§13Πλάτων
τοῦτο μὲν ὀρθῶς ἔλεξας·
柏拉图你说得对。
οὐ γὰρ πρόδηλος οὐδὲ πᾶσι γνώριμος ἡ θύρα.
因为那扇门并不显眼,也不是人人都认识。
πλὴν ἀλλὰ οὐδὲν δεήσει βαδίζειν ἐπὶ τὴν οἰκίαν· ἐνταῦθα γὰρ ἐν Κεραμεικῷ ὑπομενοῦμεν αὐτήν.
不过,我们完全不需要走到她家去;因为我们就在这里的克拉美克斯等她。
ἡ δὲ ἤδη που ἀφίξεται ἐπανιοῦσα ἐξ Ἀκαδημίας, ὡς περιπατήσειε καὶ ἐν τῇ Ποικίλῃ· τοῦτο γὰρ ὁσημέραι ποιεῖν ἔθος αὐτῇ· μᾶλλον δὲ ἤδη πρόσεισιν.
她应该快要从阿卡德米回来了,顺便也到波依克列散散步;因为这是她每天的习惯;或者说,她已经走过来了。
ὁρᾷς τὴν κόσμιον, τὴν ἀπὸ τοῦ σχήματος, τὴν προσηνῆ τὸ βλέμμα, τὴν ἐπὶ συννοίας ἠρέμα βαδίζουσαν;
你看见那个举止端庄(从外表看)、眼神温和、正沉思着缓缓走来的女子了吗?
Παρρησιάδης
πολλὰς ὁμοίας ὁρῶ τό γε σχῆμα καὶ τὸ βάδισμα καὶ τὴν ἀναβολήν.
帕雷西亚德斯我看到了许多在装束、步态和披风穿法上相似的女子。
καίτοι μία πάντως ἥ γε ἀληθὴς Φιλοσοφία καὶ ἐν αὐταῖς.
然而,真正的“哲学”在她们之中必定只有一位。
Πλάτων
εὖ λέγεις.
柏拉图你说得对。
ἀλλὰ δηλώσει ἥτις ἐστὶ φθεγξαμένη μόνον.
但她只要一开口,就会表明自己是谁。
§14Φιλοσοφία
παπαῖ·
哲学哎呀!
τί Πλάτων καὶ Χρύσιππος ἄνω καὶ Ἀριστοτέλης καὶ οἱ λοιποὶ ἅπαντες, αὐτὰ δὴ τὰ κεφάλαιά μου τῶν μαθημάτων;
为什么柏拉图、克律西波斯、亚里士多德以及其他所有人——我那些学说的核心人物——都会来到阳世?
τί αὖθις εἰς τὸν βίον;
为什么又回到了人间?
ἆρά τι ὑμᾶς ἐλύπει τῶν κάτω;
是阴间的什么事情让你们苦恼吗?
ὀργιζομένοις γοῦν ἐοίκατε.
总之,你们看起来很生气。
καὶ τίνα τοῦτον συλλαβόντες ἄγετε;
你们抓住带过来的这个人是谁?
ἦ που τυμβωρύχος τις ἢ ἀνδροφόνος ἢ ἱερόσυλός ἐστιν;
难道是个盗墓贼、杀人犯或者是神庙大盗吗?
Πλάτων
νὴ Δία, ὦ Φιλοσοφία, πάντων γε ἱεροσύλων ἀσεβέστατος, ὃς τὴν ἱερωτάτην σὲ κακῶς ἀγορεύειν ἐπεχείρησεν καὶ ἡμᾶς ἅπαντας, ὁπόσοι τι παρὰ σοῦ μαθόντες τοῖς μεθʼ ἡμᾶς καταλελοίπαμεν.
柏拉图凭宙斯发誓,哲学啊,他是所有神庙大盗中最不敬神的一个,因为他企图诋毁最神圣的你,以及我们所有从你那里学到知识并留给后世的人。
Φιλοσοφία
εἶτα ἠγανακτήσατε λοιδορησαμένου τινός, καὶ ταῦτα εἰδότες ἐμέ, οἷα πρὸς τῆς Κωμῳδίας ἀκούουσα ἐν Διονυσίοις ὅμως φίλην τε αὐτὴν ἥγημαι καὶ οὔτε ἐδικασάμην οὔτε ᾐτιασάμην προσελθοῦσα, ἐφίημι δὲ παίζειν τὰ εἰκότα καὶ τὰ συνήθη τῇ ἑορτῇ;
哲学那么,就因为有人辱骂,你们就愤愤不平,而且还是在了解我的情况下? 我虽然在狄奥尼索斯节上听到喜剧对我的种种诋毁,却依然把她当朋友,既没有起诉,也没有去指责她,而是允许她进行节日里理所当然且习以为常的戏谑。
οἶδα γὰρ ὡς οὐκ ἄν τι ὑπὸ σκώμματος χεῖρον γένοιτο, ἀλλὰ τοὐναντίον ὅπερ ἂν ᾖ καλόν, ὥσπερ τὸ χρυσίον ἀποσμώμενον τοῖς κόμμασι, λαμπρότερον ἀποστίλβει καὶ φανερώτερον γίγνεται.
因为我知道,任何事物都不会因为玩笑而变坏,相反,美好的事物就像被敲打擦拭的黄金一样,会闪耀得更加明亮,变得更加显眼。
ὑμεῖς δὲ οὐκ οἶδα ὅπως ὀργίλοι καὶ ἀγανακτικοὶ γεγόνατε.
而你们,我不知道怎么变得如此易怒和愤慨。
τί δʼ οὖν αὐτὸν ἄγχετε;
不过,你们干嘛掐着他的脖子?
Πλάτων
μίαν ἡμέραν ταύτην παραιτησάμενοι ἥκομεν ἐπʼ αὐτὸν ὡς ὑπόσχῃ τὴν ἀξίαν ὧν δέδρακεν.
柏拉图我们请了这一天假,专门来找他,好让他为自己的所作所为付出应有的代价。
φῆμαι γὰρ ἡμῖν διήγγελλον οἷα ἔλεγεν εἰς τὰ πλήθη καθʼ ἡμῶν.
因为风声向我们传达了他在大众面前是如何诋毁我们的。
§15Φιλοσοφία
εἶτα πρὸ δίκης οὐδὲ ἀπολογησάμενον ἀποκτενεῖτε;
哲学那么,在审判之前,你们连辩护的机会都不给他就要杀死他吗?
δῆλος γοῦν ἐστιν εἰπεῖν τι θέλων.
他显然有话想说。
Πλάτων
οὔκ, ἀλλʼ ἐπὶ σὲ τὸ πᾶν ἀνεβαλόμεθα, καὶ σοὶ ὅτι ἂν δοκῇ, τοῦτο ποιήσῃ τέλος τῆς δίκης.
柏拉图不,我们把一切都推给您了,只要您认为合适,就把那当作审判的终结。
Φιλοσοφία
τί φὴς σύ;
哲学你怎么说?
Παρρησιάδης
τοῦτο αὐτό, ὦ δέσποινα Φιλοσοφία, ἥπερ καὶ μόνη τἀληθὲς ἂν ἐξευρεῖν δύναιο·
帕雷西亚德斯正是如此,女主人哲学,也只有您能够查明真相。
μόλις γοῦν εὑρόμην πολλὰ ἱκετεύσας τὸ σοὶ φυλαχθῆναι τὴν δίκην.
总之,我费尽口舌,多次哀求,才终于争取到把这场审判留给您。
Πλάτων
νῦν, ὦ κατάρατε, δέσποιναν αὐτὴν καλεῖς;
柏拉图现在的你,该死的家伙,居然称呼她为“女主人”?
πρῴην δὲ τὸ ἀτιμότατον Φιλοσοφίαν ἀπέφαινες ἐν τοσούτῳ θεάτρῳ ἀποκηρύττων κατὰ μέρη δύʼ ὀβολῶν ἕκαστον εἶδος αὐτῆς τῶν λόγων.
前天你还在那么大的剧场里把哲学贬得一文不值,把她各派学说拆开来卖,每一种只卖两个奥博尔。
Φιλοσοφία
ὁρᾶτε μὴ οὐ Φιλοσοφίαν οὗτός γε ἀλλὰ γόητας ἄνδρας ἐπὶ τῷ ἡμετέρῳ ὀνόματι πολλὰ καὶ μιαρὰ πράττοντας ἠγόρευεν κακῶς.
哲学你们看看,他诋毁的可能根本不是哲学,而是那些假借我们的名义、干尽卑鄙勾当的骗子。
Παρρησιάδης
εἴσῃ αὐτίκα, ἢν ἐθέλῃς ἀπολογουμένου ἀκούειν μόνον.
帕雷西亚德斯只要您愿意听一听我的辩护,立刻就会明白。
Φιλοσοφία
ἀπίωμεν εἰς Ἄρειον πάγον, μᾶλλον δὲ εἰς τὴν ἀκρόπολιν αὐτήν, ὡς ἂν ἐκ περιωπῆς ἅμα καταφανείη πάντα ἐν τῇ πόλει.
哲学我们去阿雷奥帕古斯,或者更确切地说,去卫城,这样从高处就能把城里的一切一览无遗。
§16Φιλοσοφία
ὑμεῖς δέ, ὦ φίλαι, ἐν τῇ Ποικίλῃ τέως περιπατήσατε· ἥξω γὰρ ὑμῖν ἐκδικάσασα τὴν δίκην.
哲学朋友们,你们先在波依克列散步吧;等我审判完这桩诉讼,就回来找你们。
Παρρησιάδης
τίνες δέ εἰσιν, ὦ Φιλοσοφία;
帕雷西亚德斯哲学啊,她们是谁?
πάνυ γάρ μοι κόσμιαι καὶ αὗται δοκοῦσιν.
我看她们也举止十分端庄。
Φιλοσοφία
ἀρετὴ μὲν ἡ ἀνδρώδης αὕτη, Σωφροσύνη δὲ ἐκείνη καὶ Δικαιοσύνη ἡ παρʼ αὐτήν.
哲学这位是男性的“美德”,那位是“节制”,她旁边的则是“正义”。
ἡ προηγουμένη δὲ Παιδεία, ἡ ἀμυδρὰ δὲ καὶ ἀσαφὴς τὸ χρῶμα ἡ Ἀλήθειά ἐστιν.
走在前面引导的是“教养”,而那个面色朦胧、模糊不清的是“真理”。
Παρρησιάδης
οὐχ ὁρῶ ἥντινα καὶ λέγεις.
帕雷西亚德斯我没看见您说的是哪一位。
Φιλοσοφία
τὴν ἀκαλλώπιστον ἐκείνην οὐχ ὁρᾷς, τὴν γυμνήν, τὴν ὑποφεύγουσαν ἀεὶ καὶ διολισθάνουσαν;
哲学你没看见那个不加修饰、赤裸裸的、总是躲闪并溜走的女子吗?
Παρρησιάδης
ὁρῶ νῦν μόλις.
帕雷西亚德斯我现在勉强看见了。
ἀλλὰ τί οὐχὶ καὶ ταύτας ἄγεις, ὡς πλῆρες γένοιτο καὶ ἐντελὲς τὸ συνέδριον;
但是您为什么不把她们也带上,好让审判庭变得完整而圆满呢?
τὴν Ἀλήθειαν δέ γε καὶ συνήγορον ἀναβιβάσασθαι πρὸς τὴν δίκην βούλομαι.
我特别希望能让“真理”登庭做我的辩护人。
Φιλοσοφία
νὴ Δία, ἀκολουθήσατε καὶ ὑμεῖς· οὐ βαρὺ γὰρ μίαν δικάσαι δίκην, καὶ ταῦτα περὶ τῶν ἡμετέρων ἐσομένην.
哲学凭宙斯发誓,你们也跟着来吧;审判一桩诉讼并非难事,更何况这事还关乎我们自己的切身利益。