§15Ἑρμῆς
καὶ τὰ μὲν τούτων ὧδε ἕξει.
Hermes And their affairs indeed will be thus.
τὴν δὲ πληθὺν ὁρᾷς, ὦ Χάρων, τοὺς πλέοντας αὐτῶν, τοὺς πολεμοῦντας, τοὺς δικαζομένους, τοὺς γεωργοῦντας, τοὺς δανείζοντας, τοὺς προσαιτοῦντας;
But do you see the multitude, Charon, those of them sailing, those fighting, those litigating, those farming, those lending money, those begging?
Χάρων
ὁρῶ ποικίλην τινὰ τὴν διατριβὴν καὶ μεστὸν ταραχῆς τὸν βίον καὶ τὰς πόλεις γε αὐτῶν ἐοικυίας τοῖς σμήνεσιν, ἐν οἷς ἅπας μὲν ἴδιόν τι κέντρον ἔχει καὶ τὸν πλησίον κεντεῖ, ὀλίγοι δέ τινες ὥσπερ σφῆκες ἄγουσι καὶ φέρουσι τὸ ὑποδεέστερον.
Charon I see a diverse occupation and a life full of confusion, and their cities indeed resembling beehives, in which everyone has a certain sting of his own and stings his neighbor, and a certain few like wasps harry and plunder the weaker.
ὁ δὲ περιπετόμενος αὐτοὺς ἐκ τἀφανοῦς οὗτος ὄχλος τίνες εἰσίν;
But who is this crowd hovering around them in secret?
Ἑρμῆς
ἐλπίδες, ὦ Χάρων, καὶ δείματα καὶ ἄγνοιαι καὶ ἡδοναὶ καὶ φιλαργυρίαι καὶ ὀργαὶ καὶ μίση καὶ τὰ τοιαῦτα.
Hermes Hopes, Charon, and fears, and ignorance, and pleasures, and greed, and anger, and hatred, and such things.
τούτων δὲ ἡ ἄγνοια μὲν κάτω συναναμέμικται αὐτοῖς καὶ συμπολιτεύεται, καὶ νὴ Δία καὶ τὸ μῖσος καὶ ὀργὴ καὶ ζηλοτυπία καὶ ἀμαθία καὶ ἀπορία καὶ φιλαργυρία, ὁ φόβος δὲ καὶ αἱ ἐλπίδες ὑπεράνω πετόμενοι ὁ μὲν ἐμπίπτων ἐκπλήττει ἐνίοτε καὶ ὑποπτήσσειν ποιεῖ, αἱ δʼ ἐλπίδες ὑπὲρ κεφαλῆς αἰωρούμεναι, ὁπόταν μάλιστα οἴηταί τις ἐπιλήψεσθαι αὐτῶν, ἀναπτάμεναι οἴχονται κεχηνότας αὐτοὺς ἀπολιποῦσαι, ὅπερ καὶ τὸν Τάνταλον κάτω πάσχοντα ὁρᾷς ὑπὸ τοῦ ὕδατος.
Of these, ignorance indeed is mixed with them below and lives as a fellow citizen with them, and, by Zeus, hatred also, and anger, and jealousy, and lack of learning, and helplessness, and greed; while fear and hopes, flying above, the one falling upon them sometimes terrifies them and makes them cower, but hopes, hovering over their heads, just when one thinks most of all that he will grasp them, fly away and depart, leaving them gaping, which is exactly what you see Tantalus below suffering because of the water.
§16Ἑρμῆς
ἢν δὲ ἀτενίσῃς, κατόψει καὶ τὰς Μοίρας ἄνω ἐπικλωθούσας ἑκάστῳ τὸν ἄτρακτον, ἀφʼ οὗ ἠρτῆσθαι συμβέβηκεν ἅπαντας ἐκ λεπτῶν νημάτων.
Hermes And if you look intently, you will also see the Fates above spinning the spindle for each, from which it has happened that everyone is suspended by thin threads.
ὁρᾷς καθάπερ ἀράχνιά τινα καταβαίνοντα ἐφʼ ἕκαστον ἀπὸ τῶν ἀτράκτων;
Do you see something like cobwebs descending upon each from the spindles?
Χάρων
ὁρῶ πάνυ λεπτὸν ἑκάστῳ νῆμα, ἐπιπεπλεγμένον γε τὰ πολλά, τοῦτο μὲν ἐκείνῳ, ἐκεῖνο δὲ ἄλλῳ.
Charon I see a very thin thread for each, mostly intertwined, this one to that one, and that one to another.
Ἑρμῆς
εἰκότως, ὦ πορθμεῦ· εἵμαρται γὰρ ἐκείνῳ μὲν ὑπὸ τούτου φονευθῆναι, τούτῳ δὲ ὑπʼ ἄλλου, καὶ κληρονομῆσαί γε τοῦτον μὲν ἐκείνου, ὅτου ἂν ᾖ μικρότερον τὸ νῆμα, ἐκεῖνον δὲ αὖ τούτου· τοιόνδε γάρ τι ἡ ἐπιπλοκὴ δηλοῖ.
Hermes Reasonably so, ferryman; for it is fated for that one to be slain by this one, and for this one by another, and indeed for this one to inherit from that one whose thread may be shorter, and that one in turn from this one; for the intertwining indicates something of this sort.
ὁρᾷς δʼ οὖν ἀπὸ λεπτοῦ κρεμαμένους ἅπαντας· καὶ οὗτος μὲν ἀνασπασθεὶς ἄνω μετέωρός ἐστι καὶ μετὰ μικρὸν καταπεσών, ἀπορραγέντος τοῦ λίνου ἐπειδὰν μηκέτι ἀντέχῃ πρὸς τὸ βάρος, μέγαν τὸν ψόφον ἐργάσεται, οὗτος δὲ ὀλίγον ἀπὸ γῆς αἰωρούμενος, ἢν καὶ πέσῃ, ἀψοφητὶ κείσεται, μόλις καὶ τοῖς γείτοσιν ἐξακουσθέντος τοῦ πτώματος.
At any rate, you see everyone hanging from a thin thread; and this one, drawn up, is suspended in mid-air, and falling down after a little while, when the thread snaps as it no longer holds against the weight, will make a great noise; while this other one, hovering a little above the earth, even if he falls, will lie noiselessly, the fall being scarcely heard even by his neighbors.
Χάρων
παγγέλοια ταῦτα, ὦ Ἑρμῆ.
Charon These things are entirely laughable, Hermes.
§17Ἑρμῆς
καὶ μὴν οὐδʼ εἰπεῖν ἔχοις ἂν κατὰ τὴν ἀξίαν ὅπως ἐστὶ καταγέλαστα, ὦ Χάρων, καὶ μάλιστα αἱ ἄγαν σπουδαὶ αὐτῶν καὶ τὸ μεταξὺ τῶν ἐλπίδων οἴχεσθαι ἀναρπάστους γινομένους ὑπὸ τοῦ βελτίστου Θανάτου.
Hermes And indeed, Charon, you would not even be able to say according to their worth how laughable they are, and especially their excessive strivings, and their departing in the midst of hopes, being snatched away by the most excellent Death.
ἄγγελοι δὲ καὶ ὑπηρέται αὐτοῦ μάλα πολλοί, ὡς ὁρᾷς, ἠπίαλοι καὶ πυρετοὶ καὶ φθόαι καὶ περιπλευμονίαι καὶ ξίφη καὶ λῃστήρια καὶ κώνεια καὶ δικασταὶ καὶ τύραννοι· καὶ τούτων οὐδὲν ὅλως αὐτοὺς εἰσέρχεται, ἔστʼ ἂν εὖ πράττωσιν, ὅταν δὲ σφαλῶσι, πολὺ τὸ ὀττοτοῖ καὶ αἰαῖ καὶ οἴμοι.
And his messengers and servants are very many, as you see: chills, fevers, consumptions, pneumonias, swords, robber bands, hemlocks, judges, and tyrants; and none of these things enters their minds at all as long as they fare well, but when they stumble, there is much "ottotoi" and "aiai" and "oimoi".
εἰ δὲ εὐθὺς ἐξ ἀρχῆς ἐνενόουν ὅτι θνητοί τέ εἰσιν αὐτοὶ καὶ ὀλίγον τοῦτον χρόνον ἐπιδημήσαντες τῷ βίῳ ἀπίασιν ὥσπερ ἐξ ὀνείρατος πάντα ὑπὲρ γῆς ἀφέντες, ἔζων τε ἂν σωφρονέστερον καὶ ἧττον ἠνιῶντο ἀποθανόντες· νῦν δὲ εἰς ἀεὶ ἐλπίσαντες χρήσεσθαι τοῖς παροῦσιν, ἐπειδὰν ἐπιστὰς ὁ ὑπηρέτης καλῇ καὶ ἀπάγῃ πεδήσας τῷ πυρετῷ ἢ τῇ φθόῃ, ἀγανακτοῦσι πρὸς τὴν ἀγωγὴν οὔποτε προσδοκήσαντες ἀποσπασθήσεσθαι αὐτῶν.
But if from the very beginning they kept in mind that they themselves are mortal and, having sojourned in this life for a short time, will depart as if from a dream, leaving everything above the earth behind, they would live more temperately and grieve less when dying; but now, hoping to use present things forever, when the servant standing by calls them and leads them away having bound them with fever or consumption, they are indignant at the leading away, never having expected that they would be torn away from them.
ἢ τί γὰρ οὐκ ἂν ποιήσειεν ἐκεῖνος ὁ τὴν οἰκίαν σπουδῇ οἰκοδομούμενος καὶ τοὺς ἐργάτας ἐπισπέρχων, εἰ μάθοι ὅτι ἡ μὲν ἕξει τέλος αὐτῷ, ὁ δὲ ἄρτι ἐπιθεὶς τὸν ὄροφον ἄπεισι τῷ κληρονόμῳ καταλιπὼν ἀπολαύειν αὐτῆς, αὐτὸς μηδὲ δειπνήσας ἅθλιος ἐν αὐτῇ;
For indeed, what would that man not do, who is eagerly building his house and urging on the workmen, if he should learn that it indeed will have its end for him, but he, having just put on the roof, will depart, leaving it to his heir to enjoy, while he himself, wretched man, does not even dine in it?
ἐκεῖνος μὲν γὰρ ὁ χαίρων ὅτι ἄρρενα παῖδα τέτοκεν αὐτῷ ἡ γυνή, καὶ τοὺς φίλους διὰ τοῦτο ἑστιῶν καὶ τοὔνομα τοῦ πατρὸς τιθέμενος, εἰ ἠπίστατο ὡς ἑπτέτης γενόμενος ὁ παῖς τεθνήξεται, ἆρα ἄν σοι δοκεῖ χαίρειν ἐπʼ αὐτῷ γεννωμένῳ;
For that man indeed who rejoices because his wife has borne him a male child, and on this account hosts his friends and gives him the name of his father, if he knew that when he becomes seven years old the child will die, do you think he would rejoice at his being born?
ἀλλὰ τὸ αἴτιον, ὅτι τὸν μὲν εὐτυχοῦντα ἐπὶ τῷ παιδὶ ἐκεῖνον ὁρᾷ τὸν τοῦ ἀθλητοῦ πατέρα τοῦ Ὀλύμπια νενικηκότος, τὸν γείτονα δὲ τὸν ἐκκομίζοντα τὸ παιδίον οὐχ ὁρᾷ οὐδὲ οἶδεν ἀφʼ οἵας αὐτῷ κρόκης ἐκρέματο.
But the cause is that he sees that fortunate man, the father of the athlete who has won at Olympia, but he does not see his neighbor carrying out his little child, nor does he know from what sort of thread he himself was suspended.
τοὺς μὲν γὰρ περὶ τῶν ὅρων διαφερομένους ὁρᾷς, ὅσοι εἰσί, καὶ τοὺς συναγείροντας τὰ χρήματα, εἶτα, πρὶν ἀπολαῦσαι αὐτῶν, καλουμένους ὑφʼ ὧν εἶπον τῶν ἀγγέλων τε καὶ ὑπηρετῶν.
For you see those disputing about boundaries, as many as they are, and those gathering wealth, then, before enjoying them, being called by those messengers and servants whom I mentioned.