Humanitext Reader

ルキアノス · カロン §6-8

カローンの視力回復と格闘士ミローン

3 / 8 箇所 · ギリシア語

要旨

カローンは高所から地上の人間がよく見えないと不満を漏らす。ヘルメースはホメーロスの呪文でカローンの眼を良くし、二人は有名な格闘士ミローンが雄牛を運ぶ姿と、彼のやがて来る死を展望する。

§6Χάρων ὁρῶ γῆν πολλὴν καὶ λίμνην τινὰ μεγάλην περιρρέουσαν καὶ ὄρη καὶ ποταμοὺς τοῦ Κωκυτοῦ καὶ Πυριφλεγέθοντος μείζονας καὶ ἀνθρώπους πάνυ σμικροὺς καί τινας φωλεοὺς αὐτῶν.
カローン多くの土地、そしてそれを取り巻いて流れる何か大きな湖、さらにコキュートスやピュリプレゲトーンよりも大きな山や川、さらに極めて小さな人間たちと、彼らの何らかの巣穴が見える。
Ἑρμῆς πόλεις ἐκεῖναί εἰσιν οὓς φωλεοὺς εἶναι νομίζεις.
ヘルメースお前が巣穴だと思っているあれらは、都市なのだ。
Χάρων οἶσθα οὖν, ὦ Ἑρμῆ, ὡς οὐδὲν ἡμῖν πέπρακται, ἀλλὰ μάτην τὸν Παρνασσὸν αὐτῇ Κασταλίᾳ καὶ τὴν Οἴτην καὶ τὰ ἄλλα ὄρη μετεκινήσαμεν;
カローンでは、ヘルメースよ、私たちは何も成し遂げておらず、無駄にパルナッソス山をカスタリアの泉ごと、またオイテー山や他の山々を動かしたということになるのか。
Ἑρμῆς ὅτι τί;
ヘルメースどういうことだ?
Χάρων οὐδὲν ἀκριβὲς ἐγὼ γοῦν ἀπὸ τοῦ ὑψηλοῦ ὁρῶ·
カローン高所からは、私には何もはっきりと見えない。
ἐδεόμην δὲ οὐ πόλεις καὶ ὄρη αὐτὸ μόνον ὥσπερ ἐν γραφαῖς ὁρᾶν, ἀλλὰ τοὺς ἀνθρώπους αὐτοὺς καὶ ἃ πράττουσι καὶ οἷα λέγουσιν.
私は絵画の中のように単に都市や山それ自体を見るだけでなく、人間たち自身、彼らの行い、彼らの語る言葉が見たいのだ。
ὥσπερ ὅτε με τὸ πρῶτον ἐντυχὼν εἶδες γελῶντα καὶ ἤρου γε ὅ τι γελῴην, ἀκούσας τινὸς ἥσθην εἰς ὑπερβολήν.
まるで、君が私に初めて出会ったとき、私が笑っているのを見て、何に笑っているのかと尋ねたように。 ある人の話を聞いて私はこの上なく愉快だったのだ。
Ἑρμῆς τί δὲ τοῦτο ἦν;
ヘルメースそれはどういうことだったのだ?
Χάρων ἐπὶ δεῖπνον, οἶμαι, κληθείς τις ὑπό τινος τῶν φίλων ἐς τὴν ὑστεραίαν, μάλιστα ἥξω, ἔφη, καὶ μεταξὺ λέγοντος ἀπὸ τοῦ τέγους κεραμὶς ἐμπεσοῦσα οὐκ οἶδʼ ὅτου κινήσαντος ἀπέκτεινεν αὐτόν.
カローンある人が翌日の晩餐に友人の一人から招かれて、「ぜひ伺いましょう」と言った。 そう語っている最中に、誰が動かしたのかわからないが、屋根から瓦が落ちてきて彼を打ち殺してしまったのだ。
ἐγέλασα οὖν οὐκ ἐπιτελέσαντος τὴν ὑπόσχεσιν.
約束を果たせなかったその人を、私は笑った。
ἔοικα δὲ καὶ νῦν ὑποκαταβήσεσθαι, ὡς μᾶλλον βλέποιμι καὶ ἀκούοιμι.
どうやら私も今、もっとよく見え、聞こえるように、下へ降りていくべきであるようだ。
§7Ἑρμῆς ἔχʼ ἀτρέμα·
ヘルメースじっとしていろ。
καὶ τοῦτο γὰρ ἐγὼ ἰάσομαί σοι καὶ ὀξυδερκέστατον ἐν βραχεῖ σε ἀποφανῶ παρʼ Ὁμήρου τινὰ καὶ πρὸς τοῦτο ἐπῳδὴν λαβών, κἀπειδὰν εἴπω τὰ ἔπη, μέμνησο μηκέτι ἀμβλυώττειν, ἀλλὰ σαφῶς πάντα ὁρᾶν.
これについては私もお前を治療してやろう。 ホメーロスから何らかの呪文を持ってきて、これをたちまちお前に極めて鋭い眼力を与えるようにしよう。 そして私がその詩句を唱えたら、二度と視界を曇らせず、すべてをはっきりと見るように心がけるのだ。
Χάρων λέγε μόνον.
カローンとにかく唱えてくれ。
Ἑρμῆς " ἀχλὺν δʼ αὖ τοι ἀπʼ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν, ὄφρʼ εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.
ヘルメース "汝の眼より、かつてかかっていた霧を取り払う、神と人ともによく見分けられるように。
" τί ἐστιν;
"どうだ?
ἤδη ὁρᾷς;
もう見えるか?
Χάρων ὑπερφυῶς γε·
カローン驚くほどにだ。
τυφλὸς ὁ Λυγκεὺς ἐκεῖνος ὡς πρὸς ἐμέ·
あのリュンケウスさえ私に比べれば盲目だ。
ὥστε σὺ τὸ ἐπὶ τούτῳ προσδίδασκέ με καὶ ἀποκρίνου ἐρωτῶντι.
だから、これに続いて私に教えて、尋ねることに答えてくれ。
ἀλλὰ βούλει κατὰ τὸν Ὅμηρον κἀγὼ ἔρωμαί σε, ὡς μάθῃς οὐδʼ αὐτὸν ἀμελέτητον ὄντα με τῶν Ὁμήρου;
それとも、私がホメーロスの詩を全く学んでいないわけではないことを君が知るために、私もホメーロス風に尋ねてみようか。
Ἑρμῆς καὶ πόθεν σὺ ἔχεις τι τῶν ἐκείνου εἰδέναι, ναύτης ἀεὶ καὶ πρόσκωπος ὤν;
ヘルメース常に船乗りで、櫂を漕ぐ者であるお前が、どうして彼の詩を知っているというのだ?
Χάρων ὁρᾷς, ὀνειδιστικὸν τοῦτο εἰς τὴν τέχνην.
カローン見よ、それは職能に対する侮辱だぞ。
ἐγὼ δὲ ὁπότε διεπόρθμευον αὐτὸν ἀποθανόντα, πολλὰ ῥαψῳδοῦντος ἀκούσας ἐνίων ἔτι μέμνημαι·
私は、彼が死んで冥界へ渡したとき、彼が多くの朗誦をするのを聞いて、その一部をまだ覚えているのだ。
καίτοι χειμὼν ἡμᾶς οὐ μικρὸς τότε κατελάμβανεν.
その時、私たちを少なからぬ嵐が襲っていたというのに。
ἐπεὶ γὰρ ἤρξατο ᾄδειν οὐ πάνυ αἴσιόν τινα ᾠδὴν τοῖς πλέουσιν, ὡς ὁ Ποσειδῶν συνήγαγε τὰς νεφέλας καὶ ἐτάραξε τὸν πόντον ὥσπερ τορύνην τινὰ ἐμβαλὼν τὴν τρίαιναν καὶ πάσας τὰς θυέλλας ὠρόθυνε καὶ ἄλλα πολλά, κυκῶν τὴν θάλατταν ὑπὸ τῶν ἐπῶν, χειμὼν ἄφνω καὶ γνόφος ἐμπεσὼν ὀλίγου δεῖν περιέτρεψεν ἡμῖν τὴν ναῦν·
彼が航海者たちにとって全く縁起の良くない歌を歌い始めたからだ。 ポセイドーンが雲を集め、三叉の矛をまるで攪拌棒のように突っ込んで海をかき乱し、あらゆる突風を駆り立て、その他多くのことを語り、詩句によって海を混乱させたとき、突然の嵐と暗闇が襲い、船が覆りそうになったのだ。
ὅτε περ καὶ ναυτιάσας ἐκεῖνος ἀπήμεσε τῶν ῥαψῳδιῶν τὰς πολλὰς αὐτῇ Σκύλλῃ καὶ Χαρύβδει καὶ Κύκλωπι.
その時あの男は船酔いして、スキュラやカリュブディス、キュクロープスごと、多くの朗誦を吐き出した。
οὐ χαλεπὸν οὖν ἦν ἐκ τοσούτου ἐμέτου ὀλίγα γοῦν διαφυλάττειν.
それほど大量の嘔吐物から、ほんの少しでも覚えておくのは難しいことではない。
§8Χάρων εἰπὲ γάρ μοι·
カローン教えてくれ。
" τίς τʼ ἄρʼ ὅδʼ ἐστὶ πάχιστος ἀνὴρ ἠΰς τε μέγας τε, ἔξοχος ἀνθρώπων κεφαλὴν καὶ εὐρέας ὤμους;
"さて、頭部も広い肩幅も人並み外れて、この逞しく大きな男は誰なのか?
" Ἑρμῆς Μίλων οὗτος ὁ ἐκ Κρότωνος ἀθλητής.
"ヘルメースこれはクロトーンの格闘士ミローンだ。
ἐπικροτοῦσι δʼ αὐτῷ οἱ Ἕλληνες, ὅτι τὸν ταῦρον ἀράμενος φέρει διὰ τοῦ σταδίου μέσου.
ギリシア人たちが彼に喝采を送っているのは、彼が雄牛を抱え上げてスタディオンの真ん中を運んでいるからだ。
Χάρων καὶ πόσῳ δικαιότερον ἂν ἐμέ, ὦ Ἑρμῆ, ἐπαινοῖεν, ὃς αὐτόν σοι τὸν Μίλωνα μετʼ ὀλίγοι συλλαβὼν ἐνθήσομαι ἐς τὸ σκαφίδιον, ὁπόταν ἥκῃ πρὸς ἡμᾶς ὑπὸ τοῦ ἀμαχωτάτου τῶν ἀνταγωνιστῶν καταπαλαισθεὶς τοῦ Θανάτου, μηδὲ συνεὶς ὅπως αὐτὸν ὑποσκελίζει;
カローンヘルメースよ、そのミローンをまもなくひっ捕らえて小舟に載せる私のほうを、人々はどれほど正当に称賛すべきだろうか。 彼が対戦相手のうち最も手強い「死」に組み伏せられ、どのように足をすくわれたかも気づかずに私たちのところへやって来るとき。
κᾆτα οἰμώξεται ἡμῖν δηλαδὴ μεμνημένος τῶν στεφάνων τούτων καὶ τοῦ κρότου·
そして彼は、これらの冠や喝采を思い出して、私たちに大いに泣き言を言うだろう。
νῦν δὲ μέγα φρονεῖ θαυμαζόμενος ἐπὶ τῇ τοῦ ταύρου φορᾷ.
だが今は、雄牛を運ぶことで称賛され、大いに誇っている。
τί δʼ οὖν; οἰηθῶμεν ἄρα ἐλπίζειν αὐτὸν καὶ τεθνήξεσθαί ποτε;
しかし、彼がいつか死ぬことなど予期していると思うか?
Ἑρμῆς πόθεν ἐκεῖνος θανάτου νῦν μνημονεύσειεν ἂν ἐν ἀκμῇ τοσαύτῃ;
ヘルメースそのような全盛期にあって、彼が今どうして死を思い出すだろうか。
Χάρων ἔα τοῦτον οὐκ εἰς μακρὰν γέλωτα ἡμῖν παρέξοντα ὁπόταν πλέῃ, μηδʼ ἐμπίδα οὐχ ὅπως ταῦρον ἔτι ἄρασθαι δυνάμενος.
カローンあいつは放っておけ。 まもなく航海するとき、私たちに笑いを提供することになる。 蚊一匹さえ、雄牛どころか、持ち上げる力もなくなって。

語釈・文法注

  1. ¦p.v.2.p.408¦αὐτῇ Κασταλίᾳ — 随伴の与格。代名詞 αὐτός, αὐτή, αὐτό の与格が名詞の与格を直接修飾し、「〜と一緒に」「〜ごと」という意味を表す慣用的な用法。ここでは「パルナッソス山をカスタリアの泉ごと動かした」ことを意味する。
  2. ¦p.v.2.p.408¦ὅτι τί; — 「なぜなら何が(起きたのか)?」を意味する口語的な疑問表現。相手の発言に対して驚きや疑問を持ってその理由を問い質す際に「なぜだ?」「どういうことだ?」という意味で用いられる。
  3. ¦p.v.2.p.410¦ὡς πρὸς ἐμέ — 比較や基準を示す ὡς と前置詞 πρὸς(対格支配)の結合。「私に比べれば」「私に対しては」の意味になる。きわめて優れた視力を持つ神話的英雄リュンケウスでさえ、今の自分に比べれば盲目のようだ、と述べている。
  4. ¦p.v.2.p.410¦ὀλίγου δεῖν — 非人称動詞 δεῖ の不定法を用いた絶対属格風の慣用表現。「もう少しで〜するところ」「危うく〜しそうに」を意味し、副詞的に主節の動詞(ここでは περιέτρεψεν)を修飾する。
  5. ¦p.v.2.p.414¦οὐχ ὅπως — 「〜どころか(…ない)」を意味する慣用句。後続の否定文(ここでは分詞句の否定的な文脈)を強調し、「雄牛を持ち上げることはおろか、蚊一匹さえ(持ち上げられない)」という対比を表している。

この箇所を引用する

ルキアノス, カロン §6-8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg023.humanitext-grc2:6-8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。