Humanitext Reader

琉善 · 卡戎或观察者 §9-11

梭伦与克罗伊斯的谈话与对黄金的执念

第 4 段,共 8 段 · 希腊语

内容简介

卡戎与赫耳墨斯观察了新崛起的征服者居鲁士,以及正与雅典贤人梭伦探讨幸福的吕底亚国王克罗伊斯。随后他们注意到克罗伊斯献给神庙的金砖,并就人类对黄金这一沉重而无用之物的执着与愚蠢展开了讨论。

§9Χάρων σὺ δέ μοι ἐκεῖνο εἰπέ, "τίς τʼ ἄρʼ ὅδʼ ἄλλος ὁ σεμνὸς ἀνήρ;
卡戎但请告诉我那个: “那人又是谁,如此庄重?
" οὐχ Ἕλλην, ὡς ἔοικεν, ἀπὸ γοῦν τῆς στολῆς.
” 看他的衣着,他似乎不是希腊人。
Ἑρμῆς Κῦρος, ὦ Χάρων, ὁ Καμβύσου, ὃς τὴν ἀρχὴν πάλαι Μήδων ἐχόντων νῦν Περσῶν ἤδη ἐποίησεν εἶναι·
赫耳墨斯卡戎,那是冈比西斯之子居鲁士。 他将从前由米底人掌握的帝国,如今变成了波斯人的天下。
καὶ Ἀσσυρίων δʼ ἔναγχος οὗτος ἐκράτησε καὶ Βαβυλῶνα παρεστήσατο καὶ νῦν ἐλασείοντι ἐπὶ Λυδίαν ἔοικεν, ὡς καθελὼν τὸν Κροῖσον ἄρχοι ἁπάντων.
他最近征服了亚述人,降伏了巴比伦,现在似乎渴望向吕底亚进军,以便打败克罗伊斯后统治万物。
Χάρων ὁ Κροῖσος δὲ ποῦ ποτε κἀκεῖνός ἐστιν;
卡戎那克罗伊斯究竟又在哪里呢?
Ἑρμῆς ἐκεῖσε ἀπόβλεψον ἐς τὴν μεγάλην ἀκρόπολιν, τὴν τὸ τριπλοῦν τεῖχος·
赫耳墨斯往那边看,看那座有三重城壁的巨大卫城。
Σάρδεις ἐκεῖναι, καὶ τὸν Κροῖσον αὐτὸν ὁρᾷς ἤδη ἐπὶ κλίνης χρυσῆς καθήμενον, Σόλωνι τῷ Ἀθηναίῳ διαλεγόμενον.
那里就是萨尔迪斯。 你瞧,克罗伊斯本人正坐在黄金长椅上,同雅典人梭伦谈话。
βούλει ἀκούσωμεν αὐτῶν ὅ τι καὶ λέγουσι;
你愿意我们听听他们都在说什么吗?
Χάρων πάνυ μὲν οὖν.
卡戎非常愿意。
§10Κροῖσος ὦ ξένε Ἀθηναῖε, εἶδες γάρ μου τὸν πλοῦτον καὶ τοὺς θησαυροὺς καὶ ὅσος ἄσημος χρυσός ἐστιν ἡμῖν καὶ τὴν ἄλλην πολυτέλειαν, εἰπέ μοι, τίνα ἡγῇ τῶν ἁπάντων ἀνθρώπων εὐδαιμονέστατον εἶναι.
克罗伊斯雅典的客人啊,你已经见到了我的财富、宝藏,以及我们拥有的如此之多的无标记黄金和其他奢华。 请告诉我,你认为在所有人类当中,谁是最幸福的?
Χάρων τί ἄρα ὁ Σόλων ἐρεῖ;
卡戎那么梭伦会说什么呢?
Ἑρμῆς θάρρει· οὐδὲν ἀγεννές, ὦ Χάρων.
赫耳墨斯放心,卡戎,绝不是什么有失体面的话。
Σόλων ὦ Κροῖσε, ὀλίγοι μὲν οἱ εὐδαίμονες·
梭伦克罗伊斯啊,幸福的人极少。
ἐγὼ δὲ ὧν οἶδα Κλέοβιν καὶ Βίτωνα ἡγοῦμαι εὐδαιμονεστάτους γενέσθαι, τοὺς τῆς ἱερείας παῖδας τῆς Ἀργόθεν, τοὺς ἅμα πρῴην ἀποθανόντας, ἐπεὶ τὴν μητέρα ὑποδύντες εἵλκυσαν ἐπὶ τῆς ἀπήνης ἄχρι πρὸς τὸ ἱερόν.
但在我所知的人里,我认为克莱奥比斯和比同是最幸福的人。 他们是来自阿耳戈斯的女祭司的儿子,前不久一同死去,因为他们自己套上套,把母亲拉在车上,一直拉到神庙。
Κροῖσος ἔστω· ἐχέτωσαν ἐκεῖνοι τὰ πρῶτα τῆς εὐδαιμονίας.
克罗伊斯好吧,让他们得幸福的第一位。
ὁ δεύτερος δὲ τίς ἂν εἴη;
那么谁是第二位呢?
Σόλων Τέλλος ὁ Ἀθηναῖος, ὃς εὖ τʼ ἐβίω καὶ ἀπέθανεν ὑπὲρ τῆς πατρίδος.
梭伦雅典人泰罗斯,他既活得体面,又为祖国献身。
Κροῖσος ἐγὼ δέ, ὦ κάθαρμα, οὔ σοι δοκῶ εὐδαίμων εἶναι;
克罗伊斯而我呢,你这无赖,在你看来难道不幸福吗?
Σόλων οὐδέπω οἶδα, ὦ Κροῖσε, ἢν μὴ πρὸς τὸ τέλος ἀφίκῃ τοῦ βίου·
梭伦克罗伊斯啊,除非你走到生命的尽头,否则我还无法知晓。
ὁ γὰρ θάνατος ἀκριβὴς ἔλεγχος τῶν τοιούτων καὶ τὸ ἄχρι πρὸς τὸ τέρμα εὐδαιμόνως διαβιῶναι.
因为死亡才是对此类事物的精确检验,也就是能否幸福地生活到最后一刻。
Χάρων κάλλιστα, ὦ Σόλων, ὅτι ἡμῶν οὐκ ἐπιλέλησαι, ἀλλὰ παρὰ τὸ πορθμεῖον αὐτὸ ἀξιοῖς γίγνεσθαι τὴν περὶ τῶν τοιούτων κρίσιν.
卡戎好极了,梭伦! 因为你没有忘记我们,而是认为关于这类事的裁决应当就在渡口旁进行。
§11Χάρων ἀλλὰ τίνας ἐκείνους ὁ Κροῖσος ἐκπέμπει ἢ τί ἐπὶ τῶν ὤμων φέρουσι;
卡戎但是,克罗伊斯打发出去的那些人是谁? 他们肩上扛着什么?
Ἑρμῆς πλίνθους τῷ Πυθίῳ χρυσᾶς ἀνατίθησι μισθὸν τῶν χρησμῶν ὑφʼ ὧν καὶ ἀπολεῖται μικρὸν ὕστερον·
赫耳墨斯他正向皮托神奉献金砖,作为神谕的酬劳,而不久之后他也将因这些神谕而灭亡。
φιλόμαντις δὲ ἁνὴρ ἐκτόπως.
这个人极其迷信预言。
Χάρων ἐκεῖνο γάρ ἐστιν ὁ χρυσός, τὸ λαμπρὸν ὃ ἀποστίλβει, τὸ ὕπωχρον μετʼ ἐρυθήματος;
卡戎那就是黄金吗? 那闪闪发光的东西,那带有一点红色的微黄之物?
νῦν γὰρ πρῶτον εἶδον, ἀκούων ἀεί.
这还是我第一次见到,虽然一直听说。
Ἑρμῆς ἐκεῖνο, ὦ Χάρων, τὸ ἀοίδιμον ὄνομα καὶ περιμάχητον.
赫耳墨斯正是那个,卡戎,那个名声在外、备受争夺的名字。
Χάρων καὶ μὴν οὐχ ὁρῶ ὅ τι τὸ ἀγαθὸν αὐτῷ πρόσεστιν, εἰ μὴ ἄρα ἕν τι μόνον, ὅτι βαρύνονται οἱ φέροντες αὐτό.
卡戎不过,我实在看不出它有什么好处,除非只有一点,那就是扛着它的人会被它压得很重。
Ἑρμῆς οὐ γὰρ οἶσθα ὅσοι πόλεμοι διὰ τοῦτο καὶ ἐπιβουλαὶ καὶ λῃστήρια καὶ ἐπιορκίαι καὶ φόνοι καὶ δεσμὰ καὶ ἐμπορίαι καὶ δουλεῖαι;
赫耳墨斯难道你不知道,因为这个,引起了多少战争、阴谋、劫掠、伪誓、谋杀、监禁、贸易和奴役吗?
Χάρων διὰ τοῦτο, ὦ Ἑρμῆ, τὸ μὴ πολὺ τοῦ χαλκοῦ διαφέρον;
卡戎就因为这个,赫耳墨斯,这个跟铜没有太大区别的东西?
οἶδα γὰρ τὸν χαλκόν, ὀβολόν, ὡς οἶσθα, παρὰ τῶν καταπλεόντων ἑκάστου ἐκλέγων.
因为我是知道铜的,如你所知,我向每个乘船下来的人收取一枚奥博尔铜币。
Ἑρμῆς ναί·
赫耳墨斯是的。
ἀλλὰ ὁ χαλκὸς μὲν πολύς, ὥστε οὐ πάνυ σπουδάζεται ὑπʼ αὐτῶν·
但铜很多,所以他们并不怎么看重。
τοῦτον δὲ ὀλίγον ἐκ πολλοῦ τοῦ βάθους οἱ μεταλλεύοντες ἀνορύττουσι·
而这东西很少,矿工要从极深的地底下把它挖出来。
πλὴν ἀλλὰ ἐκ τῆς γῆς καὶ οὗτος ὥσπερ ὁ μόλυβδος καὶ τὰ ἄλλα.
不过,和铅及其他东西一样,它也是从地里出来的。
Χάρων δεινήν τινα λέγεις τῶν ἀνθρώπων τὴν ἀβελτερίαν, οἳ τοσοῦτον ἔρωτα ἐρῶσιν ὠχροῦ καὶ βαρέος κτήματος.
卡戎你说的这些人类的愚蠢真是可怕,他们竟然对一个苍白而沉重的财产抱有如此深沉的爱。
Ἑρμῆς ἀλλὰ οὐ Σόλων γε ἐκεῖνος, ὦ Χάρων, ἐρᾶν αὐτοῦ φαίνεται, ὅς, ὡς ὁρᾷς, καταγελᾷ τοῦ Κροίσου καὶ τῆς μεγαλαυχίας τοῦ βαρβάρου, καί μοι δοκεῖν ἐρέσθαι τι βούλεται αὐτόν·
赫耳墨斯但是,卡戎,那个梭伦似乎并不爱它,正如你所见,他在嘲笑克罗伊斯和这个蛮族人的狂妄自大。 在我看来,他似乎想问他点什么。
ἐπακούσωμεν οὖν.
那我们听着吧。

词汇与语法注释

  1. 9ἐλασείοντι — 意图动词(desiderative verb)ἐλασείω(渴望进军,派生自 ἐλαύνω)的现在分词单数与格,在此作动词 ἔοικεν(似乎)的补足语。
  2. 9βούλει ἀκούσωμεν — 一种口语化的句法结构,意志虚拟语气第一人称复数 ἀκούσωμεν(让我们听)直接跟在 βούλει(你愿意吗)后面,省略了像 ἵνα 或 ὅπως 这样的连接词。
  3. 10καί μοι δοκεῖν — 独立不定式(absolute infinitive)的用法。不定式 δοκεῖν 与与格代词 μοι 连用,相当于省略了连接词 ὡς 的 ὡς ἐμοὶ δοκεῖν,作为插入语,意为“在我看来”或“依我之见”。

引用这一段

琉善, 卡戎或观察者 §9-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg023.humanitext-grc2:9-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。