这个亚里士多德、那个克律西波斯、我,以及绝对的所有人。
εἶχε γὰρ ἄν τινα συγγνώμην αὐτῷ τὸ πρᾶγμα, εἰ ἀμυνόμενος, ἀλλὰ μὴ ἄρχων αὐτὸς ἔδρα.
这既不是节日所允许的,他也未曾私下受到我们任何伤害;因为如果他是为了自卫而做,而不是自己作为挑衅者,这件事或许还能得到一些宽恕。
ὃ δὲ πάντων δεινότατον, ὅτι τοιαῦτα ποιῶν καὶ τὸ σὸν ὄνομα, ὦ Φιλοσοφία, ὑποδύεται καὶ ὑπελθὼν τὸν Διάλογον ἡμέτερον οἰκέτην ὄντα, τούτῳ συναγωνιστῇ καὶ ὑποκριτῇ χρῆται καθʼ ἡμῶν, ἔτι καὶ Μένιππον ἀναπείσας ἑταῖρον ἡμῶν ἄνδρα συγκωμῳδεῖν αὐτῷ τὰ πολλά, ὃς μόνος οὐ πάρεστιν οὐδὲ κατηγορεῖ μεθʼ ἡμῶν, προδοὺς τὸ κοινόν.
但最可怕的是,他在做这些事的同时,还假冒你的名字,哲学啊,并拉拢我们的仆人“对话”,用他作为对抗我们的盟友和演员,甚至说服了我们的同伴梅尼普斯在大多数时候和他一起用喜剧嘲弄我们——只有他一个人不在场,也没有和我们一起控告,他背叛了共同的事业。
§27Διογένης
ἀνθʼ ὧν ἁπάντων ἄξιόν ἐστιν ὑποσχεῖν αὐτὸν τὴν δίκην.
第欧根尼为了这一切,他理应受到惩罚。
ἢ τί γὰρ ἂν εἰπεῖν ἔχοι τὰ σεμνότατα διασύρας ἐπὶ τοσούτων μαρτύρων;
因为在这么多证人面前丑化了最神圣的事物,他还能说出什么来呢?
χρήσιμον γοῦν καὶ πρὸς ἐκείνους τὸ τοιοῦτον, εἰ θεάσαιντο αὐτὸν κολασθέντα, ὡς μηδὲ ἄλλος τις ἔτι καταφρονοίη Φιλοσοφίας· ἐπεὶ τό γε τὴν ἡσυχίαν ἄγειν καὶ ὑβριζόμενον ἀνέχεσθαι οὐ μετριότητος, ἀλλὰ ἀνανδρίας καὶ εὐηθείας εἰκότως ἂν νομίζοιτο.
如果他们看到他受到惩罚,这种事情至少对他们也是有益的,这样就再也没有人会鄙视哲学了;因为保持沉默和忍受侮辱,按常理不会被视为谦逊,而是会被视为懦弱和愚蠢。
τὰ μὲν γὰρ τελευταῖα τίνι φορητά;
因为最近发生的事情谁能忍受?
ὃς καθάπερ τὰ ἀνδράποδα παραγαγὼν ἡμᾶς ἐπὶ τὸ πωλητήριον καὶ κήρυκα ἐπιστήσας ἀπημπόλησεν, ὥς φασιν, τοὺς μὲν ἐπὶ πολλῷ, ἐνίους δὲ μνᾶς Ἀττικῆς, ἐμὲ δὲ ὁ παμπονηρότατος οὗτος δύʼ ὀβολῶν· οἱ παρόντες δὲ ἐγέλων.
他像对待奴隶一样把我们带到拍卖场,设立了传令官,把我们卖掉,正如人们所说,有的卖了高价,有的卖了一雅典米纳,而我,被这个极其邪恶的家伙以两奥博尔的价格卖掉;在场的人都在笑。
ἀνθʼ ὧν αὐτοί τε ἀνεληλύθαμεν ἀγανακτήσαντες καὶ σὲ ἀξιοῦμεν τιμωρήσειν ἡμῖν τὰ ἔσχατα ὑβρισμένοις.
因此,我们自己愤而来到这里,请求你为受到极度侮辱的我们复仇。
§28Πλάτων
εὖ γε, ὦ Διόγενες, ὑπὲρ ἁπάντων καλῶς ὁπόσα ἐχρῆν ἅπαντα εἴρηκας.
柏拉图好啊,第欧根尼! 你代表大家把该说的都说得好极了,极其完备。
Φιλοσοφία
παύσασθε ἐπαινοῦντες· ἔγχει τῷ ἀπολογουμένῳ.
哲学不要再赞美了;给辩护人倒水。
σὺ δὲ ὁ Παρρησιάδης λέγε ἤδη ἐν τῷ μέρει· σοὶ γὰρ τὸ νῦν ῥεῖ.
你,帕雷西亚德斯,现在轮到你发言了;现在水是为你而流的。
μὴ μέλλε οὖν.
不要拖延了。