← ルキアノス

蘇ってきた哲学者

§13-16

哲学との対面とアクロポリスでの裁判決定

プラトンたちは哲学に出会い、パルレーシアデースに対する怒りと告訴の意図を伝える。哲学は即決での処刑を戒め、アクロポリスで正式な裁判を行うことを決定し、徳や真理といった美徳たちを伴ってそこへ向かう。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13

Πλάτων τοῦτο μὲν ὀρθῶς ἔλεξας· οὐ γὰρ πρόδηλος οὐδὲ πᾶσι γνώριμος ἡ θύρα. πλὴν ἀλλὰ οὐδὲν δεήσει βαδίζειν ἐπὶ τὴν οἰκίαν· ἐνταῦθα γὰρ ἐν Κεραμεικῷ ὑπομενοῦμεν αὐτήν. ἡ δὲ ἤδη που ἀφίξεται ἐπανιοῦσα ἐξ Ἀκαδημίας, ὡς περιπατήσειε καὶ ἐν τῇ Ποικίλῃ· τοῦτο γὰρ ὁσημέραι ποιεῖν ἔθος αὐτῇ· μᾶλλον δὲ ἤδη πρόσεισιν. ὁρᾷς τὴν κόσμιον, τὴν ἀπὸ τοῦ σχήματος, τὴν προσηνῆ τὸ βλέμμα, τὴν ἐπὶ συννοίας ἠρέμα βαδίζουσαν; Παρρησιάδης πολλὰς ὁμοίας ὁρῶ τό γε σχῆμα καὶ τὸ βάδισμα καὶ τὴν ἀναβολήν. καίτοι μία πάντως ἥ γε ἀληθὴς Φιλοσοφία καὶ ἐν αὐταῖς. Πλάτων εὖ λέγεις. ἀλλὰ δηλώσει ἥτις ἐστὶ φθεγξαμένη μόνον.

プラトン その通りだ。その扉は目立たず、誰にでも知られているわけではないからな。だが、家まで歩いて行く必要は全くない。ここで、ケラメイコスで彼女を待つことにしよう。彼女はアカデメイアから戻って、ポイキレでも散策しようともうすぐ到着するはずだ。これが彼女の毎日の習慣だからな。いや、むしろ、もう近づいてきている。身なりからして端正で、穏やかな眼差しをし、物思いに沈んで静かに歩いているあの女性が見えるか。 パルレーシアデース 身なりや歩き方、外套の羽織り方が似ている女性なら、たくさん見えます。しかし、真の「哲学」は、彼女たちの中にあっても必ずやただ一人のはずです。 プラトン その通りだ。だが、声を出しさえすれば、彼女が誰であるかは明らかになるだろう。

§14

Φιλοσοφία παπαῖ· τί Πλάτων καὶ Χρύσιππος ἄνω καὶ Ἀριστοτέλης καὶ οἱ λοιποὶ ἅπαντες, αὐτὰ δὴ τὰ κεφάλαιά μου τῶν μαθημάτων; τί αὖθις εἰς τὸν βίον; ἆρά τι ὑμᾶς ἐλύπει τῶν κάτω; ὀργιζομένοις γοῦν ἐοίκατε. καὶ τίνα τοῦτον συλλαβόντες ἄγετε; ἦ που τυμβωρύχος τις ἢ ἀνδροφόνος ἢ ἱερόσυλός ἐστιν; Πλάτων νὴ Δία, ὦ Φιλοσοφία, πάντων γε ἱεροσύλων ἀσεβέστατος, ὃς τὴν ἱερωτάτην σὲ κακῶς ἀγορεύειν ἐπεχείρησεν καὶ ἡμᾶς ἅπαντας, ὁπόσοι τι παρὰ σοῦ μαθόντες τοῖς μεθʼ ἡμᾶς καταλελοίπαμεν. Φιλοσοφία εἶτα ἠγανακτήσατε λοιδορησαμένου τινός, καὶ ταῦτα εἰδότες ἐμέ, οἷα πρὸς τῆς Κωμῳδίας ἀκούουσα1 ἐν Διονυσίοις ὅμως φίλην τε αὐτὴν ἥγημαι καὶ οὔτε ἐδικασάμην οὔτε ᾐτιασάμην προσελθοῦσα, ἐφίημι δὲ παίζειν τὰ εἰκότα καὶ τὰ συνήθη τῇ ἑορτῇ; οἶδα γὰρ ὡς οὐκ ἄν τι ὑπὸ σκώμματος χεῖρον γένοιτο, ἀλλὰ τοὐναντίον ὅπερ ἂν ᾖ καλόν, ὥσπερ τὸ χρυσίον ἀποσμώμενον τοῖς κόμμασι, λαμπρότερον ἀποστίλβει καὶ φανερώτερον γίγνεται. ὑμεῖς δὲ οὐκ οἶδα ὅπως ὀργίλοι καὶ ἀγανακτικοὶ γεγόνατε. τί δʼ οὖν αὐτὸν ἄγχετε; Πλάτων μίαν ἡμέραν ταύτην παραιτησάμενοι ἥκομεν ἐπʼ αὐτὸν ὡς ὑπόσχῃ τὴν ἀξίαν ὧν δέδρακεν. φῆμαι γὰρ ἡμῖν διήγγελλον οἷα ἔλεγεν εἰς τὰ πλήθη καθʼ ἡμῶν.

哲学 おや、なぜプラトンやクリュシッポス、アリストテレス、そして他の者たち全員が、私の教えのまさに精髄たる者たちが、地上にいるのですか。なぜ再び生の世界に戻ってきたのですか。あの世で何かがあなたがたを悩ませたのですか。とにかく、腹を立てているように見えます。そして、あなたがたが捕らえて連れてきているこの男は誰ですか。もしや墓荒らし、人殺し、あるいは神殿荒らしでしょうか。 プラトン ゼウスに誓って、哲学よ、彼こそはあらゆる神殿荒らしの中で最も不信心な男です。最も神聖なあなたを、そしてあなたから何かを学んで後世の人々に残した我々全員を、悪く言おうとしたのですから。 哲学 それで、誰かが悪口を言ったからと憤慨したのですか。しかも私のことを知っていながら。私がディオニュシア祭で喜劇からどれほど悪口を言われようとも、彼女を友人と思い、裁判を起こすことも抗議に行くこともせず、祭りの慣習として当然のからかいを許していることを知っていながら。からかいによって何かが悪くなることはなく、むしろ逆に、美しいものは、叩かれて磨かれる金のように、より輝かしく光り、より明らかになることを私は知っているからです。それなのにあなたがたは、どうしてそんなに怒りっぽく、腹を立てやすくなってしまったのか分かりません。それにしても、なぜ彼の首を絞めているのですか。 プラトン 我々はこの一日だけ休みを願い出て、彼が犯した罪にふさわしい罰を受けるようにと追ってきたのです。彼が民衆の前で我々に対してどのようなことを言っていたか、噂が我々に伝えてくれたからです。

§15

Φιλοσοφία εἶτα πρὸ δίκης οὐδὲ ἀπολογησάμενον ἀποκτενεῖτε; δῆλος γοῦν ἐστιν εἰπεῖν τι θέλων. Πλάτων οὔκ, ἀλλʼ ἐπὶ σὲ τὸ πᾶν ἀνεβαλόμεθα, καὶ σοὶ ὅτι ἂν δοκῇ, τοῦτο ποιήσῃ τέλος τῆς δίκης. Φιλοσοφία τί φὴς σύ; Παρρησιάδης τοῦτο αὐτό, ὦ δέσποινα Φιλοσοφία, ἥπερ καὶ μόνη τἀληθὲς ἂν ἐξευρεῖν δύναιο· μόλις γοῦν εὑρόμην πολλὰ ἱκετεύσας τὸ σοὶ φυλαχθῆναι τὴν δίκην. Πλάτων νῦν, ὦ κατάρατε, δέσποιναν αὐτὴν καλεῖς; πρῴην δὲ τὸ ἀτιμότατον Φιλοσοφίαν ἀπέφαινες ἐν τοσούτῳ θεάτρῳ ἀποκηρύττων κατὰ μέρη δύʼ ὀβολῶν ἕκαστον εἶδος αὐτῆς τῶν λόγων. Φιλοσοφία ὁρᾶτε μὴ οὐ2 Φιλοσοφίαν οὗτός γε ἀλλὰ γόητας ἄνδρας ἐπὶ τῷ ἡμετέρῳ ὀνόματι πολλὰ καὶ μιαρὰ πράττοντας ἠγόρευεν κακῶς. Παρρησιάδης εἴσῃ αὐτίκα, ἢν ἐθέλῃς ἀπολογουμένου ἀκούειν μόνον. Φιλοσοφία ἀπίωμεν εἰς Ἄρειον πάγον, μᾶλλον δὲ εἰς τὴν ἀκρόπολιν αὐτήν, ὡς ἂν ἐκ περιωπῆς ἅμα καταφανείη πάντα ἐν τῇ πόλει.

哲学 それでは、裁判もせず、弁明もさせずに彼を殺そうというのですか。彼は明らかに何かを言いたがっています。 プラトン いいえ、我々はすべてをあなたに委ねました。あなたが良いと思うこと、それをこの裁判の結末としてください。 哲学 あなたはどう言うのですか。 パルレーシアデース まさにその通りです、女主人である哲学よ。あなたこそ、真実を見出すことのできる唯一のお方です。何度も懇願して、この裁判をあなたのために残してもらうよう、ようやく承諾を得たのですから。 プラトン 呪われた奴め、今になって彼女を「女主人」と呼ぶのか。一昨日には、あれほど大きな劇場で、彼女を最も価値のないものとして示し、彼女の学説のそれぞれの種類を二オボロスで切り売りしていたではないか。 哲学 この者が悪く言っていたのは、哲学ではなく、我々の名前を騙って多くの忌まわしい行為をしているペテン師たちなのではないか、よく考えてみなさい。 パルレーシアデース あなたが私の弁明を聞いてくださるだけで、すぐに分かることです。 哲学 アレオパゴスへ、いや、むしろアクロポリスそのものへ行こう。高い見晴らしの良い場所からなら、市内のすべてが一度に見渡せるだろうから。

§16

Φιλοσοφία ὑμεῖς δέ, ὦ φίλαι, ἐν τῇ Ποικίλῃ τέως περιπατήσατε· ἥξω γὰρ ὑμῖν ἐκδικάσασα τὴν δίκην. Παρρησιάδης τίνες δέ εἰσιν, ὦ Φιλοσοφία; πάνυ γάρ μοι κόσμιαι καὶ αὗται δοκοῦσιν. Φιλοσοφία ἀρετὴ μὲν ἡ ἀνδρώδης αὕτη, Σωφροσύνη δὲ ἐκείνη καὶ Δικαιοσύνη ἡ παρʼ αὐτήν. ἡ προηγουμένη δὲ Παιδεία, ἡ ἀμυδρὰ δὲ καὶ ἀσαφὴς τὸ χρῶμα ἡ Ἀλήθειά ἐστιν. Παρρησιάδης οὐχ ὁρῶ ἥντινα καὶ λέγεις. Φιλοσοφία τὴν ἀκαλλώπιστον ἐκείνην οὐχ ὁρᾷς, τὴν γυμνήν, τὴν ὑποφεύγουσαν ἀεὶ καὶ διολισθάνουσαν; Παρρησιάδης ὁρῶ νῦν μόλις. ἀλλὰ τί οὐχὶ καὶ ταύτας ἄγεις, ὡς πλῆρες γένοιτο καὶ ἐντελὲς τὸ συνέδριον; τὴν Ἀλήθειαν δέ γε καὶ συνήγορον ἀναβιβάσασθαι πρὸς τὴν δίκην βούλομαι. Φιλοσοφία νὴ Δία, ἀκολουθήσατε καὶ ὑμεῖς· οὐ βαρὺ γὰρ μίαν δικάσαι δίκην, καὶ ταῦτα περὶ τῶν ἡμετέρων ἐσομένην.

哲学 友よ、あなたがたはその間、ポイキレを散策していてください。私は裁判を解決してからあなたがたのところに戻りますから。 パルレーシアデース 哲学よ、彼女たちは誰ですか。彼女たちも極めて端正に見えますが。 哲学 こちらは男らしい「徳」であり、あちらは「節制」、そしてその隣にいるのが「正義」です。先導しているのが「教養」で、顔色がおぼろげで判然としないのが「真理」です。 パルレーシアデース あなたが言っているのがどなたなのか、私には見えません。 哲学 あの飾り気のない、裸で、いつも逃げ去り、すり抜けていこうとする女性が見えないのですか。 パルレーシアデース 今、ようやく見えました。ですが、どうして彼女たちも連れていかないのですか。そうすれば評議会が満員で完璧なものになるでしょうに。とりわけ「真理」については、裁判への私の弁護人として連れていきたいのです。 哲学 ゼウスに誓って、あなたがたもついて来なさい。たった一つの訴訟を裁くのは大した負担ではないし、ましてやそれが我々自身の事柄に関するものなのだから。

構文注2 件
  1. 14ἀκούουσα

    ἀκούω はここでは受動的な意味(「〜と悪口を言われる」「〜と噂される」)で機能しており、行為の主体が πρὸς τῆς Κωμῳδίας(喜劇から)という形で表されている。

  2. 15ὁρᾶτε μὴ οὐ

    ὁράω μή (οὐ) の構文で、後続する動詞が直説法過去(ἠγόρευεν)になっている。これは、現在や過去の事実について「〜ではないか(〜だったのではないか)」という疑念や注意を促す用法である。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0062.tlg025.humanitext-grc2:13-16