§12Σόλων
εἰπέ μοι, ὦ Κροῖσε, οἴει γάρ τι δεῖσθαι τῶν πλίνθων τούτων τὸν Πύθιον;
梭伦告诉我,克罗伊斯,你难道认为皮托神需要这些金砖吗?
Κροῖσος
νὴ Δίʼ·
克罗伊斯确实如此,凭宙斯起誓!
οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον.
因为他在德尔斐还没有这样的奉献物。
Σόλων
οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφανεῖν, εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς;
梭伦那么你认为,如果他在其他东西之外再获得黄金砖,就能使这位神明变得幸福吗?
Κροῖσος
πῶς γὰρ οὔ;
克罗伊斯当然如此,为什么不呢?
Σόλων
πολλήν μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ χρυσίον δεήσει αὐτούς, ἢν ἐπιθυμήσωσι.
梭伦克罗伊斯,你向我诉说了天上的巨大贫穷,如果他们一旦想要黄金,就必须从吕底亚运送过去。
Κροῖσος
ποῦ γὰρ τοσοῦτος ἂν γίνοιτο χρυσὸς ὅσος παρʼ ἡμῖν;
克罗伊斯因为在别处哪里能有像我们这里一样多的黄金呢?
Σόλων
εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ;
梭伦告诉我,吕底亚出产铁吗?
Κροῖσος
οὐ πάνυ τι.
克罗伊斯并不怎么出产。
Σόλων
τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε.
梭伦那么你们缺少的是更优越的东西。
Κροῖσος
πῶς ἀμείνων ὁ σίδηρος χρυσίου;
克罗伊斯铁怎么会比黄金好呢?
Σόλων
ἢν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν.
梭伦如果你不生气地回答,你就会明白。
Κροῖσος
ἐρώτα, ὦ Σόλων.
克罗伊斯问吧,梭伦。
Σόλων
πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σωζόμενοι πρὸς αὐτῶν;
梭伦哪一方更优越:是保护他人的人,还是被他人保护的人?
Κροῖσος
οἱ σώζοντες δηλαδή.
克罗伊斯当然是保护他人的人。
Σόλων
ἆρʼ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσι τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ, ἢ ὁ σίδηρος ἀναγκαῖος τότε;
梭伦那么,如果居鲁士像某些人谣传的那样进攻吕底亚人,你会为你的军队制造黄金刀剑,还是那时必须要用铁?
Κροῖσος
ὁ σίδηρος δῆλον ὅτι.
克罗伊斯显然是铁。
Σόλων
καὶ εἴ γε τοῦτον μὴ παρασκευάσαιο, οἴχοιτο ἄν σοι ὁ χρυσὸς ἐς Πέρσας αἰχμάλωτος.
梭伦而且如果你不准备铁,你的黄金就会变成俘虏,流失到波斯人那里去了。
Κροῖσος
εὐφήμει, ἄνθρωπε.
克罗伊斯住口,别说不吉利的话,你这家伙!
Σόλων
μὴ γένοιτο μὲν οὕτω ταῦτα·
梭伦愿这些事不要发生。
φαίνῃ δʼ οὖν ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν.
但无论如何,你似乎承认了铁比黄金更优越。
Κροῖσος
οὐκοῦν καὶ τῷ θεῷ σιδηρᾶς πλίνθους κελεύεις ἀνατιθέναι με, τὸν δὲ χρυσὸν ὀπίσω αὖθις ἀνακαλεῖν;
克罗伊斯那么你也是在命令我向神明奉献铁砖,而把黄金再收回来吗?
Σόλων
οὐδὲ σιδήρου ἐκεῖνός γε δεήσεται, ἀλλʼ ἤν τε χαλκὸν ἤν τε χρυσὸν ἀναθῇς, ἄλλοις μέν ποτε κτῆμα καὶ ἕρμαιον ἔσῃ ἀνατεθεικώς, Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ Δελφοῖς αὐτοῖς ἤ τινι τυράννῳ ἢ λῃστῇ, τῷ δὲ θεῷ ὀλίγον μέλει τῶν σῶν χρυσοποιιῶν.
梭伦神明甚至也不会需要铁。 但无论你奉献铜还是黄金,你奉献出去的东西终有一天会成为别人的财产和意外之财——不论是福基斯人、波奥提亚人、德尔斐人自己,还是某个僭主或强盗,而神明对你的那些点金之术毫无兴趣。
Κροῖσος
ἀεὶ σύ μου τῷ πλούτῳ προσπολεμεῖς καὶ φθονεῖς.
克罗伊斯你总是与我的财富作对,并且嫉妒我。
§13Ἑρμῆς
οὐ φέρει ὁ Λυδός, ὦ Χάρων, τὴν παρρησίαν καὶ τὴν ἀλήθειαν τῶν λόγων, ἀλλὰ ξένον αὐτῷ δοκεῖ τὸ πρᾶγμα, πένης ἄνθρωπος οὐχ ὑποπτήσσων, τὸ δὲ παριστάμενον ἐλευθέρως λέγων.
赫耳墨斯卡戎,这个吕底亚人受不了说话时的坦诚和真理,但在他看来,这事很奇怪:一个穷人不仅不畏缩,反而自由地说出自己的想法。
μεμνήσεται δʼ οὖν μικρὸν ὕστερον τοῦ Σόλωνος, ὅταν αὐτὸν δέῃ ἁλόντα ἐπὶ τὴν πυρὰν ὑπὸ τοῦ Κύρου ἀναχθῆναι·
不过无论如何,他不久之后就会想起梭伦,那时他被捕后不得不被居鲁士押上火刑柴堆。
ἤκουσα γὰρ τῆς Κλωθοῦς πρῴην ἀναγινωσκούσης τὰ ἑκάστῳ ἐπικεκλωσμένα, ἐν οἷς καὶ ταῦτα ἐγέγραπτο, Κροῖσον μὲν ἁλῶναι ὑπὸ Κύρου, Κῦρον δὲ αὐτὸν ὑπʼ ἐκεινησὶ τῆς Μασσαγέτιδος ἀποθανεῖν.
因为我前几天听到克洛托朗读为每个人纺出的命运,其中也写着这些:克罗伊斯将被居鲁士俘虏,而居鲁士本人则将死于那个马萨革泰女人的手中。
ὁρᾷς τὴν Σκυθίδα, τὴν ἐπὶ τοῦ ἵππου τούτου τοῦ λευκοῦ ἐξελαύνουσαν;
你看见那个骑在白马上的斯基泰女人了吗?
Χάρων
νὴ Δία.
卡戎看到了,凭宙斯起誓。
Ἑρμῆς
Τόμυρις ἐκείνη ἐστί, καὶ τὴν κεφαλήν γε ἀποτεμοῦσα τοῦ Κύρου αὕτη ἐς ἀσκὸν ἐμβαλεῖ πλήρη αἵματος.
赫耳墨斯那是托米丽司,她砍下居鲁士的头后,会把它扔进一个装满血的皮袋里。
ὁρᾷς δὲ καὶ τὸν υἱὸν αὐτοῦ τὸν νεανίσκον;
你还看到他的儿子,那个年轻人了吗?
Καμβύσης ἐκεῖνός ἐστιν·
那是冈比西斯。
οὗτος βασιλεύσει μετὰ τὸν πατέρα καὶ μυρία σφαλεὶς ἔν τε Λιβύῃ καὶ Αἰθιοπίᾳ τὸ τελευταῖον μανεὶς ἀποθανεῖται ἀποκτείνας τὸν Ἆπιν.
他将在父亲之后称王,在利比亚和埃塞俄比亚遭遇无数挫败后,最终发疯,在杀害阿匹斯神牛之后死去。
Χάρων
ὢ πολλοῦ γέλωτος.
卡戎噢,真是大快人心!
ἀλλὰ νῦν τίς ἂν αὐτοὺς προσβλέψειεν οὕτως ὑπερφρονοῦντας τῶν ἄλλων;
但现在谁会想到他们曾如此蔑视他人?
ἢ τίς ἂν πιστεύσειεν ὡς μετʼ ὀλίγον οὗτος μὲν αἰχμάλωτος ἔσται, οὗτος δὲ τὴν κεφαλὴν ἕξει ἐν ἀσκῷ αἵματος;
又有谁会相信,不久之后,这一个会成为阶下囚,而那一个的头颅会装在血淋淋的皮袋里呢?
§14Χάρων
ἐκεῖνος δὲ τίς ἐστιν, ὦ Ἑρμῆ, ὁ τὴν πορφυρᾶν ἐφεστρίδα ἐμπεπορπημένος, ὁ τὸ διάδημα, ᾧ τὸν δακτύλιον ὁ μάγειρος ἀναδίδωσι τὸν ἰχθὺν ἀνατεμών,
"νήσῳ ἐν ἀμφιρύτῃ; βασιλεὺς δέ τις εὔχεται εἶναι.
卡戎赫耳墨斯,那个人是谁,系着紫色披风、戴着王冠、厨师剖开鱼后把戒指还给他的那个人,“在四周环海的岛上,自许为某位国王”?
"
Ἑρμῆς
εὖ γε παρῳδεῖς, ὦ Χάρων.
赫耳墨斯卡戎,你模仿得真好。
ἀλλὰ Πολυκράτην ὁρᾷς τὸν Σαμίων τύραννον πανευδαίμονα ἡγούμενον εἶναι· ἀτὰρ καὶ οὗτος αὐτὸς ὑπὸ τοῦ παρεστῶτος οἰκέτου Μαιανδρίου προδοθεὶς Ὀροίτῃ τῷ σατράπῃ ἀνασκολοπισθήσεται ἅθλιος ἐκπεσὼν τῆς εὐδαιμονίας ἐν ἀκαρεῖ τοῦ χρόνου·
你看到的是萨摩斯人的僭主波利克拉特斯,他认为自己无比幸福;然而,这个人在片刻之间就会被身旁的仆人迈安德里奥斯出卖给总督奥罗伊特斯,被钉在木桩上,惨痛地从幸福跌入深渊。
καὶ ταῦτα γὰρ τῆς Κλωθοῦς ἐπήκουσα.
这些话也是我从克洛托那里听到的。
Χάρων
ἄγαμαι Κλωθοῦς γεννικῆς·
卡戎我赞美高贵的克洛托!
καῖε αὐτούς, ὦ βελτίστη, καὶ τὰς κεφαλὰς ἀπότεμνε καὶ ἀνασκολόπιζε, ὡς εἰδῶσιν ἄνθρωποι ὄντες·
烧死他们,最善者啊,砍下他们的头,把他们钉在木桩上,让他们知道自己只是凡人。
ἐν τοσούτῳ δὲ ἐπαιρέσθων ὡς ἂν ἀφʼ ὑψηλοτέρου ἀλγεινότερον καταπεσούμενοι.
在这期间,让他们膨胀吧,好让他们从更高的地方跌落下来,摔得更痛。
ἐγὼ δὲ γελάσομαι τότε γνωρίσας αὐτῶν ἕκαστον γυμνὸν ἐν τῷ σκαφιδίῳ μήτε τὴν πορφυρίδα μήτε τιάραν ἢ κλίνην χρυσῆν κομίζοντας.
到那个时候,等我在小船里认出他们每一个人都赤身裸体,既没有带紫色外衣,也没有戴王冠或带走黄金长椅时,我可要放声大笑了。