- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg023.humanitext-grc2:9-11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
カローンとヘルメースは、新興の覇者キュロスや、賢人ソロンと幸福について議論するリュディア王クロイソスを観察する。彼らは、クロイソスが神殿に捧げようとしている金に焦点を当て、人間がこの重く無用な金属に対して抱く凄まじい執着と愚かさについて議論を交わす。
Χάρων σὺ δέ μοι ἐκεῖνο εἰπέ, "τίς τʼ ἄρʼ ὅδʼ ἄλλος ὁ σεμνὸς ἀνήρ;" οὐχ Ἕλλην, ὡς ἔοικεν, ἀπὸ γοῦν τῆς στολῆς. Ἑρμῆς Κῦρος, ὦ Χάρων, ὁ Καμβύσου, ὃς τὴν ἀρχὴν πάλαι Μήδων ἐχόντων νῦν Περσῶν ἤδη ἐποίησεν εἶναι· καὶ Ἀσσυρίων δʼ ἔναγχος οὗτος ἐκράτησε καὶ Βαβυλῶνα παρεστήσατο καὶ νῦν ἐλασείοντι1 ἐπὶ Λυδίαν ἔοικεν, ὡς καθελὼν τὸν Κροῖσον ἄρχοι ἁπάντων. Χάρων ὁ Κροῖσος δὲ ποῦ ποτε κἀκεῖνός ἐστιν; Ἑρμῆς ἐκεῖσε ἀπόβλεψον ἐς τὴν μεγάλην ἀκρόπολιν, τὴν τὸ τριπλοῦν τεῖχος· Σάρδεις ἐκεῖναι, καὶ τὸν Κροῖσον αὐτὸν ὁρᾷς ἤδη ἐπὶ κλίνης χρυσῆς καθήμενον, Σόλωνι τῷ Ἀθηναίῳ διαλεγόμενον. βούλει ἀκούσωμεν2 αὐτῶν ὅ τι καὶ λέγουσι; Χάρων πάνυ μὲν οὖν.
カローン だが私にあのことを言ってくれ。 「さて、この高貴な男はまた誰なのか?」 衣装からすると、どうやらギリシア人ではないようだ。 ヘルメース カローンよ、カンビュセスの息子キュロスだ。かつてメディア人が保持していた支配を、今やペルシア人のものとした男だ。彼はまた、最近アッシリア人を征服し、バビュローンを従わせ、今はクロイソスを打ち倒して万物の支配者となるために、リュディアへ進軍したがっているように見える。 カローン では、そのクロイソスは一体どこにいるのだ? ヘルメース あの三重の城壁を持つ大きなアクロポリスの方を見なさい。あれがサルディスだ。そしてお前は今、黄金の長椅子に座ってアテナイ人ソロンと語り合っているクロイソス自身を見ている。彼らが一体何を話しているのか、聞いてみようか。 カローン ぜひともそうしよう。
Κροῖσος ὦ ξένε Ἀθηναῖε, εἶδες γάρ μου τὸν πλοῦτον καὶ τοὺς θησαυροὺς καὶ ὅσος ἄσημος χρυσός ἐστιν ἡμῖν καὶ τὴν ἄλλην πολυτέλειαν, εἰπέ μοι, τίνα ἡγῇ τῶν ἁπάντων ἀνθρώπων εὐδαιμονέστατον εἶναι. Χάρων τί ἄρα ὁ Σόλων ἐρεῖ; Ἑρμῆς θάρρει· οὐδὲν ἀγεννές, ὦ Χάρων. Σόλων ὦ Κροῖσε, ὀλίγοι μὲν οἱ εὐδαίμονες· ἐγὼ δὲ ὧν οἶδα Κλέοβιν καὶ Βίτωνα ἡγοῦμαι εὐδαιμονεστάτους γενέσθαι, τοὺς τῆς ἱερείας παῖδας τῆς Ἀργόθεν, τοὺς ἅμα πρῴην ἀποθανόντας, ἐπεὶ τὴν μητέρα ὑποδύντες εἵλκυσαν ἐπὶ τῆς ἀπήνης ἄχρι πρὸς τὸ ἱερόν. Κροῖσος ἔστω· ἐχέτωσαν ἐκεῖνοι τὰ πρῶτα τῆς εὐδαιμονίας. ὁ δεύτερος δὲ τίς ἂν εἴη; Σόλων Τέλλος ὁ Ἀθηναῖος, ὃς εὖ τʼ ἐβίω καὶ ἀπέθανεν ὑπὲρ τῆς πατρίδος. Κροῖσος ἐγὼ δέ, ὦ κάθαρμα, οὔ σοι δοκῶ εὐδαίμων εἶναι; Σόλων οὐδέπω οἶδα, ὦ Κροῖσε, ἢν μὴ πρὸς τὸ τέλος ἀφίκῃ τοῦ βίου· ὁ γὰρ θάνατος ἀκριβὴς ἔλεγχος τῶν τοιούτων καὶ τὸ ἄχρι πρὸς τὸ τέρμα εὐδαιμόνως διαβιῶναι. Χάρων κάλλιστα, ὦ Σόλων, ὅτι ἡμῶν οὐκ ἐπιλέλησαι, ἀλλὰ παρὰ τὸ πορθμεῖον αὐτὸ ἀξιοῖς γίγνεσθαι τὴν περὶ τῶν τοιούτων κρίσιν.
クロイソス アテナイからの客人よ、あなたは私の富や宝物庫、そして私たちの持っているおびただしい刻印のない金、その他の贅沢をご覧になった。私に言ってくれ、あらゆる人間の中で誰が最も幸福であると思うか。 カローン さて、ソロンは何と言うだろうか。 ヘルメース 心配するな、カローンよ。決して卑屈なことではない。 ソロン クロイソスよ、幸福な者は少ない。しかし私の知る者たちの中で、クレオビスとビトーンが最も幸福になったと私は考える。彼らはアルゴス出身の女祭司の息子たちで、先日同時に亡くなったのだ。彼らは軛の下に身を置いて母を車で神殿まで引いていった後に。 クロイソス よかろう。彼らに幸福の第一位を譲ろう。では、第二の者は誰か。 ソロン アテナイ人のテロスだ。彼は立派に生き、祖国のために死んだ。 クロイソス この屑め、私はお前にとって幸福だとは思えないのか。 ソロン クロイソスよ、人生の終わりに達するまでは私にはまだわからない。死こそがそのような事柄の正確な検証であり、最期まで幸福に生き抜くことこそが検証なのだから。 カローン 見事だ、ソロンよ。私たちのことを忘れず、まさに渡し場の傍らにおいてこそ、そのような事柄に関する判定がなされるべきだと考えているとは。
Χάρων ἀλλὰ τίνας ἐκείνους ὁ Κροῖσος ἐκπέμπει ἢ τί ἐπὶ τῶν ὤμων φέρουσι; Ἑρμῆς πλίνθους τῷ Πυθίῳ χρυσᾶς ἀνατίθησι μισθὸν τῶν χρησμῶν ὑφʼ ὧν καὶ ἀπολεῖται μικρὸν ὕστερον· φιλόμαντις δὲ ἁνὴρ ἐκτόπως. Χάρων ἐκεῖνο γάρ ἐστιν ὁ χρυσός, τὸ λαμπρὸν ὃ ἀποστίλβει, τὸ ὕπωχρον μετʼ ἐρυθήματος; νῦν γὰρ πρῶτον εἶδον, ἀκούων ἀεί. Ἑρμῆς ἐκεῖνο, ὦ Χάρων, τὸ ἀοίδιμον ὄνομα καὶ περιμάχητον. Χάρων καὶ μὴν οὐχ ὁρῶ ὅ τι τὸ ἀγαθὸν αὐτῷ πρόσεστιν, εἰ μὴ ἄρα ἕν τι μόνον, ὅτι βαρύνονται οἱ φέροντες αὐτό. Ἑρμῆς οὐ γὰρ οἶσθα ὅσοι πόλεμοι διὰ τοῦτο καὶ ἐπιβουλαὶ καὶ λῃστήρια καὶ ἐπιορκίαι καὶ φόνοι καὶ δεσμὰ καὶ ἐμπορίαι καὶ δουλεῖαι; Χάρων διὰ τοῦτο, ὦ Ἑρμῆ, τὸ μὴ πολὺ τοῦ χαλκοῦ διαφέρον; οἶδα γὰρ τὸν χαλκόν, ὀβολόν, ὡς οἶσθα, παρὰ τῶν καταπλεόντων ἑκάστου ἐκλέγων. Ἑρμῆς ναί· ἀλλὰ ὁ χαλκὸς μὲν πολύς, ὥστε οὐ πάνυ σπουδάζεται ὑπʼ αὐτῶν· τοῦτον δὲ ὀλίγον ἐκ πολλοῦ τοῦ βάθους οἱ μεταλλεύοντες ἀνορύττουσι· πλὴν ἀλλὰ ἐκ τῆς γῆς καὶ οὗτος ὥσπερ ὁ μόλυβδος καὶ τὰ ἄλλα. Χάρων δεινήν τινα λέγεις τῶν ἀνθρώπων τὴν ἀβελτερίαν, οἳ τοσοῦτον ἔρωτα ἐρῶσιν ὠχροῦ καὶ βαρέος κτήματος. Ἑρμῆς ἀλλὰ οὐ Σόλων γε ἐκεῖνος, ὦ Χάρων, ἐρᾶν αὐτοῦ φαίνεται, ὅς, ὡς ὁρᾷς, καταγελᾷ τοῦ Κροίσου καὶ τῆς μεγαλαυχίας τοῦ βαρβάρου, καί μοι δοκεῖν3 ἐρέσθαι τι βούλεται αὐτόν· ἐπακούσωμεν οὖν.
カローン しかし、クロイソスが送り出しているあの者たちは誰なのか、また肩の上に何を担いでいるのか。 ヘルメース 神託の報酬としてピュティアの神に捧げる金の延べ板だ。その神託によって、彼は少し後に滅びることになるのだが。彼は異常なほど神託を好む男なのだ。 カローン あれが金なのか、あの鈍く輝く、かすかに赤みを帯びた黄色いものが?いつも聞いてはいたが、今初めて見た。 ヘルメース それだ、カローンよ。歌に歌われ、奪い合われる、あの評判の名前を持つものが。 カローン だが、それにどんな良い点があるのか、私には見えない。ただ一つ、それを運ぶ者たちが重そうにしているということ以外には。 ヘルメース これのために、どれほど多くの戦争、陰謀、略奪、偽誓、殺人、投獄、交易、奴隷化が起こるか、お前は知らないのか。 カローン ヘルメースよ、銅と大して違わないこれのためにか。私は銅なら知っている。お前も知る通り、船でやって来る者たち一人一人からオボロス銅貨を徴収しているからな。 ヘルメース そうだ。だが銅は豊富にあるから、彼らにはさほど重んじられない。しかしこれ(金)はわずかしかなく、鉱夫たちが深い地底から掘り出すのだ。もっとも、これも鉛などと同じく、土から出てくるものにすぎないのだが。 カローン 人間どもの愚かさは凄まじいものだな。あのように青白く重い所有物に対して、これほどの情熱を抱くとは。 ヘルメース だが、あのソロンはそれを愛しているようには見えないぞ、カローンよ。彼は見ての通り、クロイソスとこのバルバロイの尊大さをあざ笑っている。そして私には、彼がクロイソスに何かを尋ねたがっているように思える。だから、耳を傾けてみよう。
- 9ἐλασείοντι
動詞 ἐλαύνω(進軍する、駆る)から派生した希求動詞(desiderative verb)ἐλασείω(進軍したがる)の現在分詞・男性・単数・与格。ἔοικεν(〜のように見える)の補語として機能している。
- 9βούλει ἀκούσωμεν
βούλει(君は望むか)の後に、接続詞なしで直接、意志の接続法(1人称複数)ἀκούσωμεν(私たちが聞くことを)が従属する口語的構文。通常は ἵνα や ὅπως などの接続詞を伴うが、日常会話の簡略化された表現として接続法が直接後置される。
- 11καί μοι δοκεῖν
独立不定詞(absolute infinitive)の用法。不定詞 δοκεῖν が与格代名詞 μοι と共に、「私に思われるところでは」「私の見方では」という挿入句(parenthesis)を構成している。接続詞 ὡς が省略された ὡς ἐμοὶ δοκεῖν に等しい表現。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
