Humanitext Reader

ルキアノス · 哲学諸派の競売 §6-9

ピタゴラスの落札とディオゲネスの登壇

2 / 7 箇所 · ギリシア語

要旨

ピュタゴラスがソラマメを巡る禁忌の理由を説明し、自身の黄金の太腿を見せた後、イタリアの買い手たちに10ミナで買い取られる。続いてシノペのディオゲネスが登場し、彼自身の質素な生き方、世界の市民としての立場、および過酷な修行のあり方を語る。

§6Ἀγοράστης ἀλλὰ τάδε μὲν ἱκανῶς.
買い手:それはもう十分だ。
τὰ δʼ ἀμφὶ δίαιταν ὁποῖός τις εἶ;
ところで食事に関してはどのような流儀なのか?
Πυθαγόρας ἐμψυχήϊον μὲν οὐδὲ ἓν σιτέομαι, τὰ δὲ ἄλλα πλὴν κυάμων.
ピュタゴラス:命あるものは何一つ食べないが、それ以外のものは、ただしソラマメを除いて食べる。
Ἀγοράστης τίνος ἕνεκα;
買い手:なぜだ?
ἢ μυσάττῃ τοὺς κυάμους;
それとも、ソラマメを忌み嫌っているのか?
Πυθαγόρας οὔκ, ἀλλὰ ἱροί εἰσι καὶ θωυμαστὴ αὐτέων ἡ φύσις·
ピュタゴラス:いや、そうではなく、それらは神聖であり、その本性は驚くべきものなのだ。
πρῶτον μὲν γὰρ τὸ πᾶν γονή εἰσι, καὶ ἢν ἀποδύσῃς κύαμον ἔτι χλωρὸν ἐόντα, ὄψεαι τοῖσιν ἀνδρείοισι μορίοισιν ἐμφερέα τὴν φυήν·
というのも、まず第一に、それらは全面的に生殖液であり、もしお前がまだ青いソラマメの皮を剥くなら、その形が男性の生殖器に似ているのを目にするだろう。
ἑψηθέντα δὲ ἢν ἀφῇς ἐς τὴν σεληναίην νυξὶ μεμετρημένῃσιν, αἷμα ποιήσεις.
また、茹でたソラマメを、決まった数の夜のあいだ月光の中に放置しておくなら、血液を作り出すだろう。
τὸ δὲ μέζον, Ἀθηναίοισι νόμος κυάμοισι τὰς ἀρχὰς αἱρέεσθαι.
そしてより重大なことは、アテナイ人において、ソラマメによって官職を選出する慣習があることだ。
Ἀγοράστης καλῶς πάντα ἔφης καὶ ἱεροπρεπῶς.
買い手:お前の言うことはすべて見事であり、神聖なものにふさわしい。
ἀλλὰ ἀπόδυθι, καὶ γυμνὸν γάρ σε ἰδεῖν βούλομαι.
だが服を脱いでくれ、お前の裸の姿を見たいのだ。
ὦ Ἡράκλεις, χρυσοῦς αὐτῷ ὁ μηρός ἐστι.
おお、ヘラクレスよ、彼の太腿は黄金ではないか。
θεός, οὐ βροτός τις εἶναι φαίνεται·
人間ではなく、神であるように見える。
ὥστε ὠνήσομαι πάντως αὐτόν.
だから何としても彼を買い取ろう。
πόσου τοῦτον ἀποκηρύττεις;
この者をいくらで売り出すのだ?
Ἑρμῆς δέκα μνῶν.
ヘルメス: 10ミナだ。
Ἀγοράστης ἔχω τοσούτου λαβών.
買い手:その値段で引き取ろう。
Ζεύς γράφε τοῦ ὠνησαμένου τοὔνομα καὶ ὅθεν ἐστίν.
ゼウス:買い手の名前と出身地を記録せよ。
Ἑρμῆς Ἰταλιώτης, ὦ Ζεῦ, δοκεῖ τις εἶναι τῶν ἀμφὶ Κρότωνα καὶ Τάραντα καὶ τὴν ταύτῃ Ἑλλάδα·
ヘルメス:ゼウスよ、イタリアのギリシア人のようです、クロトンやタレントゥム、およびその地域のギリシアの人々のようです。
καίτοι οὐχ εἷς, ἀλλὰ τριακόσιοι σχεδὸν ἐώνηνται κατὰ κοινὸν αὐτόν.
もっとも、一人ではなく、300人ほどが共同で彼を買い取りました。
Ζεύς Ἀπαγέτωσαν·
ゼウス:彼らに連れて行かせよ。
ἄλλον παράγωμεν.
別の者を引き出そう。
§7Ἑρμῆς βούλει τὸν αὐχμῶντα ἐκεῖνον, τὸν Ποντικόν;
ヘルメス:あの薄汚れた、ポントス出身の者がよいか?
Ζεύς πάνυ μὲν οὖν.
ゼウス:もちろんだとも。
Ἑρμῆς οὗτος ὁ τὴν πήραν ἐξηρτημένος, ὁ ἐξωμίας, ἐλθὲ καὶ περίιθι ἐν κύκλῳ τὸ συνέδριον.
ヘルメス:おい、そこのずた袋を肩にかけ、エξオーミスをまとった者よ、こちらに来て会衆の周りをぐるりと回りなさい。
βίον ἀνδρικὸν πωλῶ, βίον ἄριστον καὶ γεννικόν, βίον ἐλεύθερον·
男らしい生き方、極めて優れ気高い生き方、自由な生き方を売り出しますぞ。
τίς ὠνήσεται;
誰が買われますか?
Ἀγοράστης ὁ κῆρυξ πῶς ἔφης σύ;
買い手:伝令よ、今何と言った?
πωλεῖς τὸν ἐλεύθερον;
お前は自由人を売るというのか?
Ἑρμῆς ἔγωγε.
ヘルメス:そうだとも。
Ἀγοράστης εἶτʼ οὐ δέδιας μή σοι δικάσηται ἀνδραποδισμοῦ ἢ καὶ προκαλέσηταί σε εἰς Ἄρειον πάγον;
買い手:それでは、彼がお前を略取誘拐罪で訴えたり、あるいはアレイオス・パゴスに召喚したりするのを恐れないのか?
Ἑρμῆς οὐδὲν αὐτῷ μέλει τῆς πράσεως·
ヘルメス:彼は売られることを全く気にしていない。
οἴεται γὰρ εἶναι παντάπασιν ἐλεύθερος.
自分が完全に自由であると思っているからだ。
Ἀγοράστης τί δʼ ἄν τις αὐτῷ χρήσαιτο ῥυπῶντι καὶ οὕτω κακοδαιμόνως διακειμένῳ;
買い手:こんなに汚らしく、みすぼらしい状態にある者を、何に使うことができようか。
πλὴν εἰ μὴ σκαπανέα γε καὶ ὑδροφόρον αὐτὸν ἀποδεικτέον.
土工や水汲み人に指名するのでなければな。
Ἑρμῆς οὐ μόνον, ἀλλὰ καὶ ἢν θυρωρὸν αὐτὸν ἐπιστήσῃς, πολὺ πιστοτέρῳ χρήσῃ τῶν κυνῶν.
ヘルメス:それだけでなく、もし彼を門番に据えるなら、犬たちよりもはるかに忠実なものとして使えるだろう。
ἀμέλει κύων αὐτῷ καὶ τὸ ὄνομα.
言うまでもなく、彼の名前も犬なのだからな。
Ἀγοράστης ποδαπὸς δέ ἐστιν ἢ τίνα τὴν ἄσκησιν ἐπαγγέλλεται;
買い手:彼はどこの生まれで、どのような修行を標榜しているのだ?
Ἑρμῆς αὐτὸν ἐροῦ·
ヘルメス:本人に聞きなさい。
κάλλιον γὰρ οὕτω ποιεῖν.
そうするのが一番良い。
Ἀγοράστης δέδια τὸ σκυθρωπὸν αὐτοῦ καὶ κατηφές, μή με ὑλακτήσῃ προσελθόντα ἢ καὶ νὴ Δία δάκῃ γε.
買い手:彼の不機嫌でうつむいた様子が恐ろしい。
οὐχ ὁρᾷς ὡς διῆρται τὸ ξύλον καὶ συνέσπακε τὰς ὀφρῦς καὶ ἀπειλητικόν τι καὶ χολῶδες ὑποβλέπει;
近づいたら吠えかけられるか、あるいはゼウスにかけて、噛みつかれはしないか。
Ἑρμῆς μὴ δέδιθι·
見よ、棍棒を振り上げ、眉をひそめ、脅すような怒気に満ちた目で睨みつけているではないか。
τιθασὸς γάρ ἐστι.
ヘルメス:恐れるな、おとなしいから。
§8Ἀγοράστης τὸ πρῶτον, ὦ βέλτιστε, ποδαπὸς εἶ;
買い手:まず、我が友よ、お前はどこの生まれだ?
Διογένης παντοδαπός.
ディオゲネス:あらゆる場所の生まれだ。
Ἀγοράστης πῶς λέγεις;
買い手:どういう意味だ?
Διογένης τοῦ κόσμου πολίτην ὁρᾷς.
ディオゲネス:世界の市民を見ているのだ。
Ἀγοράστης ζηλοῖς δὲ δὴ τίνα;
買い手:では、いったい誰を手本としているのだ?
Διογένης τὸν Ἡρακλέα.
ディオゲネス:ヘラクレスだ。
Ἀγοράστης τί οὖν οὐχὶ καὶ λεοντῆν ἀμπέχῃ;
買い手:では、なぜ獅子の皮をまとわないのだ?
τὸ μὲν γὰρ ξύλον ἔοικας αὐτῷ.
棍棒の方は彼に似ているが。
Διογένης τουτί μοι λεοντῆ, τὸ τριβώνιον.
ディオゲネス:この使い古した外套こそが、私にとっての獅子の皮だ。
στρατεύομαι δὲ ὥσπερ ἐκεῖνος ἐπὶ τὰς ἡδονάς, οὐ κελευστός, ἀλλὰ ἑκούσιος, ἐκκαθᾶραι τὸν βίον προαιρούμενος.
私は彼のように快楽に対して戦いを挑んでいるのだ。
Ἀγοράστης εὖ γε τῆς προαιρέσεως.
命令されてではなく自発的に、生を清めることを志してな。
ἀλλὰ τί μάλιστα εἰδέναι σε φῶμεν;
買い手:見事な志だ。
ἢ τίνα τὴν τέχνην ἔχεις;
しかし、お前は主に何を知っていると言えばよいか?
Διογένης ἐλευθερωτής εἰμι τῶν ἀνθρώπων καὶ ἰατρὸς τῶν παθῶν·
あるいはどのような技術を持っているのか?
τὸ δὲ ὅλον ἀληθείας καὶ παρρησίας προφήτης εἶναι βούλομαι.
ディオゲネス:私は人間の解放者であり、情念の医者だ。
§9Ἀγοράστης εὖ γε, ὦ προφῆτα·
要するに、私は真実とあけすけな率直さの代弁者でありたいのだ。
ἢν δὲ πρίωμαί σε, τίνα με τὸν τρόπον διασκήσεις;
買い手:見事だ、代弁者よ。
Διογένης πρῶτον μὲν παραλαβών σε καὶ ἀποδύσας τὴν τρυφὴν καὶ ἀπορίᾳ συγκατακλείσας τριβώνιον περιβαλῶ, μετὰ δὲ πονεῖν καὶ κάμνειν καταναγκάσω χαμαὶ καθεύδοντα καὶ ὕδωρ πίνοντα καὶ ὧν ἔτυχεν ἐμπιμπλάμενον, τὰ δὲ χρήματα, ἢν ἔχῃς, ἐμοὶ πειθόμενος εἰς τὴν θάλατταν φέρων ἐμβαλεῖς, γάμου δὲ ἀμελήσεις καὶ παίδων καὶ πατρίδος, καὶ πάντα σοι ταῦτα λῆρος ἔσται, καὶ τὴν πατρῴαν οἰκίαν ἀπολιπὼν ἢ τάφον οἰκήσεις ἢ πυργίον ἔρημον ἢ καὶ πίθον·
もしお前を買い取ったら、お前は私をどのような方法で訓練するのだ? ディオゲネス:まず、お前を引き取り、贅沢を剥ぎ取り、貧困に閉じ込め、使い古した外套をまとわせる。 そののち、地面の上で眠り、水を飲み、手当たり次第のもので腹を満たし、労苦し働くことを強制する。 もし財産があるなら、私の言う通りにそれを海に持って行って投げ捨てるだろう。 結婚も子供も祖国も顧みず、これらすべてはお前にとってくだらないこととなる。 そして父祖の家を離れ、墓に住むか、荒れ果てた塔に住むか、あるいは大瓶に住む。
ἡ πήρα δέ σοι θέρμων ἔσται μεστὴ καὶ ὀπισθογράφων βιβλίων· καὶ οὕτως ἔχων εὐδαιμονέστερος εἶναι φήσεις τοῦ μεγάλου βασιλέως.
お前の袋はルピナス豆と裏まで書かれた本でいっぱいになり、このような状態で、お前は自分が大王よりも幸福であると言うだろう。
ἢν μαστιγοῖ δέ τις ἢ στρεβλοῖ, τούτων οὐδὲν ἀνιαρὸν ἡγήσῃ.
もし誰かがお前を鞭打ち、拷問にかけたとしても、お前はそれを少しも苦痛だとは思わないだろう。
Ἀγοράστης πῶς τοῦτο φὴς τὸ μὴ ἀλγεῖν μαστιγούμενον;
買い手:鞭打たれて痛まないとはどういうことだ?
οὐ γὰρ χελώνης ἢ καράβου τὸ δέρμα περιβέβλημαι.
私は亀や大エビの皮膚をまとっているわけではないのだぞ。
Διογένης τὸ Εὐριπίδειον ἐκεῖνο ζηλώσεις μικρὸν ἐναλλάξας.
ディオゲネス:あのエウリピデスの有名な台詞を、少しだけ変えて模倣するのだ。
Ἀγοράστης τὸ ποῖον;
買い手:どのようなものだ?
Διογένης ἡ φρήν σοι ἀλγήσει, ἡ δὲ γλῶσσα ἔσται ἀνάλγητος.
ディオゲネス:心は痛むだろうが、舌は痛まない。

語釈・文法注

  1. 6τὸ πᾶν γονή — τὸ πᾶν の修飾関係が文法上の判断点となる。これを副詞的に「完全に、全面的に」と解釈して「それらは全面的に生殖液である」とする説と、中性名詞として「万物(宇宙全体)」と解釈して「万物の種である」とする説がある。ここではピュタゴラス派がソラマメの生殖的・宇宙論的本性を極端に強調する文脈であることを考慮し、副詞的用法「全面的に、それ自体が」として解釈したが、どちらの読みも成立しうる。
  2. 7ἀνδραποδισμοῦ — 動詞 δικάσηται(「告訴する、裁判を起こす」)に伴う「罪名を表す属格(または訴訟の原因の属格)」である。ヘルメスを「自由人の奴隷化(略取誘拐罪)」の罪で訴えるという文脈を明確に示している。
  3. 9ἐμοὶ πειθόμενος εἰς τὴν θάλατταν φέρων ἐμβαλεῖς — 二つの分詞 πειθόμενος と φέρων が、主動詞の未来形 ἐμβαλεῖς にかかっている。未来直説法 ἐμβαλεῖς は、ここでは強い命令・勧告(命令的未来)として機能しており、命令法と同等の義務を表す。
  4. 9ἡ φρήν σοι ἀλγήσει — 与格 σοι は「関与の与格」として機能し、痛みを経験する主体を指示している。このセリフはエウリピデス『ヒッポリュトス』612行の有名な文句「舌は誓ったが、心は誓っていない」を、感覚の痛みと肉体的な苦痛の対比にもじって転用したものであり、構文上は対比的な並列(ἡ φρήν と ἡ γλῶσσα)をなしている。

この箇所を引用する

ルキアノス, 哲学諸派の競売 §6-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg024.humanitext-grc2:6-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。