§22Φιλοσοφία
Εἶεν·
哲学好,我们已经为你们坐定,准备好听取辩论了。
ἡμεῖς μὲν ὑμῖν καὶ δὴ καθήμεθα ἕτοιμοι ἀκούειν τῶν λόγων, ὑμεῖς δὲ προελόμενοί τινα ἐξ ἁπάντων, ὅστις ἄριστα κατηγορῆσαι ἂν δοκεῖ, συνείρετε τὴν κατηγορίαν καὶ διελέγχετε· πάντας γὰρ ἅμα λέγειν ἀμήχανον.
你们大家选出一位看起来最善于控告的人,由他把控诉整理并进行驳斥;因为大家同时发言是不可能的。
σὺ δέ, ὦ Παρρησιάδη, ἀπολογήσῃ τὸ μετὰ τοῦτο.
而你,帕雷西亚德斯,在此之后进行自辩。
Πλάτων
τίς οὖν ὁ ἐπιτηδειότατος ἐξ ἡμῶν ἂν γένοιτο πρὸς τὴν δίκην;
柏拉图那么我们之中谁最适合这场诉讼呢?
Χρύσιππος
σύ, ὦ Πλάτων.
克律西波斯是你,柏拉图。
ἥ τε γὰρ μεγαλόνοια θαυμαστὴ καὶ ἡ καλλιφωνία δεινῶς Ἀττικὴ καὶ τὸ κεχαρισμένον καὶ πειθοῦς μεστὸν ἥ τε σύνεσις καὶ τὸ ἀκριβὲς καὶ τὸ ἐπαγωγὸν ἐν καιρῷ τῶν ἀποδείξεων, πάντα ταῦτά σοι ἀθρόα πρόσεστιν·
因为令人赞叹的宏大胸怀、极其雅典式的优美声音、充满说服力的儒雅、以及聪明才智、严谨态度和适时的证明吸引力,所有这些都集中在你身上。
ὥστε τὴν προηγορίαν δέχου καὶ ὑπὲρ ἁπάντων εἰπὲ τὰ εἰκότα.
因此,请接受代言人的身份,代表大家陈述合理的诉求。
νῦν ἀναμνήσθητι πάντων ἐκείνων καὶ συμφόρει εἰς τὸ αὐτό, εἴ τί σοι πρὸς Γοργίαν ἢ Πῶλον ἢ Πρόδικον ἢ Ἱππίαν εἴρηται· δεινότερος οὗτός ἐστιν.
现在,请回想并把所有那些对付高尔吉亚、波洛斯、普罗迪科斯和希庇亚斯时说过的话聚集在一起;这人可比他们更难对付。
ἐπίπαττε οὖν καὶ τῆς εἰρωνείας καὶ τὰ κομψὰ ἐκεῖνα καὶ συνεχῆ ἐρώτα, κἄν σοι δοκῇ, κἀκεῖνό που παράβυσον, ὡς
ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων
ἀγανακτήσειεν ἄν, εἰ μὴ οὗτος ὑπόσχοι τὴν δίκην.
因此,请撒上你的反讽,不断提出那些精妙的问题,如果你觉得合适,就在某处塞进那个段落,大意是 “天上的伟大宙斯驾着有翼战车” 如果这人不受惩罚,他也会感到愤怒。
§23Πλάτων
μηδαμῶς, ἀλλά τινα τῶν σφοδροτέρων προχειρισώμεθα, Διογένη τοῦτον ἢ Ἀντισθένη ἢ Κράτητα ἢ καὶ σέ, ὦ Χρύσιππε·
柏拉图千万别这样,还是让我们推举一个更激烈的人吧,这个第欧根尼,或者安提斯泰尼、克拉特斯,甚至是克律西波斯你。
οὐ γὰρ δὴ κάλλους ἐν τῷ παρόντι καὶ δεινότητος συγγραφικῆς ὁ καιρός, ἀλλά τινος ἐλεγκτικῆς καὶ δικανικῆς παρασκευῆς· ῥήτωρ δὲ ὁ Παρρησιάδης ἐστίν.
因为目前显然不是展现文笔之美和技巧的时候,而是需要某种驳斥和法庭辩论的准备;而帕雷西亚德斯是个演说家。
Διογένης
ἀλλʼ ἐγὼ αὐτοῦ κατηγορήσω· οὐδὲ γὰρ πάνυ μακρῶν οἶμαι τῶν λόγων δεήσεσθαι.
第欧根尼那就由我来控告他吧;因为我认为我不需要太长的发言。
καὶ ἄλλως ὑπὲρ ἅπαντας ὕβρισμαι δύʼ ὀβολῶν πρῴην ἀποκεκηρυγμένος.
况且,我受到的侮辱最甚,前几天竟然以两奥博尔的价格被拍卖了。
Πλάτων
ὁ Διογένης, ὦ Φιλοσοφία, ἐρεῖ τὸν λόγον ὑπὲρ ἁπάντων.
柏拉图哲学啊,第欧根尼将代表所有人发言。
μέμνησο δέ, ὦ γενναῖε, μὴ τὰ σεαυτοῦ μόνον πρεσβεύειν ἐν τῇ κατηγορίᾳ, τὰ κοινὰ δὲ ὁρᾶν·
请记住,高尚的朋友,在控诉中不要只顾你个人的事情,而要着眼于共同的利益。
εἰ γάρ τι καὶ πρὸς ἀλλήλους διαφερόμεθα ἐν τοῖς δόγμασι, σὺ δὲ τοῦτο μὲν μὴ ἐξέταζε, μηδὲ ὅστις ἐστὶν ὁ ἀληθέστερος νῦν λέγε, ὅλως δὲ ὑπὲρ Φιλοσοφίας αὐτῆς ἀγανάκτει περιυβρισμένης καὶ κακῶς ἀκουούσης ἐν τοῖς Παρρησιάδου λόγοις, καὶ τὰς προαιρέσεις ἀφείς, ἐν αἷς διαλλάττομεν, ὃ κοινὸν ἅπαντες ἔχομεν, τοῦτο ὑπερμάχει.
因为即使我们在教义上彼此有些分歧,你现在也不要探究这些,也不要说明现在谁更正确,而是要为哲学本身作为整体受到肆意侮辱、并在帕雷西亚德斯的言论中备受毁谤而感到愤慨。 放下我们分歧所在的派系立场,为我们大家所共有的东西而战。
ὅρα· σὲ μόνον προεστησάμεθα καὶ ἐν σοὶ τὰ πάντα ἡμῶν νῦν κινδυνεύεται, ἢ σεμνότατα δόξαι ἢ τοιαῦτα πιστευθῆναι οἷα οὗτος ἀπέφηνε.
看啊,我们只推举了你一人,我们的一切现在全维系在你的身上:要么显得最崇高,要么被信以为是这个家伙所描绘的那种样子。
§24Διογένης
θαρρεῖτε, οὐδὲν ἐλλείψομεν· ὑπὲρ ἁπάντων ἐρῶ.
第欧根尼放心吧,我们绝不会有任何松懈;我将代表所有人发言。
κἂν ἡ Φιλοσοφία δὲ πρὸς τοὺς λόγους ἐπικλασθεῖσα — φύσει γὰρ ἥμερος καὶ πρᾶός ἐστιν — ἀφεῖναι διαβουλεύηται αὐτόν, ἀλλʼ οὐ τὰ ἐμὰ ἐνδεήσει· δείξω γὰρ αὐτῷ ὅτι μὴ μάτην ξυλοφοροῦμεν.
即使哲学因他的话而心软——因为她天性温和柔顺——并考虑放过他,但我这里绝不会有任何缺失;因为我要让他知道,我们带木棍可不是白带的。
Φιλοσοφία
τοῦτο μὲν μηδαμῶς, ἀλλὰ τῷ λόγῳ μᾶλλον· ἄμεινον γὰρ ἤπερ τῷ ξύλῳ.
哲学千万别这样,而要用言论;因为用言论比用木棍更好。
μὴ μέλλε δʼ οὖν.
不要拖延了。
ἤδη γὰρ ἐγκέχυται τὸ ὕδωρ καὶ πρὸς σὲ τὸ δικαστήριον ἀποβλέπει.
因为水已经倒进去了,法廷正注视着你。
Παρρησιάδης
οἱ λοιποὶ καθιζέτωσαν, ὦ Φιλοσοφία, καὶ ψηφοφορείτωσαν μεθʼ ὑμῶν, Διογένης δὲ κατηγορείτω μόνος.
帕雷西亚德斯哲学啊,让其余的人坐下,和你们一起投票,让第欧根尼一人进行控诉吧。
Φιλοσοφία
οὐ δέδιας οὖν μή σου καταψηφίσωνται;
哲学那么,你不担心他们会投你投反对票吗?
Παρρησιάδης
οὐδαμῶς· πλείοσι γοῦν κρατῆσαι βούλομαι.
帕雷西亚德斯一点也不;我倒想以多票数获胜。
Φιλοσοφία
γενναῖά σου ταῦτα· καθίσατε δʼ οὖν.
哲学你这气魄令人敬佩;大家请坐下。
σὺ δέ, ὦ Διόγενες, λέγε.
你,第欧根尼,请讲。