Humanitext Reader

ルキアノス · カロン §12-14

ソロンの富の否定と権力者たちの没落

5 / 8 箇所 · ギリシア語

要旨

ソロンは神々にとって富は不要であり、鉄こそが最高の金属であると語り、クロイソスを苛立たせる。さらにヘルメースとカローンは、キュロスやカンビュセス、僭主ポリュクラテスなどの傲慢な権力者たちに待ち受ける悲劇的な運命について語り合う。

§12Σόλων εἰπέ μοι, ὦ Κροῖσε, οἴει γάρ τι δεῖσθαι τῶν πλίνθων τούτων τὸν Πύθιον;
ソロン教えてくれ、クロイソスよ。 お前はピュティアの神がこれらの延べ板を必要としていると思うのか?
Κροῖσος νὴ Δίʼ·
クロイソスそうだとも、ゼウスにかけて!
οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον.
デルポイにそのような献納物は彼にはないのだからな。
Σόλων οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφανεῖν, εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς;
ソロンでは、他のものに加えて黄金の延べ板をも獲得すれば、その神を幸福にすることになるとお前は思うのだな?
Κροῖσος πῶς γὰρ οὔ;
クロイソス当然ではないか?
Σόλων πολλήν μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ χρυσίον δεήσει αὐτούς, ἢν ἐπιθυμήσωσι.
ソロンクロイソスよ、お前は天上の大いなる貧困を私に語っているのだな。 もし神々が望むなら、リュディアから金を送らせねばならないというのなら。
Κροῖσος ποῦ γὰρ τοσοῦτος ἂν γίνοιτο χρυσὸς ὅσος παρʼ ἡμῖν;
クロイソス我々のところにあるほど多くの金が、他の一体どこにあるというのだ?
Σόλων εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ;
ソロン教えてくれ、リュディアでは鉄が産出するか?
Κροῖσος οὐ πάνυ τι.
クロイソスいや、ほとんどな。
Σόλων τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε.
ソロンでは、お前たちはより優れたものを欠いているわけだ。
Κροῖσος πῶς ἀμείνων ὁ σίδηρος χρυσίου;
クロイソス鉄がどうして金より優れているのだ?
Σόλων ἢν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν.
ソロン腹を立てずに答えるなら、わかるだろう。
Κροῖσος ἐρώτα, ὦ Σόλων.
クロイソス尋ねるがよい、ソロンよ。
Σόλων πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σωζόμενοι πρὸς αὐτῶν;
ソロンどちらが優れているか、誰かを守る人々か、あるいは彼らによって守られる人々か?
Κροῖσος οἱ σώζοντες δηλαδή.
クロイソス言うまでもなく、守る人々だ。
Σόλων ἆρʼ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσι τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ, ἢ ὁ σίδηρος ἀναγκαῖος τότε;
ソロンならば、一部の者が噂するように、もしキュロスがリュディア人に攻め寄せてきたら、お前は軍勢のために黄金の剣を作るのか、それともその時は鉄が必要か?
Κροῖσος ὁ σίδηρος δῆλον ὅτι.
クロイソス言うまでもなく鉄だ。
Σόλων καὶ εἴ γε τοῦτον μὴ παρασκευάσαιο, οἴχοιτο ἄν σοι ὁ χρυσὸς ἐς Πέρσας αἰχμάλωτος.
ソロンそしてもしこれを用意しなければ、お前の金は捕虜となってペルシア人のもとへ去ってしまうだろう。
Κροῖσος εὐφήμει, ἄνθρωπε.
クロイソス不吉なことを言うな、お前!
Σόλων μὴ γένοιτο μὲν οὕτω ταῦτα·
ソロンそのようなことにならぬよう。
φαίνῃ δʼ οὖν ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν.
だが、いずれにせよお前は鉄が金よりも優れていると認めているようだ。
Κροῖσος οὐκοῦν καὶ τῷ θεῷ σιδηρᾶς πλίνθους κελεύεις ἀνατιθέναι με, τὸν δὲ χρυσὸν ὀπίσω αὖθις ἀνακαλεῖν;
クロイソスでは、お前は私に神へ鉄の延べ板を捧げ、金は再び回収せよと言うのか?
Σόλων οὐδὲ σιδήρου ἐκεῖνός γε δεήσεται, ἀλλʼ ἤν τε χαλκὸν ἤν τε χρυσὸν ἀναθῇς, ἄλλοις μέν ποτε κτῆμα καὶ ἕρμαιον ἔσῃ ἀνατεθεικώς, Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ Δελφοῖς αὐτοῖς ἤ τινι τυράννῳ ἢ λῃστῇ, τῷ δὲ θεῷ ὀλίγον μέλει τῶν σῶν χρυσοποιιῶν.
ソロン神は鉄をも必要とされない。 お前が銅を捧げようが金を捧げようが、お前はいつの日か他の者たち、すなわちポーキス人やボイオーティア人、あるいはデルポイ市民自身、ないしはある僭主や盗賊のための財産であり思いがけない獲物となるものを捧げたことになるのだ。 神はお前の金作りにほとんど関心がない。
Κροῖσος ἀεὶ σύ μου τῷ πλούτῳ προσπολεμεῖς καὶ φθονεῖς.
クロイソスお前はいつも私の富に戦いを挑み、私を妬んでいるな。
§13Ἑρμῆς οὐ φέρει ὁ Λυδός, ὦ Χάρων, τὴν παρρησίαν καὶ τὴν ἀλήθειαν τῶν λόγων, ἀλλὰ ξένον αὐτῷ δοκεῖ τὸ πρᾶγμα, πένης ἄνθρωπος οὐχ ὑποπτήσσων, τὸ δὲ παριστάμενον ἐλευθέρως λέγων.
ヘルメースカローンよ、このリュディア人は、言葉の率直さと真実とに耐えられないのだ。 彼にとってこの事態、すなわち貧しい男が怯むことなく、心に浮かんだことを自由に語ることが奇妙に思えるのだ。
μεμνήσεται δʼ οὖν μικρὸν ὕστερον τοῦ Σόλωνος, ὅταν αὐτὸν δέῃ ἁλόντα ἐπὶ τὴν πυρὰν ὑπὸ τοῦ Κύρου ἀναχθῆναι·
だが、いずれにせよ彼は少し後にソロンのことを思い出すだろう。 捕らえられて、キュロスによって薪積みの壇の上へと引き立てられねばならぬ時に。
ἤκουσα γὰρ τῆς Κλωθοῦς πρῴην ἀναγινωσκούσης τὰ ἑκάστῳ ἐπικεκλωσμένα, ἐν οἷς καὶ ταῦτα ἐγέγραπτο, Κροῖσον μὲν ἁλῶναι ὑπὸ Κύρου, Κῦρον δὲ αὐτὸν ὑπʼ ἐκεινησὶ τῆς Μασσαγέτιδος ἀποθανεῖν.
先日、クロートーが各人に紡がれた運命を朗読しているのを私が聞いたところ、その中にはこのようなことも書かれていたからだ。 クロイソスはキュロスによって捕らえられ、キュロス自身はあそこのマッサゲタイの女によって殺される、と。
ὁρᾷς τὴν Σκυθίδα, τὴν ἐπὶ τοῦ ἵππου τούτου τοῦ λευκοῦ ἐξελαύνουσαν;
あの白い馬に乗って進み出てくるスキタイの女が見えるか?
Χάρων νὴ Δία.
カローンああ、見える。
Ἑρμῆς Τόμυρις ἐκείνη ἐστί, καὶ τὴν κεφαλήν γε ἀποτεμοῦσα τοῦ Κύρου αὕτη ἐς ἀσκὸν ἐμβαλεῖ πλήρη αἵματος.
ヘルメースあれがトミュリスだ。 彼女はキュロスの首を切り落とし、血で満ちた革袋の中に投げ入れるだろう。
ὁρᾷς δὲ καὶ τὸν υἱὸν αὐτοῦ τὸν νεανίσκον;
そして彼の息子であるあの若者も見えよう?
Καμβύσης ἐκεῖνός ἐστιν·
あれがカンビュセスだ。
οὗτος βασιλεύσει μετὰ τὸν πατέρα καὶ μυρία σφαλεὶς ἔν τε Λιβύῃ καὶ Αἰθιοπίᾳ τὸ τελευταῖον μανεὶς ἀποθανεῖται ἀποκτείνας τὸν Ἆπιν.
彼は父親の後に王となり、リビュアとアイティオピアの双方で無数の失敗を犯し、最後には狂気となって、アピスを殺した後に死ぬだろう。
Χάρων ὢ πολλοῦ γέλωτος.
カローンおお、大いなる笑い種だ。
ἀλλὰ νῦν τίς ἂν αὐτοὺς προσβλέψειεν οὕτως ὑπερφρονοῦντας τῶν ἄλλων;
だが今、他者をこのように見下している彼らを誰が見るだろうか?
ἢ τίς ἂν πιστεύσειεν ὡς μετʼ ὀλίγον οὗτος μὲν αἰχμάλωτος ἔσται, οὗτος δὲ τὴν κεφαλὴν ἕξει ἐν ἀσκῷ αἵματος;
あるいは、少し後には一方が捕虜となり、他方は血の袋の中に首を入れることになると、誰が信じるだろうか?
§14Χάρων ἐκεῖνος δὲ τίς ἐστιν, ὦ Ἑρμῆ, ὁ τὴν πορφυρᾶν ἐφεστρίδα ἐμπεπορπημένος, ὁ τὸ διάδημα, ᾧ τὸν δακτύλιον ὁ μάγειρος ἀναδίδωσι τὸν ἰχθὺν ἀνατεμών, "νήσῳ ἐν ἀμφιρύτῃ;
カローンヘルメースよ、あの紫の外套を留め、王冠を戴いている者は誰だ? 料理人が魚を切り開いて指輪を返している相手、「四方を海に囲まれた島にて。
βασιλεὺς δέ τις εὔχεται εἶναι.
ある王であると自負している」男は?
" Ἑρμῆς εὖ γε παρῳδεῖς, ὦ Χάρων.
ヘルメース上手いパロディだな、カローン。
ἀλλὰ Πολυκράτην ὁρᾷς τὸν Σαμίων τύραννον πανευδαίμονα ἡγούμενον εἶναι·
お前が見ているのは、自分をこの上なく幸福だと思っているサモス人の僭主ポリュクラテスだ。
ἀτὰρ καὶ οὗτος αὐτὸς ὑπὸ τοῦ παρεστῶτος οἰκέτου Μαιανδρίου προδοθεὶς Ὀροίτῃ τῷ σατράπῃ ἀνασκολοπισθήσεται ἅθλιος ἐκπεσὼν τῆς εὐδαιμονίας ἐν ἀκαρεῖ τοῦ χρόνου·
だが彼自身も、傍らに仕える従者マイアンドリオスに裏切られてサトラップのオロイテスに引き渡され、極刑に処せられ、一瞬にして幸福から転落して惨めな最期を遂げる。
καὶ ταῦτα γὰρ τῆς Κλωθοῦς ἐπήκουσα.
これも私はクロートーから立ち聞きしたのだ。
Χάρων ἄγαμαι Κλωθοῦς γεννικῆς·
カローン気高いクロートーには感服する!
καῖε αὐτούς, ὦ βελτίστη, καὶ τὰς κεφαλὰς ἀπότεμνε καὶ ἀνασκολόπιζε, ὡς εἰδῶσιν ἄνθρωποι ὄντες·
焼きなさい、親愛なる女神よ、そして彼らの首を切り落とし、串刺しにしなさい、彼らが人間であることを思い知るように。
ἐν τοσούτῳ δὲ ἐπαιρέσθων ὡς ἂν ἀφʼ ὑψηλοτέρου ἀλγεινότερον καταπεσούμενοι.
さしあたりは、より高いところからより激しく苦痛を伴って転落するように、思い上がらせておくがよい。
ἐγὼ δὲ γελάσομαι τότε γνωρίσας αὐτῶν ἕκαστον γυμνὸν ἐν τῷ σκαφιδίῳ μήτε τὴν πορφυρίδα μήτε τιάραν ἢ κλίνην χρυσῆν κομίζοντας.
その時、私の小舟の上で、紫の衣もティアラも黄金の長椅子も持たず、裸になった彼らのひとりひとりを識別して、私は笑ってやるのだ。

語釈・文法注

  1. §12οἴει γάρ — 疑問文の文頭近くで `γάρ` が用いられるのは、話し手の驚きや強い関心を表す、または先行する命令法 `εἰπέ μοι`(教えてくれ)の理由・動機を説明する働きを持つ(「というのも、お前は~と思うのか」)。
  2. §12ἔσῃ ἀνατεθεικώς — 未来代名動詞 `ἔσῃ`(未来2人称単数)と完了能動態分詞 `ἀνατεθεικώς` が結合した未来完了の迂言的な表現。将来のある時点で「(捧げ終えて)捧げた状態になっているであろう」という完了状態の持続を示す。
  3. §14νήσῳ ἐν ἀμφιρύτῃ — ホメロスの『オデュッセイア』第1歌50行などの叙事詩のパロディ。伝統的なヘクサメトロス(長短六歩格)の断片を踏まえ、サモス島の僭主ポリュクラテスを皮肉るために用いられている。

この箇所を引用する

ルキアノス, カロン §12-14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg023.humanitext-grc2:12-14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。