§13Πλάτων
τοῦτο μὲν ὀρθῶς ἔλεξας·
プラトンその通りだ。
οὐ γὰρ πρόδηλος οὐδὲ πᾶσι γνώριμος ἡ θύρα.
その扉は目立たず、誰にでも知られているわけではないからな。
πλὴν ἀλλὰ οὐδὲν δεήσει βαδίζειν ἐπὶ τὴν οἰκίαν·
だが、家まで歩いて行く必要は全くない。
ἐνταῦθα γὰρ ἐν Κεραμεικῷ ὑπομενοῦμεν αὐτήν.
ここで、ケラメイコスで彼女を待つことにしよう。
ἡ δὲ ἤδη που ἀφίξεται ἐπανιοῦσα ἐξ Ἀκαδημίας, ὡς περιπατήσειε καὶ ἐν τῇ Ποικίλῃ·
彼女はアカデメイアから戻って、ポイキレでも散策しようともうすぐ到着するはずだ。
τοῦτο γὰρ ὁσημέραι ποιεῖν ἔθος αὐτῇ·
これが彼女の毎日の習慣だからな。
μᾶλλον δὲ ἤδη πρόσεισιν.
いや、むしろ、もう近づいてきている。
ὁρᾷς τὴν κόσμιον, τὴν ἀπὸ τοῦ σχήματος, τὴν προσηνῆ τὸ βλέμμα, τὴν ἐπὶ συννοίας ἠρέμα βαδίζουσαν;
身なりからして端正で、穏やかな眼差しをし、物思いに沈んで静かに歩いているあの女性が見えるか。
Παρρησιάδης
πολλὰς ὁμοίας ὁρῶ τό γε σχῆμα καὶ τὸ βάδισμα καὶ τὴν ἀναβολήν.
パルレーシアデース身なりや歩き方、外套の羽織り方が似ている女性なら、たくさん見えます。
καίτοι μία πάντως ἥ γε ἀληθὴς Φιλοσοφία καὶ ἐν αὐταῖς.
しかし、真の「哲学」は、彼女たちの中にあっても必ずやただ一人のはずです。
Πλάτων
εὖ λέγεις.
プラトンその通りだ。
ἀλλὰ δηλώσει ἥτις ἐστὶ φθεγξαμένη μόνον.
だが、声を出しさえすれば、彼女が誰であるかは明らかになるだろう。
§14Φιλοσοφία
παπαῖ· τί Πλάτων καὶ Χρύσιππος ἄνω καὶ Ἀριστοτέλης καὶ οἱ λοιποὶ ἅπαντες, αὐτὰ δὴ τὰ κεφάλαιά μου τῶν μαθημάτων;
哲学おや、なぜプラトンやクリュシッポス、アリストテレス、そして他の者たち全員が、私の教えのまさに精髄たる者たちが、地上にいるのですか。
τί αὖθις εἰς τὸν βίον;
なぜ再び生の世界に戻ってきたのですか。
ἆρά τι ὑμᾶς ἐλύπει τῶν κάτω;
あの世で何かがあなたがたを悩ませたのですか。
ὀργιζομένοις γοῦν ἐοίκατε.
とにかく、腹を立てているように見えます。
καὶ τίνα τοῦτον συλλαβόντες ἄγετε;
そして、あなたがたが捕らえて連れてきているこの男は誰ですか。
ἦ που τυμβωρύχος τις ἢ ἀνδροφόνος ἢ ἱερόσυλός ἐστιν;
もしや墓荒らし、人殺し、あるいは神殿荒らしでしょうか。
Πλάτων
νὴ Δία, ὦ Φιλοσοφία, πάντων γε ἱεροσύλων ἀσεβέστατος, ὃς τὴν ἱερωτάτην σὲ κακῶς ἀγορεύειν ἐπεχείρησεν καὶ ἡμᾶς ἅπαντας, ὁπόσοι τι παρὰ σοῦ μαθόντες τοῖς μεθʼ ἡμᾶς καταλελοίπαμεν.
プラトンゼウスに誓って、哲学よ、彼こそはあらゆる神殿荒らしの中で最も不信心な男です。 最も神聖なあなたを、そしてあなたから何かを学んで後世の人々に残した我々全員を、悪く言おうとしたのですから。
Φιλοσοφία
εἶτα ἠγανακτήσατε λοιδορησαμένου τινός, καὶ ταῦτα εἰδότες ἐμέ, οἷα πρὸς τῆς Κωμῳδίας ἀκούουσα ἐν Διονυσίοις ὅμως φίλην τε αὐτὴν ἥγημαι καὶ οὔτε ἐδικασάμην οὔτε ᾐτιασάμην προσελθοῦσα, ἐφίημι δὲ παίζειν τὰ εἰκότα καὶ τὰ συνήθη τῇ ἑορτῇ;
哲学それで、誰かが悪口を言ったからと憤慨したのですか。 しかも私のことを知っていながら。 私がディオニュシア祭で喜劇からどれほど悪口を言われようとも、彼女を友人と思い、裁判を起こすことも抗議に行くこともせず、祭りの慣習として当然のからかいを許していることを知っていながら。
οἶδα γὰρ ὡς οὐκ ἄν τι ὑπὸ σκώμματος χεῖρον γένοιτο, ἀλλὰ τοὐναντίον ὅπερ ἂν ᾖ καλόν, ὥσπερ τὸ χρυσίον ἀποσμώμενον τοῖς κόμμασι, λαμπρότερον ἀποστίλβει καὶ φανερώτερον γίγνεται.
からかいによって何かが悪くなることはなく、むしろ逆に、美しいものは、叩かれて磨かれる金のように、より輝かしく光り、より明らかになることを私は知っているからです。
ὑμεῖς δὲ οὐκ οἶδα ὅπως ὀργίλοι καὶ ἀγανακτικοὶ γεγόνατε.
それなのにあなたがたは、どうしてそんなに怒りっぽく、腹を立てやすくなってしまったのか分かりません。
τί δʼ οὖν αὐτὸν ἄγχετε;
それにしても、なぜ彼の首を絞めているのですか。
Πλάτων
μίαν ἡμέραν ταύτην παραιτησάμενοι ἥκομεν ἐπʼ αὐτὸν ὡς ὑπόσχῃ τὴν ἀξίαν ὧν δέδρακεν.
プラトン我々はこの一日だけ休みを願い出て、彼が犯した罪にふさわしい罰を受けるようにと追ってきたのです。
φῆμαι γὰρ ἡμῖν διήγγελλον οἷα ἔλεγεν εἰς τὰ πλήθη καθʼ ἡμῶν.
彼が民衆の前で我々に対してどのようなことを言っていたか、噂が我々に伝えてくれたからです。
§15Φιλοσοφία
εἶτα πρὸ δίκης οὐδὲ ἀπολογησάμενον ἀποκτενεῖτε;
哲学それでは、裁判もせず、弁明もさせずに彼を殺そうというのですか。
δῆλος γοῦν ἐστιν εἰπεῖν τι θέλων.
彼は明らかに何かを言いたがっています。
Πλάτων
οὔκ, ἀλλʼ ἐπὶ σὲ τὸ πᾶν ἀνεβαλόμεθα, καὶ σοὶ ὅτι ἂν δοκῇ, τοῦτο ποιήσῃ τέλος τῆς δίκης.
プラトンいいえ、我々はすべてをあなたに委ねました。 あなたが良いと思うこと、それをこの裁判の結末としてください。
Φιλοσοφία
τί φὴς σύ;
哲学あなたはどう言うのですか。
Παρρησιάδης
τοῦτο αὐτό, ὦ δέσποινα Φιλοσοφία, ἥπερ καὶ μόνη τἀληθὲς ἂν ἐξευρεῖν δύναιο·
パルレーシアデースまさにその通りです、女主人である哲学よ。 あなたこそ、真実を見出すことのできる唯一のお方です。
μόλις γοῦν εὑρόμην πολλὰ ἱκετεύσας τὸ σοὶ φυλαχθῆναι τὴν δίκην.
何度も懇願して、この裁判をあなたのために残してもらうよう、ようやく承諾を得たのですから。
Πλάτων
νῦν, ὦ κατάρατε, δέσποιναν αὐτὴν καλεῖς;
プラトン呪われた奴め、今になって彼女を「女主人」と呼ぶのか。
πρῴην δὲ τὸ ἀτιμότατον Φιλοσοφίαν ἀπέφαινες ἐν τοσούτῳ θεάτρῳ ἀποκηρύττων κατὰ μέρη δύʼ ὀβολῶν ἕκαστον εἶδος αὐτῆς τῶν λόγων.
一昨日には、あれほど大きな劇場で、彼女を最も価値のないものとして示し、彼女の学説のそれぞれの種類を二オボロスで切り売りしていたではないか。
Φιλοσοφία
ὁρᾶτε μὴ οὐ Φιλοσοφίαν οὗτός γε ἀλλὰ γόητας ἄνδρας ἐπὶ τῷ ἡμετέρῳ ὀνόματι πολλὰ καὶ μιαρὰ πράττοντας ἠγόρευεν κακῶς.
哲学この者が悪く言っていたのは、哲学ではなく、我々の名前を騙って多くの忌まわしい行為をしているペテン師たちなのではないか、よく考えてみなさい。
Παρρησιάδης
εἴσῃ αὐτίκα, ἢν ἐθέλῃς ἀπολογουμένου ἀκούειν μόνον.
パルレーシアデースあなたが私の弁明を聞いてくださるだけで、すぐに分かることです。
Φιλοσοφία
ἀπίωμεν εἰς Ἄρειον πάγον, μᾶλλον δὲ εἰς τὴν ἀκρόπολιν αὐτήν, ὡς ἂν ἐκ περιωπῆς ἅμα καταφανείη πάντα ἐν τῇ πόλει.
哲学アレオパゴスへ、いや、むしろアクロポリスそのものへ行こう。 高い見晴らしの良い場所からなら、市内のすべてが一度に見渡せるだろうから。
§16Φιλοσοφία
ὑμεῖς δέ, ὦ φίλαι, ἐν τῇ Ποικίλῃ τέως περιπατήσατε·
哲学友よ、あなたがたはその間、ポイキレを散策していてください。
ἥξω γὰρ ὑμῖν ἐκδικάσασα τὴν δίκην.
私は裁判を解決してからあなたがたのところに戻りますから。
Παρρησιάδης
τίνες δέ εἰσιν, ὦ Φιλοσοφία;
パルレーシアデース哲学よ、彼女たちは誰ですか。
πάνυ γάρ μοι κόσμιαι καὶ αὗται δοκοῦσιν.
彼女たちも極めて端正に見えますが。
Φιλοσοφία
ἀρετὴ μὲν ἡ ἀνδρώδης αὕτη, Σωφροσύνη δὲ ἐκείνη καὶ Δικαιοσύνη ἡ παρʼ αὐτήν.
哲学こちらは男らしい「徳」であり、あちらは「節制」、そしてその隣にいるのが「正義」です。
ἡ προηγουμένη δὲ Παιδεία, ἡ ἀμυδρὰ δὲ καὶ ἀσαφὴς τὸ χρῶμα ἡ Ἀλήθειά ἐστιν.
先導しているのが「教養」で、顔色がおぼろげで判然としないのが「真理」です。
Παρρησιάδης
οὐχ ὁρῶ ἥντινα καὶ λέγεις.
パルレーシアデースあなたが言っているのがどなたなのか、私には見えません。
Φιλοσοφία
τὴν ἀκαλλώπιστον ἐκείνην οὐχ ὁρᾷς, τὴν γυμνήν, τὴν ὑποφεύγουσαν ἀεὶ καὶ διολισθάνουσαν;
哲学あの飾り気のない、裸で、いつも逃げ去り、すり抜けていこうとする女性が見えないのですか。
Παρρησιάδης
ὁρῶ νῦν μόλις.
パルレーシアデース今、ようやく見えました。
ἀλλὰ τί οὐχὶ καὶ ταύτας ἄγεις, ὡς πλῆρες γένοιτο καὶ ἐντελὲς τὸ συνέδριον;
ですが、どうして彼女たちも連れていかないのですか。 そうすれば評議会が満員で完璧なものになるでしょうに。
τὴν Ἀλήθειαν δέ γε καὶ συνήγορον ἀναβιβάσασθαι πρὸς τὴν δίκην βούλομαι.
とりわけ「真理」については、裁判への私の弁護人として連れていきたいのです。
Φιλοσοφία
νὴ Δία, ἀκολουθήσατε καὶ ὑμεῖς·
哲学ゼウスに誓って、あなたがたもついて来なさい。
οὐ βαρὺ γὰρ μίαν δικάσαι δίκην, καὶ ταῦτα περὶ τῶν ἡμετέρων ἐσομένην.
たった一つの訴訟を裁くのは大した負担ではないし、ましてやそれが我々自身の事柄に関するものなのだから。