Humanitext Reader

ルキアノス · カロン §15-17

人間の混乱した活動と運命の糸の観察

6 / 8 箇所 · ギリシア語

要旨

ヘルメースはカローンに、多忙ながらも混乱に満ちた人間の諸活動と彼らの周囲を飛び回る様々な情念を説明し、さらにモイラたちが紡ぐ運命の糸や「死」の使者たちを示して、人間の生の無常さを指し示す。

§15Ἑρμῆς καὶ τὰ μὲν τούτων ὧδε ἕξει.
ヘルメースそして、彼らの運命はこのようになるだろう。
τὴν δὲ πληθὺν ὁρᾷς, ὦ Χάρων, τοὺς πλέοντας αὐτῶν, τοὺς πολεμοῦντας, τοὺς δικαζομένους, τοὺς γεωργοῦντας, τοὺς δανείζοντας, τοὺς προσαιτοῦντας;
だがカローンよ、彼らの群衆、すなわち航海する者たち、戦う者たち、裁判で争う者たち、農耕する者たち、金を貸す者たち、物乞いをする者たちが見えるか?
Χάρων ὁρῶ ποικίλην τινὰ τὴν διατριβὴν καὶ μεστὸν ταραχῆς τὸν βίον καὶ τὰς πόλεις γε αὐτῶν ἐοικυίας τοῖς σμήνεσιν, ἐν οἷς ἅπας μὲν ἴδιόν τι κέντρον ἔχει καὶ τὸν πλησίον κεντεῖ, ὀλίγοι δέ τινες ὥσπερ σφῆκες ἄγουσι καὶ φέρουσι τὸ ὑποδεέστερον.
カローンさまざまな活動が見える。 生は混乱に満ちており、彼らの都市はまるで蜂の巣のようだ。 その中では誰もがそれぞれ独自の針を持って隣人を刺し、スズメバチのような少数の者たちが、より弱小な者たちを略奪している。
ὁ δὲ περιπετόμενος αὐτοὺς ἐκ τἀφανοῦς οὗτος ὄχλος τίνες εἰσίν;
しかし、彼らの周囲を人目を避けて飛び回っている、この群衆は誰なのか?
Ἑρμῆς ἐλπίδες, ὦ Χάρων, καὶ δείματα καὶ ἄγνοιαι καὶ ἡδοναὶ καὶ φιλαργυρίαι καὶ ὀργαὶ καὶ μίση καὶ τὰ τοιαῦτα.
ヘルメース希望だ、カローン、そして恐怖、無知、快楽、貪欲、怒り、憎しみ、そのようなものだ。
τούτων δὲ ἡ ἄγνοια μὲν κάτω συναναμέμικται αὐτοῖς καὶ συμπολιτεύεται, καὶ νὴ Δία καὶ τὸ μῖσος καὶ ὀργὴ καὶ ζηλοτυπία καὶ ἀμαθία καὶ ἀπορία καὶ φιλαργυρία, ὁ φόβος δὲ καὶ αἱ ἐλπίδες ὑπεράνω πετόμενοι ὁ μὲν ἐμπίπτων ἐκπλήττει ἐνίοτε καὶ ὑποπτήσσειν ποιεῖ, αἱ δʼ ἐλπίδες ὑπὲρ κεφαλῆς αἰωρούμεναι, ὁπόταν μάλιστα οἴηταί τις ἐπιλήψεσθαι αὐτῶν, ἀναπτάμεναι οἴχονται κεχηνότας αὐτοὺς ἀπολιποῦσαι, ὅπερ καὶ τὸν Τάνταλον κάτω πάσχοντα ὁρᾷς ὑπὸ τοῦ ὕδατος.
これらのうち、無知は彼らと下に交じり合って同じ市民として生活を共にしており、ゼウスにかけて、憎しみ、怒り、嫉妬、無学、窮乏、貪欲も同様だ。 一方、恐怖と希望は上空を飛び回っており、一方が舞い降りては彼らを時に驚かせ怯ませる。 しかし希望は頭上に漂い、誰かがそれをつかみ取ろうとするその時に、飛び去って彼らをぽかんと口を開けたまま残していく。 これは、下でタンタロスが水の傍らで受けているのとまったく同じ苦難であることをお前は目にしているはずだ。
§16Ἑρμῆς ἢν δὲ ἀτενίσῃς, κατόψει καὶ τὰς Μοίρας ἄνω ἐπικλωθούσας ἑκάστῳ τὸν ἄτρακτον, ἀφʼ οὗ ἠρτῆσθαι συμβέβηκεν ἅπαντας ἐκ λεπτῶν νημάτων.
ヘルメースもしじっと目を凝らすなら、上空でモイラたちが各人に糸車を紡いでいるのも見えるだろう。 そこから、細い糸によって全員が吊り下がっていることになっている。
ὁρᾷς καθάπερ ἀράχνιά τινα καταβαίνοντα ἐφʼ ἕκαστον ἀπὸ τῶν ἀτράκτων;
糸車から各人の上にクモの巣のようなものが降りてきているのが見えるか?
Χάρων ὁρῶ πάνυ λεπτὸν ἑκάστῳ νῆμα, ἐπιπεπλεγμένον γε τὰ πολλά, τοῦτο μὲν ἐκείνῳ, ἐκεῖνο δὲ ἄλλῳ.
カローン各人に非常に細い糸が見える。 多くは互いにもつれ合っており、これがあれに、あれが別のものに繋がっている。
Ἑρμῆς εἰκότως, ὦ πορθμεῦ·
ヘルメースその通りだ、渡し守よ。
εἵμαρται γὰρ ἐκείνῳ μὲν ὑπὸ τούτου φονευθῆναι, τούτῳ δὲ ὑπʼ ἄλλου, καὶ κληρονομῆσαί γε τοῦτον μὲν ἐκείνου, ὅτου ἂν ᾖ μικρότερον τὸ νῆμα, ἐκεῖνον δὲ αὖ τούτου·
なぜなら、あの者はこの者によって殺され、この者は別の者によって殺され、またこの者はあいつの財産を相続することになっているからだ。 糸のより短い方の財産を、またあの者はこの者の財産を。
τοιόνδε γάρ τι ἡ ἐπιπλοκὴ δηλοῖ.
このもつれ合いはそのようなことを示しているのだ。
ὁρᾷς δʼ οὖν ἀπὸ λεπτοῦ κρεμαμένους ἅπαντας·
いずれにせよ、全員が細い糸から吊り下がっているのが見える。
καὶ οὗτος μὲν ἀνασπασθεὶς ἄνω μετέωρός ἐστι καὶ μετὰ μικρὸν καταπεσών, ἀπορραγέντος τοῦ λίνου ἐπειδὰν μηκέτι ἀντέχῃ πρὸς τὸ βάρος, μέγαν τὸν ψόφον ἐργάσεται, οὗτος δὲ ὀλίγον ἀπὸ γῆς αἰωρούμενος, ἢν καὶ πέσῃ, ἀψοφητὶ κείσεται, μόλις καὶ τοῖς γείτοσιν ἐξακουσθέντος τοῦ πτώματος.
そして、ある者は上に引き上げられて宙に浮いているが、少しして落下する。 糸が重さに耐えかねて切れた時に、大きな音を立てる。 また別の者は地面からわずかに浮いているだけで、もし落ちても、音もなく横たわり、近所の人々にもその落下がほとんど聞こえないほどだ。
Χάρων παγγέλοια ταῦτα, ὦ Ἑρμῆ.
カローンこれはまったく滑稽なことだ、ヘルメースよ。
§17Ἑρμῆς καὶ μὴν οὐδʼ εἰπεῖν ἔχοις ἂν κατὰ τὴν ἀξίαν ὅπως ἐστὶ καταγέλαστα, ὦ Χάρων, καὶ μάλιστα αἱ ἄγαν σπουδαὶ αὐτῶν καὶ τὸ μεταξὺ τῶν ἐλπίδων οἴχεσθαι ἀναρπάστους γινομένους ὑπὸ τοῦ βελτίστου Θανάτου.
ヘルメースまさに、カローンよ、彼らの様子がいかに滑稽であるかをふさわしい言葉で語り尽くすことはお前にはできないだろう。 とりわけ、彼らの過剰な熱意や、希望の只中にありながら、最善の「死」によって連れ去られて消え去ることについては。
ἄγγελοι δὲ καὶ ὑπηρέται αὐτοῦ μάλα πολλοί, ὡς ὁρᾷς, ἠπίαλοι καὶ πυρετοὶ καὶ φθόαι καὶ περιπλευμονίαι καὶ ξίφη καὶ λῃστήρια καὶ κώνεια καὶ δικασταὶ καὶ τύραννοι·
「死」の使者や従者は極めて多く、お前が見るように、悪寒、熱病、肺結核、肺炎、剣、賊、ドクニンジン、裁判官、僭主たちだ。
καὶ τούτων οὐδὲν ὅλως αὐτοὺς εἰσέρχεται, ἔστʼ ἂν εὖ πράττωσιν, ὅταν δὲ σφαλῶσι, πολὺ τὸ ὀττοτοῖ καὶ αἰαῖ καὶ οἴμοι.
彼らが順調なときには、これらについて全く考えもしない。 しかし、つまずいたときには、多くの「おっとっとー」や「あいあい」「おいおい」がある。
εἰ δὲ εὐθὺς ἐξ ἀρχῆς ἐνενόουν ὅτι θνητοί τέ εἰσιν αὐτοὶ καὶ ὀλίγον τοῦτον χρόνον ἐπιδημήσαντες τῷ βίῳ ἀπίασιν ὥσπερ ἐξ ὀνείρατος πάντα ὑπὲρ γῆς ἀφέντες, ἔζων τε ἂν σωφρονέστερον καὶ ἧττον ἠνιῶντο ἀποθανόντες·
もし彼らが最初から、自分たちが死すべきものであり、この生にわずかな時間だけ滞在した後に、まるで夢から覚めるように、地上のすべてを後に残して去っていくのだとわかっていたなら、より慎み深く生き、死に際してもそれほど嘆き苦しむことはなかっただろう。
νῦν δὲ εἰς ἀεὶ ἐλπίσαντες χρήσεσθαι τοῖς παροῦσιν, ἐπειδὰν ἐπιστὰς ὁ ὑπηρέτης καλῇ καὶ ἀπάγῃ πεδήσας τῷ πυρετῷ ἢ τῇ φθόῃ, ἀγανακτοῦσι πρὸς τὴν ἀγωγὴν οὔποτε προσδοκήσαντες ἀποσπασθήσεσθαι αὐτῶν.
だが今、彼らは現在手元にあるものを永遠に使い続けることができると希望し、それゆえ従者が立ち現れて呼び出し、熱病や肺結核で縛り上げて連れ去るとき、それらから引き離されることを決して予期していなかったために、その連行に対して憤るのだ。
ἢ τί γὰρ οὐκ ἂν ποιήσειεν ἐκεῖνος ὁ τὴν οἰκίαν σπουδῇ οἰκοδομούμενος καὶ τοὺς ἐργάτας ἐπισπέρχων, εἰ μάθοι ὅτι ἡ μὲν ἕξει τέλος αὐτῷ, ὁ δὲ ἄρτι ἐπιθεὶς τὸν ὄροφον ἄπεισι τῷ κληρονόμῳ καταλιπὼν ἀπολαύειν αὐτῆς, αὐτὸς μηδὲ δειπνήσας ἅθλιος ἐν αὐτῇ;
実際、熱心に家を建て、労働者を急き立てているあの男が、もし家自体は完成を見るだろうが、ちょうど屋根を葺き終えたところで自分は立ち去り、その相続人にそれを楽しませるために残すことになり、惨めな自分自身はその中で食事すらできないと知ったなら、何をしないでおくだろうか?
ἐκεῖνος μὲν γὰρ ὁ χαίρων ὅτι ἄρρενα παῖδα τέτοκεν αὐτῷ ἡ γυνή, καὶ τοὺς φίλους διὰ τοῦτο ἑστιῶν καὶ τοὔνομα τοῦ πατρὸς τιθέμενος, εἰ ἠπίστατο ὡς ἑπτέτης γενόμενος ὁ παῖς τεθνήξεται, ἆρα ἄν σοι δοκεῖ χαίρειν ἐπʼ αὐτῷ γεννωμένῳ;
また、妻が男児を産んだことを喜び、それゆえ友人たちをもてなし、父親の名前を名付けているあの男が、もしその子が7歳になって死ぬことになると知っていたなら、彼が生まれたことを喜ぶと思うか?
ἀλλὰ τὸ αἴτιον, ὅτι τὸν μὲν εὐτυχοῦντα ἐπὶ τῷ παιδὶ ἐκεῖνον ὁρᾷ τὸν τοῦ ἀθλητοῦ πατέρα τοῦ Ὀλύμπια νενικηκότος, τὸν γείτονα δὲ τὸν ἐκκομίζοντα τὸ παιδίον οὐχ ὁρᾷ οὐδὲ οἶδεν ἀφʼ οἵας αὐτῷ κρόκης ἐκρέματο.
だが、原因は、彼がオリンピア競技で優勝したアスリートの父親であるあの幸運な者を目にする一方で、子供の遺体を運び出している隣人を見ず、また自分がいかなる糸から吊り下がっているかを知らないことにある。
τοὺς μὲν γὰρ περὶ τῶν ὅρων διαφερομένους ὁρᾷς, ὅσοι εἰσί, καὶ τοὺς συναγείροντας τὰ χρήματα, εἶτα, πρὶν ἀπολαῦσαι αὐτῶν, καλουμένους ὑφʼ ὧν εἶπον τῶν ἀγγέλων τε καὶ ὑπηρετῶν.
お前は、境界線について争っている者たちがどれほど多くいるか、また富を蓄積している者たちを見ているが、彼らはその富を楽しむ前に、私が言った使者や従者たちに呼び出されるのだ。

語釈・文法注

  1. §15τοὺς πλέοντας αὐτῶν — 属格 `αὐτῶν` は部分属格であり、先行する名詞 `τὴν πληθὺν`(群衆)の構成要素である「彼らのうちの〜」を指す。この属格が、それに続く同格の分詞群(`τοὺς πλέοντας`, `τοὺς πολεμοῦντας` 等)の全体にかかっている。
  2. §15ὁρῶ ποικίλην τινὰ τὴν διατριβὴν — 形容詞 `ποικίλην τινὰ` およびそれに続く `μεστὸν ταραχῆς` は、定冠詞を伴う名詞 `τὴν διατριβὴν` や `τὸν βίον` に対して述語的位置に置かれており、知覚動詞 `ὁρῶ` の述語的対格(二重対格の第二目的語に相当)として機能している。
  3. §15ὅπερ καὶ τὸν Τάνταλον κάτω πάσχοντα — 関係代名詞 `ὅπερ` の先行詞は、直前の「希望が目の前で逃げ去り、人間が口を開けたまま取り残される」という文全体の状況である。分詞 `πάσχοντα` は動詞 `ὁρᾷς` の補足分詞(対格)であり、「タンタロスが下界で同じ苦痛を被っているのを(お前が)見る」という構造を成す。
  4. §16ὅτου ἂν ᾖ μικρότερον τὸ νῆμα — 不定関係代名詞 `ὅτου`(=`οὗτινος`、属格)を用いた一般関係節で、接続法 `ᾖ` と `ἂν` を伴う。「その糸がより短い者の(財産を)」。先行詞である属格 `ἐκείνου` を修飾し、相続の順序が寿命の長さによって決定される運命を示している。
  5. §17τὸ μεταξὺ τῶν ἐλπίδων οἴχεσθαι — 定冠詞 `τὸ` を伴う不定詞 `οἴχεσθαι`(名詞化不定詞)が、全体として主語の役割を果たしている。`μεταξὺ τῶν ἐλπίδων` は副詞的に「希望のただ中に」「その最中に」として機能しており、不定詞の意味上の主語と一致する対格分詞 `ἀναρπάστους γινομένους` と相まって、「希望を抱いているただ中に、突然連れ去られて去ってしまうこと」を表している。

この箇所を引用する

ルキアノス, カロン §15-17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg023.humanitext-grc2:15-17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。