§9Χάρων
σὺ δέ μοι ἐκεῖνο εἰπέ,
"τίς τʼ ἄρʼ ὅδʼ ἄλλος ὁ σεμνὸς ἀνήρ;
カローンだが私にあのことを言ってくれ。 「さて、この高貴な男はまた誰なのか?
"
οὐχ Ἕλλην, ὡς ἔοικεν, ἀπὸ γοῦν τῆς στολῆς.
」衣装からすると、どうやらギリシア人ではないようだ。
Ἑρμῆς
Κῦρος, ὦ Χάρων, ὁ Καμβύσου, ὃς τὴν ἀρχὴν πάλαι Μήδων ἐχόντων νῦν Περσῶν ἤδη ἐποίησεν εἶναι·
ヘルメースカローンよ、カンビュセスの息子キュロスだ。 かつてメディア人が保持していた支配を、今やペルシア人のものとした男だ。
καὶ Ἀσσυρίων δʼ ἔναγχος οὗτος ἐκράτησε καὶ Βαβυλῶνα παρεστήσατο καὶ νῦν ἐλασείοντι ἐπὶ Λυδίαν ἔοικεν, ὡς καθελὼν τὸν Κροῖσον ἄρχοι ἁπάντων.
彼はまた、最近アッシリア人を征服し、バビュローンを従わせ、今はクロイソスを打ち倒して万物の支配者となるために、リュディアへ進軍したがっているように見える。
Χάρων
ὁ Κροῖσος δὲ ποῦ ποτε κἀκεῖνός ἐστιν;
カローンでは、そのクロイソスは一体どこにいるのだ?
Ἑρμῆς
ἐκεῖσε ἀπόβλεψον ἐς τὴν μεγάλην ἀκρόπολιν, τὴν τὸ τριπλοῦν τεῖχος·
ヘルメースあの三重の城壁を持つ大きなアクロポリスの方を見なさい。
Σάρδεις ἐκεῖναι, καὶ τὸν Κροῖσον αὐτὸν ὁρᾷς ἤδη ἐπὶ κλίνης χρυσῆς καθήμενον, Σόλωνι τῷ Ἀθηναίῳ διαλεγόμενον.
あれがサルディスだ。 そしてお前は今、黄金の長椅子に座ってアテナイ人ソロンと語り合っているクロイソス自身を見ている。
βούλει ἀκούσωμεν αὐτῶν ὅ τι καὶ λέγουσι;
彼らが一体何を話しているのか、聞いてみようか。
Χάρων
πάνυ μὲν οὖν.
カローンぜひともそうしよう。
§10Κροῖσος
ὦ ξένε Ἀθηναῖε, εἶδες γάρ μου τὸν πλοῦτον καὶ τοὺς θησαυροὺς καὶ ὅσος ἄσημος χρυσός ἐστιν ἡμῖν καὶ τὴν ἄλλην πολυτέλειαν, εἰπέ μοι, τίνα ἡγῇ τῶν ἁπάντων ἀνθρώπων εὐδαιμονέστατον εἶναι.
クロイソスアテナイからの客人よ、あなたは私の富や宝物庫、そして私たちの持っているおびただしい刻印のない金、その他の贅沢をご覧になった。 私に言ってくれ、あらゆる人間の中で誰が最も幸福であると思うか。
Χάρων
τί ἄρα ὁ Σόλων ἐρεῖ;
カローンさて、ソロンは何と言うだろうか。
Ἑρμῆς
θάρρει·
ヘルメース心配するな、カローンよ。
οὐδὲν ἀγεννές, ὦ Χάρων.
決して卑屈なことではない。
Σόλων
ὦ Κροῖσε, ὀλίγοι μὲν οἱ εὐδαίμονες·
ソロンクロイソスよ、幸福な者は少ない。
ἐγὼ δὲ ὧν οἶδα Κλέοβιν καὶ Βίτωνα ἡγοῦμαι εὐδαιμονεστάτους γενέσθαι, τοὺς τῆς ἱερείας παῖδας τῆς Ἀργόθεν, τοὺς ἅμα πρῴην ἀποθανόντας, ἐπεὶ τὴν μητέρα ὑποδύντες εἵλκυσαν ἐπὶ τῆς ἀπήνης ἄχρι πρὸς τὸ ἱερόν.
しかし私の知る者たちの中で、クレオビスとビトーンが最も幸福になったと私は考える。 彼らはアルゴス出身の女祭司の息子たちで、先日同時に亡くなったのだ。 彼らは母を車の下に潜り込んで神殿まで引きずっていった後に。
Κροῖσος
ἔστω·
クロイソスよかろう。
ἐχέτωσαν ἐκεῖνοι τὰ πρῶτα τῆς εὐδαιμονίας.
彼らに幸福の第一位を譲ろう。
ὁ δεύτερος δὲ τίς ἂν εἴη;
では、第二の者は誰か。
Σόλων
Τέλλος ὁ Ἀθηναῖος, ὃς εὖ τʼ ἐβίω καὶ ἀπέθανεν ὑπὲρ τῆς πατρίδος.
ソロンアテナイ人のテロスだ。 彼は立派に生き、祖国のために死んだ。
Κροῖσος
ἐγὼ δέ, ὦ κάθαρμα, οὔ σοι δοκῶ εὐδαίμων εἶναι;
クロイソスこの屑め、私はお前にとって幸福だとは思えないのか。
Σόλων
οὐδέπω οἶδα, ὦ Κροῖσε, ἢν μὴ πρὸς τὸ τέλος ἀφίκῃ τοῦ βίου·
ソロンクロイソスよ、人生の終わりに達するまでは私にはまだわからない。
ὁ γὰρ θάνατος ἀκριβὴς ἔλεγχος τῶν τοιούτων καὶ τὸ ἄχρι πρὸς τὸ τέρμα εὐδαιμόνως διαβιῶναι.
死こそがそのような事柄の正確な検証であり、最期まで幸福に生き抜くことこそが検証なのだから。
Χάρων
κάλλιστα, ὦ Σόλων, ὅτι ἡμῶν οὐκ ἐπιλέλησαι, ἀλλὰ παρὰ τὸ πορθμεῖον αὐτὸ ἀξιοῖς γίγνεσθαι τὴν περὶ τῶν τοιούτων κρίσιν.
カローン見事だ、ソロンよ。 私たちのことを忘れず、まさに渡し場の傍らにおいてこそ、そのような事柄に関する判定がなされるべきだと考えているとは。
§11Χάρων
ἀλλὰ τίνας ἐκείνους ὁ Κροῖσος ἐκπέμπει ἢ τί ἐπὶ τῶν ὤμων φέρουσι;
カローンしかし、クロイソスが送り出しているあの者たちは誰なのか、また肩の上に何を担いでいるのか。
Ἑρμῆς
πλίνθους τῷ Πυθίῳ χρυσᾶς ἀνατίθησι μισθὸν τῶν χρησμῶν ὑφʼ ὧν καὶ ἀπολεῖται μικρὸν ὕστερον·
ヘルメース神託の報酬としてピュティアの神に捧げる金の延べ板だ。 その神託によって、彼は少し後に滅びることになるのだが。
φιλόμαντις δὲ ἁνὴρ ἐκτόπως.
彼は異常なほど神託を好む男なのだ。
Χάρων
ἐκεῖνο γάρ ἐστιν ὁ χρυσός, τὸ λαμπρὸν ὃ ἀποστίλβει, τὸ ὕπωχρον μετʼ ἐρυθήματος;
カローンあれが金なのか、あの鈍く輝く、かすかに赤みを帯びた黄色いものが?
νῦν γὰρ πρῶτον εἶδον, ἀκούων ἀεί.
いつも聞いてはいたが、今初めて見た。
Ἑρμῆς
ἐκεῖνο, ὦ Χάρων, τὸ ἀοίδιμον ὄνομα καὶ περιμάχητον.
ヘルメースそれだ、カローンよ。 歌に歌われ、奪い合われる、あの評判の名前を持つものが。
Χάρων
καὶ μὴν οὐχ ὁρῶ ὅ τι τὸ ἀγαθὸν αὐτῷ πρόσεστιν, εἰ μὴ ἄρα ἕν τι μόνον, ὅτι βαρύνονται οἱ φέροντες αὐτό.
カローンだが、それにどんな良い点があるのか、私には見えない。 ただ一つ、それを運ぶ者たちが重そうにしているということ以外には。
Ἑρμῆς
οὐ γὰρ οἶσθα ὅσοι πόλεμοι διὰ τοῦτο καὶ ἐπιβουλαὶ καὶ λῃστήρια καὶ ἐπιορκίαι καὶ φόνοι καὶ δεσμὰ καὶ ἐμπορίαι καὶ δουλεῖαι;
ヘルメースこれのために、どれほど多くの戦争、陰謀、略奪、偽誓、殺人、投獄、交易、奴隷化が起こるか、お前は知らないのか。
Χάρων
διὰ τοῦτο, ὦ Ἑρμῆ, τὸ μὴ πολὺ τοῦ χαλκοῦ διαφέρον;
カローンヘルメースよ、銅と大して違わないこれのためにか。
οἶδα γὰρ τὸν χαλκόν, ὀβολόν, ὡς οἶσθα, παρὰ τῶν καταπλεόντων ἑκάστου ἐκλέγων.
私は銅なら知っている。 お前も知る通り、船でやって来る者たち一人一人からオボロス銅貨を徴収しているからな。
Ἑρμῆς
ναί·
ヘルメースそうだ。
ἀλλὰ ὁ χαλκὸς μὲν πολύς, ὥστε οὐ πάνυ σπουδάζεται ὑπʼ αὐτῶν·
だが銅は豊富にあるから、彼らにはさほど重んじられない。
τοῦτον δὲ ὀλίγον ἐκ πολλοῦ τοῦ βάθους οἱ μεταλλεύοντες ἀνορύττουσι·
しかしこれ(金)はわずかしかなく、鉱夫たちが深い地底から掘り出すのだ。
πλὴν ἀλλὰ ἐκ τῆς γῆς καὶ οὗτος ὥσπερ ὁ μόλυβδος καὶ τὰ ἄλλα.
もっとも、これも鉛などと同じく、土から出てくるものにすぎないのだが。
Χάρων
δεινήν τινα λέγεις τῶν ἀνθρώπων τὴν ἀβελτερίαν, οἳ τοσοῦτον ἔρωτα ἐρῶσιν ὠχροῦ καὶ βαρέος κτήματος.
カローン人間どもの愚かさは凄まじいものだな。 あのように青白く重い所有物に対して、これほどの情熱を抱くとは。
Ἑρμῆς
ἀλλὰ οὐ Σόλων γε ἐκεῖνος, ὦ Χάρων, ἐρᾶν αὐτοῦ φαίνεται, ὅς, ὡς ὁρᾷς, καταγελᾷ τοῦ Κροίσου καὶ τῆς μεγαλαυχίας τοῦ βαρβάρου, καί μοι δοκεῖν ἐρέσθαι τι βούλεται αὐτόν·
ヘルメースだが、あのソロンはそれを愛しているようには見えないぞ、カローンよ。 彼は見ての通り、クロイソスとこのバルバロイの尊大さをあざ笑っている。 そして私には、彼がクロイソスに何かを尋ねたがっているように思える。
ἐπακούσωμεν οὖν.
だから、耳を傾けてみよう。