§15Ἑρμῆς
καὶ τὰ μὲν τούτων ὧδε ἕξει.
赫耳墨斯而他们的处境确实将是如此。
τὴν δὲ πληθὺν ὁρᾷς, ὦ Χάρων, τοὺς πλέοντας αὐτῶν, τοὺς πολεμοῦντας, τοὺς δικαζομένους, τοὺς γεωργοῦντας, τοὺς δανείζοντας, τοὺς προσαιτοῦντας;
但是,卡戎,你看到那群人了吗? 其中有航行者、战斗者、打官司者、耕作者、放债者、乞讨者。
Χάρων
ὁρῶ ποικίλην τινὰ τὴν διατριβὴν καὶ μεστὸν ταραχῆς τὸν βίον καὶ τὰς πόλεις γε αὐτῶν ἐοικυίας τοῖς σμήνεσιν, ἐν οἷς ἅπας μὲν ἴδιόν τι κέντρον ἔχει καὶ τὸν πλησίον κεντεῖ, ὀλίγοι δέ τινες ὥσπερ σφῆκες ἄγουσι καὶ φέρουσι τὸ ὑποδεέστερον.
卡戎我看到了多样活动以及充满混乱的生活,而他们的城市确实就像蜂巢一样,在里面每个人都有自己特有的刺并刺向邻人,而少数几个像黄蜂一样的人则对弱者进行掠夺和搜刮。
ὁ δὲ περιπετόμενος αὐτοὺς ἐκ τἀφανοῦς οὗτος ὄχλος τίνες εἰσίν;
但是,在他们周围暗中飞来飞去的这群“人”是谁呢?
Ἑρμῆς
ἐλπίδες, ὦ Χάρων, καὶ δείματα καὶ ἄγνοιαι καὶ ἡδοναὶ καὶ φιλαργυρίαι καὶ ὀργαὶ καὶ μίση καὶ τὰ τοιαῦτα.
赫耳墨斯是希望,卡戎,还有恐惧、无知、享乐、贪婪、愤怒、仇恨,以及诸如此类的事物。
τούτων δὲ ἡ ἄγνοια μὲν κάτω συναναμέμικται αὐτοῖς καὶ συμπολιτεύεται, καὶ νὴ Δία καὶ τὸ μῖσος καὶ ὀργὴ καὶ ζηλοτυπία καὶ ἀμαθία καὶ ἀπορία καὶ φιλαργυρία, ὁ φόβος δὲ καὶ αἱ ἐλπίδες ὑπεράνω πετόμενοι ὁ μὲν ἐμπίπτων ἐκπλήττει ἐνίοτε καὶ ὑποπτήσσειν ποιεῖ, αἱ δʼ ἐλπίδες ὑπὲρ κεφαλῆς αἰωρούμεναι, ὁπόταν μάλιστα οἴηταί τις ἐπιλήψεσθαι αὐτῶν, ἀναπτάμεναι οἴχονται κεχηνότας αὐτοὺς ἀπολιποῦσαι, ὅπερ καὶ τὸν Τάνταλον κάτω πάσχοντα ὁρᾷς ὑπὸ τοῦ ὕδατος.
在这些事物中,无知确实在下面与他们混杂在一起,同他们一起生活;凭宙斯起誓,仇恨、愤怒、嫉妒、愚昧、困顿、贪婪也是如此。 而恐惧和希望在上方飞舞,前者落下时有时会使他们惊恐并令他们畏缩;而希望悬在头顶上,恰在有人最以为能抓住它们时,它们便飞走了,留下一脸茫然的他们,这正如你看到下方的坦塔罗斯因水而遭受的痛苦一样。
§16Ἑρμῆς
ἢν δὲ ἀτενίσῃς, κατόψει καὶ τὰς Μοίρας ἄνω ἐπικλωθούσας ἑκάστῳ τὸν ἄτρακτον, ἀφʼ οὗ ἠρτῆσθαι συμβέβηκεν ἅπαντας ἐκ λεπτῶν νημάτων.
赫耳墨斯如果你凝神细看,你还会看到摩伊拉们在上方为每个人纺着纺锤,所有人正巧都通过细细的丝线悬挂在上面。
ὁρᾷς καθάπερ ἀράχνιά τινα καταβαίνοντα ἐφʼ ἕκαστον ἀπὸ τῶν ἀτράκτων;
你看到有什么像蜘蛛网一样的东西从纺锤上落到每个人身上吗?
Χάρων
ὁρῶ πάνυ λεπτὸν ἑκάστῳ νῆμα, ἐπιπεπλεγμένον γε τὰ πολλά, τοῦτο μὲν ἐκείνῳ, ἐκεῖνο δὲ ἄλλῳ.
卡戎我看到每个人身上都有一条极细的线,而且大多相互纠缠在一起,这个纠缠着那个,那个又纠缠着另一个。
Ἑρμῆς
εἰκότως, ὦ πορθμεῦ·
赫耳墨斯理应如此,渡夫。
εἵμαρται γὰρ ἐκείνῳ μὲν ὑπὸ τούτου φονευθῆναι, τούτῳ δὲ ὑπʼ ἄλλου, καὶ κληρονομῆσαί γε τοῦτον μὲν ἐκείνου, ὅτου ἂν ᾖ μικρότερον τὸ νῆμα, ἐκεῖνον δὲ αὖ τούτου·
因为注定那个人要被这个人杀死,而这个人又要被另一个人杀死;并且线较短的那个人,其财产注定要被这个人继承,而那个人反过来又继承这个人的财产。
τοιόνδε γάρ τι ἡ ἐπιπλοκὴ δηλοῖ.
因为这种纠缠就表明了这样一类事情。
ὁρᾷς δʼ οὖν ἀπὸ λεπτοῦ κρεμαμένους ἅπαντας· καὶ οὗτος μὲν ἀνασπασθεὶς ἄνω μετέωρός ἐστι καὶ μετὰ μικρὸν καταπεσών, ἀπορραγέντος τοῦ λίνου ἐπειδὰν μηκέτι ἀντέχῃ πρὸς τὸ βάρος, μέγαν τὸν ψόφον ἐργάσεται, οὗτος δὲ ὀλίγον ἀπὸ γῆς αἰωρούμενος, ἢν καὶ πέσῃ, ἀψοφητὶ κείσεται, μόλις καὶ τοῖς γείτοσιν ἐξακουσθέντος τοῦ πτώματος.
无论如何,你看到每个人都悬挂在细线上;这一个被向上拉起,悬在半空中,不久落下来,当丝线因再也无法承受重力而断裂时,他会发出巨大的声响;而那一个悬在离地面不远的地方,即使掉下来,也会无声息地躺在那里,其坠落连邻居都几乎听不见。
Χάρων
παγγέλοια ταῦτα, ὦ Ἑρμῆ.
卡戎这真是太滑稽了,赫耳墨斯。
§17Ἑρμῆς
καὶ μὴν οὐδʼ εἰπεῖν ἔχοις ἂν κατὰ τὴν ἀξίαν ὅπως ἐστὶ καταγέλαστα, ὦ Χάρων, καὶ μάλιστα αἱ ἄγαν σπουδαὶ αὐτῶν καὶ τὸ μεταξὺ τῶν ἐλπίδων οἴχεσθαι ἀναρπάστους γινομένους ὑπὸ τοῦ βελτίστου Θανάτου.
赫耳墨斯而且,卡戎,你甚至无法用相称的语言来说明它们是多么的可笑,尤其是他们过度的狂热,以及在希望之中突然被最善的“死亡”夺走而消逝。
ἄγγελοι δὲ καὶ ὑπηρέται αὐτοῦ μάλα πολλοί, ὡς ὁρᾷς, ἠπίαλοι καὶ πυρετοὶ καὶ φθόαι καὶ περιπλευμονίαι καὶ ξίφη καὶ λῃστήρια καὶ κώνεια καὶ δικασταὶ καὶ τύραννοι·
正如你所看到的,“死亡”的使者和仆人非常多,有恶寒、发热、肺结核、肺炎、刀剑、强盗、毒参、法官和僭主。
καὶ τούτων οὐδὲν ὅλως αὐτοὺς εἰσέρχεται, ἔστʼ ἂν εὖ πράττωσιν, ὅταν δὲ σφαλῶσι, πολὺ τὸ ὀττοτοῖ καὶ αἰαῖ καὶ οἴμοι.
只要他们顺遂,就完全想不到这些;但当他们受挫时,便满是“噢哆哆” 和“哎哎”以及“哀哉”的悲叹。
εἰ δὲ εὐθὺς ἐξ ἀρχῆς ἐνενόουν ὅτι θνητοί τέ εἰσιν αὐτοὶ καὶ ὀλίγον τοῦτον χρόνον ἐπιδημήσαντες τῷ βίῳ ἀπίασιν ὥσπερ ἐξ ὀνείρατος πάντα ὑπὲρ γῆς ἀφέντες, ἔζων τε ἂν σωφρονέστερον καὶ ἧττον ἠνιῶντο ἀποθανόντες·
但如果他们从一开始就记住,他们自己是凡人,在这一生中只是短暂寄居便会离去,就像从梦中醒来一样把地上的一切留在身后,那么他们就会生活得更有节制,死时也会少一些痛苦。
νῦν δὲ εἰς ἀεὶ ἐλπίσαντες χρήσεσθαι τοῖς παροῦσιν, ἐπειδὰν ἐπιστὰς ὁ ὑπηρέτης καλῇ καὶ ἀπάγῃ πεδήσας τῷ πυρετῷ ἢ τῇ φθόῃ, ἀγανακτοῦσι πρὸς τὴν ἀγωγὴν οὔποτε προσδοκήσαντες ἀποσπασθήσεσθαι αὐτῶν.
但现在,他们希望永远享用眼前的事务,所以当仆人现身召唤并用发热或肺结核将他们缚住带走时,他们由于从未料到会被剥夺这些而对被带走感到愤怒。
ἢ τί γὰρ οὐκ ἂν ποιήσειεν ἐκεῖνος ὁ τὴν οἰκίαν σπουδῇ οἰκοδομούμενος καὶ τοὺς ἐργάτας ἐπισπέρχων, εἰ μάθοι ὅτι ἡ μὲν ἕξει τέλος αὐτῷ, ὁ δὲ ἄρτι ἐπιθεὶς τὸν ὄροφον ἄπεισι τῷ κληρονόμῳ καταλιπὼν ἀπολαύειν αὐτῆς, αὐτὸς μηδὲ δειπνήσας ἅθλιος ἐν αὐτῇ;
其实,那个正急忙盖房并催促工人们的男人,如果得知房子虽然会完工,但刚刚盖好屋顶的自己却将离去,留给继承人去享受,而可怜的自己甚至未曾在其中吃过一顿饭,他还有什么做不出来的呢?
ἐκεῖνος μὲν γὰρ ὁ χαίρων ὅτι ἄρρενα παῖδα τέτοκεν αὐτῷ ἡ γυνή, καὶ τοὺς φίλους διὰ τοῦτο ἑστιῶν καὶ τοὔνομα τοῦ πατρὸς τιθέμενος, εἰ ἠπίστατο ὡς ἑπτέτης γενόμενος ὁ παῖς τεθνήξεται, ἆρα ἄν σοι δοκεῖ χαίρειν ἐπʼ αὐτῷ γεννωμένῳ;
还有那个因妻子生了男孩而高兴,为此款待朋友并给孩子起祖父名字的男人,如果他知道这孩子长到七岁就会死去,你认为他还会为孩子的降生而高兴吗?
ἀλλὰ τὸ αἴτιον, ὅτι τὸν μὲν εὐτυχοῦντα ἐπὶ τῷ παιδὶ ἐκεῖνον ὁρᾷ τὸν τοῦ ἀθλητοῦ πατέρα τοῦ Ὀλύμπια νενικηκότος, τὸν γείτονα δὲ τὸν ἐκκομίζοντα τὸ παιδίον οὐχ ὁρᾷ οὐδὲ οἶδεν ἀφʼ οἵας αὐτῷ κρόκης ἐκρέματο.
但原因在于,他看到了那个因儿子在奥林匹亚获胜而幸福的运动员父亲,却没有看到出殡抬走小孩的邻居,也更不知道自己是悬挂在怎样的丝线上。
τοὺς μὲν γὰρ περὶ τῶν ὅρων διαφερομένους ὁρᾷς, ὅσοι εἰσί, καὶ τοὺς συναγείροντας τὰ χρήματα, εἶτα, πρὶν ἀπολαῦσαι αὐτῶν, καλουμένους ὑφʼ ὧν εἶπον τῶν ἀγγέλων τε καὶ ὑπηρετῶν.
你看到那些为边界争执不休的人们,无论有多少,还有那些积攒财富的人们,都在他们享受之前,被我提到的那些使者和仆人召唤去了。