§14Ἀγοράστης
ὢ τῆς ὕβρεως, οὐ παύσῃ γελῶν;
買い手なんと無礼な。 笑うのをやめないのか。
σὺ δὲ τί κλάεις, ὦ βέλτιστε;
そして、そこのお前、なぜ泣いているのだ?
πολὺ γὰρ οἶμαι κάλλιον σοὶ προσλαλεῖν.
お前と話す方がずっと良さそうだと思うのだが。
Ἡράκλειτος
ἡγέομαι γάρ, ὦ ξεῖνε, τὰ ἀνθρωπήϊα πρήγματα ὀϊζυρὰ καὶ δακρυώδεα καὶ οὐδὲν αὐτέων ὅ τι μὴ ἐπικήριον·
ヘラクレイトス異邦の人よ、私は人間の事柄を哀れで涙に値するものと考えており、それらのうち滅びを免れぬものでないものは何もないと考えているからだ。
τὸ δὴ οἰκτείρω τε σφέας καὶ ὀδύρομαι, καὶ τὰ μὲν παρεόντα οὐ δοκέω μεγάλα, τὰ δὲ ὑστέρῳ χρόνῳ ἐσόμενα πάμπαν ἀνιηρά, λέγω δὲ τὰς ἐκπυρώσιας καὶ τὴν τοῦ ὅλου συμφορήν·
それゆえ、私は彼らを憐れみ、悲嘆に暮れている。 現在の事柄は重大とは思えず、後世に起こるであろう事柄は、完全に悲惨である。 私が言っているのは、大火災と宇宙全体の破滅のことだ。
ταῦτα ὀδύρομαι καὶ ὅτι ἔμπεδον οὐδέν, ἀλλʼ ὅκως ἐς κυκεῶνα τὰ πάντα συνειλέονται καί ἐστι τὠυτὸ τέρψις ἀτερψίη, γνῶσις ἀγνωσίη, μέγα μικρόν, ἄνω κάτω περιχωρέοντα καὶ ἀμειβόμενα ἐν τῇ τοῦ αἰῶνος παιδιῇ.
私はこれらのこと、そして、何一つ確固たるものはなく、万物が混ぜ合わせの飲み物(キュケオン)のように混ざり合い、同じものが快楽であり不快であり、知識であり無知であり、大であり小であり、生(あいおん)の遊びの中で、上が下になり、回り巡り、変化し合っていることを嘆いているのだ。
Ἀγοράστης
τί γὰρ ὁ αἰών ἐστι;
買い手では、生(あいおん)とは何なのだ?
Ἡράκλειτος
παῖς παίζων, πεσσεύων, διαφερόμενος, συμφερόμενος.
ヘラクレイトス遊んでいる子供だ。 賽を投げ、敵対し、和解する子供だ。
Ἀγοράστης
τί δὲ ἄνθρωποι;
買い手では、人間とは何だ?
Ἡράκλειτος
θεοὶ θνητοί.
ヘラクレイトス死ぬべき神々だ。
Ἀγοράστης
τί δὲ θεοί;
買い手では、神々とは何だ?
Ἡράκλειτος
ἄνθρωποι ἀθάνατοι.
ヘラクレイトス死なない人間たちだ。
Ἀγοράστης
αἰνίγματα λέγεις, ὦ οὗτος, ἢ γρίφους συντίθης;
買い手お前、謎めいたことを言うか、謎々を作っているのか?
ἀτεχνῶς γὰρ ὥσπερ ὁ Λοξίας οὐδὲν ἀποσαφεῖς.
全くロクシアス(アポロン)のように、何も明らかにしてくれないな。
Ἡράκλειτος
οὐδὲν γάρ μοι μέλει ὑμέων.
ヘラクレイトス私はお前たちのことなどどうでもよいのだ。
Ἀγοράστης
τοιγαροῦν οὐδὲ ὠνήσεταί σέ τις εὖ φρονῶν.
買い手だから、正気な者なら誰も好んでお前を買わないだろう。
Ἡράκλειτος
ἐγὼ δὲ κέλομαι πᾶσιν ἡβηδὸν οἰμώζειν, τοῖσιν ὠνεομένοισι καὶ τοῖσιν οὐκ ὠνεομένοισι.
ヘラクレイトス私は、買う者も買わない者も、すべての者が若い者から順に、声を上げて泣きわめくことを命じる。
Ἀγοράστης
τουτὶ τὸ κακὸν οὐ πόρρω μελαγχολίας ἐστίν·
買い手この厄介さは、憂鬱症(メランコリア)と紙一重だな。
οὐδέτερον δὲ ὅμως αὐτῶν ἔγωγε ὠνήσομαι.
だが、私はどちらも買わない。
Ἑρμῆς
ἄπρατοι καὶ οὗτοι μένουσιν.
ヘルメスこの者たちも売れ残ったままです。
Ζεύς
ἄλλον ἀποκήρυττε.
ゼウス別の者を競売にかけよ。
§15Ἑρμῆς
βούλει τὸν Ἀθηναῖον ἐκεῖνον, τὸν στωμύλον;
ヘルメスあのアテナイ出身の、おしゃべりな男が良いですか?
Ζεύς
πάνυ μὲν οὖν.
ゼウスぜひともな。
Ἑρμῆς
δεῦρο ἐλθὲ σύ.
ヘルメスこちらへ来なさい。
βίον ἀγαθὸν καὶ συνετὸν ἀποκηρύττομεν.
善く、聡明な生を売りに出します。
τίς ὠνεῖται τὸν ἱερώτατον;
誰がこの最も聖なる者を買いますか?
Ἀγοράστης
εἰπέ μοι, τί μάλιστα εἰδὼς τυγχάνεις;
買い手言ってくれ、お前は特に何を知っているのか?
Σωκράτης
παιδεραστής εἰμι καὶ σοφὸς τὰ ἐρωτικά.
ソクラテス私は少年愛者であり、愛の事柄に長けている。
Ἀγοράστης
πῶς οὖν ἐγὼ πρίωμαί σε;
買い手では、どうして私が望んでお前を買おうか。
παιδαγωγοῦ γὰρ ἐδεόμην τῷ παιδὶ καλῷ ὄντι μοι.
私には、美しい息子のための教育係(パイダゴーゴス)が必要だったのだ。
Σωκράτης
τίς δʼ ἂν ἐπιτηδειότερος ἐμοῦ γένοιτο συνεῖναι καλῷ;
ソクラテス美しい者と共にあるのに、私より適した者が誰になれようか。
καὶ γὰρ οὐ τῶν σωμάτων ἐραστής εἰμι, τὴν ψυχὴν δὲ ἡγοῦμαι καλήν.
私は身体の愛好者ではなく、魂が美しいと考えるのだからな。
ἀμέλει κἂν ὑπὸ ταὐτὸν ἱμάτιόν μοι κατακέωνται, ἀκούσει αὐτῶν λεγόντων μηδὲν ὑπʼ ἐμοῦ δεινὸν παθεῖν.
とにかく、彼らが私と同じ一枚の外衣(ヒマティオン)の下に横たわっても、彼らが私から恐ろしい目に遭わなかったと言うのを聞くことになるだろう。
Ἀγοράστης
ἄπιστα λέγεις, τὸ παιδεραστὴν ὄντα μὴ πέρα τῆς ψυχῆς πολυπραγμονεῖν, καὶ ταῦτα ἐπʼ ἐξουσίας, ὑπὸ τῷ αὐτῷ ἱματίῳ κατακείμενον.
買い手少年愛者でありながら、魂以上に立ち入らないなど、信じがたい話だ。 それも、同じ一枚の外衣の下に横たわっていて、自由にできる機会があるというのに。
§16Σωκράτης
καὶ μὴν ὀμνύω γέ σοι τὸν κύνα καὶ τὴν πλάτανον οὕτω ταῦτα ἔχειν.
ソクラテスだがしかし、私はお前に、犬とプラタナスの木にかけて、このことがその通りであることを誓おう。
Ἀγοράστης
Ἡράκλεις τῆς ἀτοπίας τῶν θεῶν.
買い手ヘラクレスよ、なんと奇妙な神々なのだ。
Σωκράτης
τί σὺ λέγεις;
ソクラテス何と言うのだ。
οὐ δοκεῖ σοι ὁ κύων εἶναι θεός;
お前は犬が神だと思わないのか。
οὐχ ὁρᾷς τὸν Ἄνουβιν ἐν Αἰγύπτῳ ὅσος;
エジプトのあのアヌビスがどれほど偉大か、見えないのか。
καὶ τὸν ἐν οὐρανῷ Σείριον καὶ τὸν παρὰ τοῖς κάτω Κέρβερον;
天のシリウスも、冥府のケルベロスも。
§17Ἀγοράστης
Εὖ λέγεις, ἐγὼ δὲ διημάρτανον.
買い手お前の言う通りだ。 私が間違っていた。
ἀλλὰ τίνα βιοῖς τὸν τρόπον;
ところで、お前はどのような生き方(スタイル)をしているのだ?
Σωκράτης
οἰκῶ μὲν ἐμαυτῷ τινα πόλιν ἀναπλάσας, χρῶμαι δὲ πολιτείᾳ ξένῃ καὶ νόμους νομίζω τοὺς ἐμούς.
ソクラテス私は自分自身のためにある都市を築いてそこに住んでおり、外国の国制を用い、自分自身の法律を法律と認めている。
Ἀγοράστης
ἓν ἐβουλόμην ἀκοῦσαι τῶν δογμάτων.
買い手お前の教義を一つ聞きたいものだ。
Σωκράτης
ἄκουε δὴ τὸ μέγιστον, ὃ περὶ τῶν γυναικῶν μοι δοκεῖ·
ソクラテスでは、最も重大なことを聞くがよい。 私が女性について考えていることだ。
μηδεμίαν αὐτῶν μηδενὸς εἶναι μόνου, παντὶ δὲ μετεῖναι τῷ βουλομένῳ τοῦ γάμου.
彼女たちの誰一人として、特定の男一人のものとはならず、望む者は誰でも結婚(の権利)を共有すること。
Ἀγοράστης
τοῦτο φής, ἀνῃρῆσθαι τοὺς περὶ μοιχείας νόμους;
買い手お前は、姦通に関する諸法律が廃止されると言うのか?
Σωκράτης
νὴ Δία, καὶ ἁπλῶς γε πᾶσαν τὴν περὶ τὰ τοιαῦτα μικρολογίαν.
ソクラテスそうだ、ゼウスにかけて。 そして、こうした事柄に関するくだらない規則はすべてな。
Ἀγοράστης
τί δὲ περὶ τῶν ἐν ὥρᾳ παίδων σοι δοκεῖ;
買い手では、妙齢の(美)少年たちについてはどう思うか?
Σωκράτης
καὶ οὗτοι ἔσονται τοῖς ἀρίστοις ἆθλον φιλῆσαι λαμπρόν τι καὶ νεανικὸν ἐργασαμένοις.
ソクラテス彼らもまた、何か輝かしく勇敢な手柄を立てた最も優れた者たちへの、口づけという褒美となるだろう。
§18Ἀγοράστης
βαβαὶ τῆς φιλοδωρίας.
買い手ババイ(おやおや)、なんという気前の良さだ。
τῆς δὲ σοφίας τί σοι τὸ κεφάλαιον;
では、お前の知恵の核心は何だ?
Σωκράτης
αἱ ἰδέαι καὶ τὰ τῶν ὄντων παραδείγματα·
ソクラテスイデア(観念)と、存在するものの原型(パラデイグマ)だ。
ὁπόσα γὰρ δὴ ὁρᾷς, τὴν γῆν, τὰ ἐπὶ γῆς, τὸν οὐρανόν, τὴν θάλατταν, ἁπάντων τούτων εἰκόνες ἀφανεῖς ἑστᾶσιν ἔξω τῶν ὅλων.
お前が見るすべてのもの、地球、地上のもの、天、海、これらすべての不可視の模像(エイコーン)が、宇宙の外側に立っている。
Ἀγοράστης
ποῦ δὲ ἑστᾶσιν;
買い手それらはどこに立っているのだ?
Σωκράτης
οὐδαμοῦ·
ソクラテスどこでもない。
εἰ γάρ που εἶεν, οὐκ ἂν εἶεν.
もしどこかにあるなら、それらは(イデアとして)存在しないだろうからな。
Ἀγοράστης
οὐχ ὁρῶ ταῦθʼ ἅπερ λέγεις τὰ παραδείγματα.
買い手私はお前の言うその原型が見えないのだが。
Σωκράτης
εἰκότως·
ソクラテス当然だ。
τυφλὸς γὰρ εἶ τῆς ψυχῆς τὸν ὀφθαλμόν.
お前は魂の眼が盲目なのだから。
ἐγὼ δὲ πάντων ὁρῶ εἰκόνας καὶ σὲ ἀφανῆ κἀμὲ ἄλλον, καὶ ὅλως διπλᾶ πάντα.
だが、私はすべての模像を見ている。 目に見えないお前自身も、もう一人の自分(ソクラテス)も、要するに、すべてが二重になっているのだ。
Ἀγοράστης
τοιγαροῦν ὠνητέος εἶ σοφὸς καὶ ὀξυδερκής τις ὤν.
買い手では、お前は賢く、目端の利く者として買い取るべきだな。
φέρε ἴδω τί καὶ πράξεις με ὑπὲρ αὐτοῦ σύ;
さて、お前は彼の代金として私にいくら請求するのだ?
Ἑρμῆς
δὸς δύο τάλαντα.
ヘルメス 2タラントンをください。
Ἀγοράστης
Ὠνησάμην ὅσου φής.
買い手お前の言う通りの値段で買い取ろう。
τἀργύριον μέντοι εἰς αὖθις καταβαλῶ.
ただし、代金は後で支払うことにする。