- 底本
- Lucian, Vol. 3. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1921.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:22-24
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
哲学者たちは自分たちの代表としてディオゲネスを告発人に選び、共通の利益のために哲学全体を侮辱したパルレーシアデースを厳しく告発するよう促す。パルレーシアデースは余裕を見せ、哲学者全員が投票に参加することを望む。
Φιλοσοφία Εἶεν· ἡμεῖς μὲν ὑμῖν καὶ δὴ καθήμεθα ἕτοιμοι ἀκούειν τῶν λόγων, ὑμεῖς δὲ προελόμενοί τινα ἐξ ἁπάντων, ὅστις ἄριστα κατηγορῆσαι ἂν δοκεῖ, συνείρετε1 τὴν κατηγορίαν καὶ διελέγχετε· πάντας γὰρ ἅμα λέγειν ἀμήχανον. σὺ δέ, ὦ Παρρησιάδη, ἀπολογήσῃ τὸ μετὰ τοῦτο. Πλάτων τίς οὖν ὁ ἐπιτηδειότατος ἐξ ἡμῶν ἂν γένοιτο πρὸς τὴν δίκην; Χρύσιππος σύ, ὦ Πλάτων. ἥ τε γὰρ μεγαλόνοια θαυμαστὴ καὶ ἡ καλλιφωνία δεινῶς Ἀττικὴ καὶ τὸ κεχαρισμένον καὶ πειθοῦς μεστὸν ἥ τε σύνεσις καὶ τὸ ἀκριβὲς καὶ τὸ ἐπαγωγὸν ἐν καιρῷ τῶν ἀποδείξεων, πάντα ταῦτά σοι ἀθρόα πρόσεστιν· ὥστε τὴν προηγορίαν δέχου καὶ ὑπὲρ ἁπάντων εἰπὲ τὰ εἰκότα. νῦν ἀναμνήσθητι πάντων ἐκείνων καὶ συμφόρει εἰς τὸ αὐτό, εἴ τί σοι πρὸς Γοργίαν ἢ Πῶλον ἢ Πρόδικον ἢ Ἱππίαν εἴρηται· δεινότερος οὗτός ἐστιν. ἐπίπαττε οὖν καὶ τῆς εἰρωνείας καὶ τὰ κομψὰ ἐκεῖνα καὶ συνεχῆ ἐρώτα, κἄν σοι δοκῇ, κἀκεῖνό που παράβυσον, ὡς ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων ἀγανακτήσειεν ἄν,2 εἰ μὴ οὗτος ὑπόσχοι τὴν δίκην.
哲学 よろしい。私たちはあなたがたのために、こうしてすでに席に着き、弁論を聞く準備ができています。あなたがたは全員の中から、最も上手く告発できそうな者を一人選び、その告発をまとめ上げ、吟味しなさい。全員が同時に話すことは不可能ですから。そしてパルレーシアデース、あなたはその後に弁明をしなさい。 プラトン では、私たちのうちで、この裁判に最も適しているのは誰でしょうか。 クリュシッポス あなたです、プラトン。素晴らしい気高さ、恐ろしくアッティカ的な美声、説得力に満ちた優美さ、そして知性、正確さ、時宜を得た証明の説得力、これらすべてがあなたに一挙に備わっています。ですから、代表弁論を引き受け、全員のために道理にかなったことを言いなさい。さあ、かつてあなたがゴルギアスやポロス、プロディコスやヒッピアスに対して語ったことすべてを思い起こし、一つに集めなさい。この男は彼らより恐るべき相手です。ですから、あの皮肉を振りかけ、あの巧妙な問いを絶え間なく浴びせ、もしあなたにその気がおありなら、あの箇所、すなわち「天にまします大いなるゼウスが、翼ある戦車を駆りつつ」もしこの男が裁判に服さなければお怒りになるだろう、という箇所をも、どこかに押し込みなさい。
Πλάτων μηδαμῶς, ἀλλά τινα τῶν σφοδροτέρων προχειρισώμεθα, Διογένη τοῦτον ἢ Ἀντισθένη ἢ Κράτητα ἢ καὶ σέ, ὦ Χρύσιππε· οὐ γὰρ δὴ κάλλους ἐν τῷ παρόντι καὶ δεινότητος συγγραφικῆς ὁ καιρός, ἀλλά τινος ἐλεγκτικῆς καὶ δικανικῆς παρασκευῆς· ῥήτωρ δὲ ὁ Παρρησιάδης ἐστίν. Διογένης ἀλλʼ ἐγὼ αὐτοῦ κατηγορήσω· οὐδὲ γὰρ πάνυ μακρῶν οἶμαι τῶν λόγων δεήσεσθαι. καὶ ἄλλως ὑπὲρ ἅπαντας ὕβρισμαι δύʼ ὀβολῶν πρῴην ἀποκεκηρυγμένος. Πλάτων ὁ Διογένης, ὦ Φιλοσοφία, ἐρεῖ τὸν λόγον ὑπὲρ ἁπάντων. μέμνησο δέ, ὦ γενναῖε, μὴ τὰ σεαυτοῦ μόνον πρεσβεύειν ἐν τῇ κατηγορίᾳ, τὰ κοινὰ δὲ ὁρᾶν·3 εἰ γάρ τι καὶ πρὸς ἀλλήλους διαφερόμεθα ἐν τοῖς δόγμασι, σὺ δὲ τοῦτο μὲν μὴ ἐξέταζε, μηδὲ ὅστις ἐστὶν ὁ ἀληθέστερος νῦν λέγε, ὅλως δὲ ὑπὲρ Φιλοσοφίας αὐτῆς ἀγανάκτει περιυβρισμένης καὶ κακῶς ἀκουούσης ἐν τοῖς Παρρησιάδου λόγοις, καὶ τὰς προαιρέσεις ἀφείς, ἐν αἷς διαλλάττομεν, ὃ κοινὸν ἅπαντες ἔχομεν, τοῦτο ὑπερμάχει. ὅρα· σὲ μόνον προεστησάμεθα καὶ ἐν σοὶ τὰ πάντα ἡμῶν νῦν κινδυνεύεται, ἢ σεμνότατα δόξαι ἢ τοιαῦτα πιστευθῆναι οἷα οὗτος ἀπέφηνε.
プラトン とんでもない、むしろもっと激しい気性の者を一人立てましょう、このディオゲネスか、アンティステネス、クラテス、あるいはクリュシッポス、あなたでもよい。というのも、現下は文筆上の美や精妙さを発揮すべき時ではなく、何か吟味と司法の備えが必要な時だからです。それにパルレーシアデースは弁論家なのです。 ディオゲネス ならば私が彼を告発しよう。そもそも、それほど長い弁論が必要だとも思えない。それに何より、私は先日、わずか二オボロスで競り落とされるという、誰よりもひどい侮辱を受けたのだ。 プラトン 哲学よ、ディオゲネスが全員を代表して弁論を行います。だが、気高き友よ、告発において自分自身の利害ばかりを重んじることなく、共通の利益に目を配ることを忘れないでほしい。私たちのドグマにおいて互いに多少の意見の相違があるとしても、今はそれを詮索せず、どちらがより真実であるかを今語ることもせず、全体として哲学そのものがパルレーシアデースの言論によって甚だしく侮辱され、悪評を立てられていることに憤慨しなさい。私たちが袂を分かっている各党派のこだわりは脇に置いて、私たち全員が共通して持っているもののために戦うのだ。見よ、私たちはあなた一人を代表に立てたのだ。私たちのすべての名誉は、今やあなたにかかっている。最も尊厳あるものと見なされるか、あるいはこの男が暴き立てた通りのものと信じ込まれてしまうか、どちらかである。
Διογένης θαρρεῖτε, οὐδὲν ἐλλείψομεν· ὑπὲρ ἁπάντων ἐρῶ. κἂν ἡ Φιλοσοφία δὲ πρὸς τοὺς λόγους ἐπικλασθεῖσα — φύσει γὰρ ἥμερος καὶ πρᾶός ἐστιν — ἀφεῖναι διαβουλεύηται αὐτόν, ἀλλʼ οὐ τὰ ἐμὰ ἐνδεήσει·4 δείξω γὰρ αὐτῷ ὅτι μὴ μάτην ξυλοφοροῦμεν. Φιλοσοφία τοῦτο μὲν μηδαμῶς, ἀλλὰ τῷ λόγῳ μᾶλλον· ἄμεινον γὰρ ἤπερ τῷ ξύλῳ. μὴ μέλλε δʼ οὖν. ἤδη γὰρ ἐγκέχυται τὸ ὕδωρ καὶ πρὸς σὲ τὸ δικαστήριον ἀποβλέπει. Παρρησιάδης οἱ λοιποὶ καθιζέτωσαν, ὦ Φιλοσοφία, καὶ ψηφοφορείτωσαν μεθʼ ὑμῶν, Διογένης δὲ κατηγορείτω μόνος. Φιλοσοφία οὐ δέδιας οὖν μή σου καταψηφίσωνται; Παρρησιάδης οὐδαμῶς· πλείοσι γοῦν κρατῆσαι βούλομαι. Φιλοσοφία γενναῖά σου ταῦτα· καθίσατε δʼ οὖν. σὺ δέ, ὦ Διόγενες, λέγε.
ディオゲネス 案じるな、何の抜かりもない。全員のために語ろう。たとえ哲学が彼の言論に心を和らげられ――彼女は生まれつき穏やかで優しいからな――彼を放免しようと相談し始めたとしても、私の側が不足することはない。私たちが無駄に棍棒を携えているのではないことを、彼に思い知らせてやろう。 哲学 それは絶対にやめなさい。むしろ言論で。棍棒より言論による方が優れているのですから。さあ、ためらわずに。すでに水時計の水は注がれ、法廷はあなたに注目しています。 パルレーシアデース 哲学よ、残りの人々も着席し、あなた方と一緒に投票するようにしてください。ディオゲネス一人に告発させましょう。 哲学 では、彼らがあなたに有罪の票を投じることを恐れないのですか。 パルレーシアデース 全く恐れません。むしろ圧倒的多数の票で勝ちたいのです。 哲学 見事な覚悟です。では着席しなさい。ディオゲネス、あなたは話しなさい。
- 22προελόμενοί ... συνείρετε
2人称複数命令形 συνείρετε に対して、複数主格の分詞 προελόμενοι が用いられており、哲学者たち(聴衆全体)に代表者を選び出すよう呼びかけている。
- 22ὡς ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων ἀγανακτήσειεν ἄν
プラトンの『パイドロス』246eの有名なフレーズ「天における大いなる導き手ゼウスは、翼ある戦車を駆りつつ…」のパロディ。ここでは ὡς 節内で、もし被告が罰せられなければゼウスが怒るだろうという反実仮想的あるいは潜在的な帰結として ἀγανακτήσειεν ἄν(希求法+ἄν)が導かれている。
- 23μέμνησο ... μὴ τὰ σεαυτοῦ μόνον πρεσβεύειν ... τὰ κοινὰ δὲ ὁρᾶν
μέμνησο(μιμνήσκω の完了命令形、〜することを忘れるな)が、否定を伴う不定詞 μὴ ... πρεσβεύειν と、それに続く対比的な δὲ ... ὁρᾶν を支配している。
- 24κἂν ἡ Φιλοσοφία δὲ ... ἀφεῖναι διαβουλεύηται αὐτόν, ἀλλʼ οὐ τὰ ἐμὰ ἐνδεήσει
条件節 κἄν(=καὶ ἄν +接続法)に対する帰結節の冒頭に ἀλλά が置かれており、条件の譲歩(たとえ〜であっても、しかし…)を強調する帰結の ἀλλά (apodotic alla) の用法である。
