- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg023.humanitext-grc2:12-14
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ソロンは神々にとって富は不要であり、鉄こそが最高の金属であると語り、クロイソスを苛立たせる。さらにヘルメースとカローンは、キュロスやカンビュセス、僭主ポリュクラテスなどの傲慢な権力者たちに待ち受ける悲劇的な運命について語り合う。
Σόλων εἰπέ μοι, ὦ Κροῖσε, οἴει γάρ1 τι δεῖσθαι τῶν πλίνθων τούτων τὸν Πύθιον; Κροῖσος νὴ Δίʼ· οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον. Σόλων οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφανεῖν, εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς; Κροῖσος πῶς γὰρ οὔ; Σόλων πολλήν μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ χρυσίον δεήσει αὐτούς, ἢν ἐπιθυμήσωσι. Κροῖσος ποῦ γὰρ τοσοῦτος ἂν γίνοιτο χρυσὸς ὅσος παρʼ ἡμῖν; Σόλων εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ; Κροῖσος οὐ πάνυ τι. Σόλων τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστε. Κροῖσος πῶς ἀμείνων ὁ σίδηρος χρυσίου; Σόλων ἢν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν. Κροῖσος ἐρώτα, ὦ Σόλων. Σόλων πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σωζόμενοι πρὸς αὐτῶν; Κροῖσος οἱ σώζοντες δηλαδή. Σόλων ἆρʼ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσι τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ, ἢ ὁ σίδηρος ἀναγκαῖος τότε; Κροῖσος ὁ σίδηρος δῆλον ὅτι. Σόλων καὶ εἴ γε τοῦτον μὴ παρασκευάσαιο, οἴχοιτο ἄν σοι ὁ χρυσὸς ἐς Πέρσας αἰχμάλωτος. Κροῖσος εὐφήμει, ἄνθρωπε. Σόλων μὴ γένοιτο μὲν οὕτω ταῦτα· φαίνῃ δʼ οὖν ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν. Κροῖσος οὐκοῦν καὶ τῷ θεῷ σιδηρᾶς πλίνθους κελεύεις ἀνατιθέναι με, τὸν δὲ χρυσὸν ὀπίσω αὖθις ἀνακαλεῖν; Σόλων οὐδὲ σιδήρου ἐκεῖνός γε δεήσεται, ἀλλʼ ἤν τε χαλκὸν ἤν τε χρυσὸν ἀναθῇς, ἄλλοις μέν ποτε κτῆμα καὶ ἕρμαιον ἔσῃ ἀνατεθεικώς,2 Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ Δελφοῖς αὐτοῖς ἤ τινι τυράννῳ ἢ λῃστῇ, τῷ δὲ θεῷ ὀλίγον μέλει τῶν σῶν χρυσοποιιῶν. Κροῖσος ἀεὶ σύ μου τῷ πλούτῳ προσπολεμεῖς καὶ φθονεῖς.
ソロン 教えてくれ、クロイソスよ。お前はピュティアの神がこれらの延べ板を必要としていると思うのか? クロイソス そうだとも、ゼウスにかけて!デルポイにそのような献納物は彼にはないのだからな。 ソロン では、他のものに加えて黄金の延べ板をも獲得すれば、その神を幸福にすることになるとお前は思うのだな? クロイソス 当然ではないか? ソロン クロイソスよ、お前は天上の大いなる貧困を私に語っているのだな。もし神々が望むなら、リュディアから金を送らせねばならないというのなら。 クロイソス 我々のところにあるほど多くの金が、他の一体どこにあるというのだ? ソロン 教えてくれ、リュディアでは鉄が産出するか? クロイソス いや、ほとんどな。 ソロン では、お前たちはより優れたものを欠いているわけだ。 クロイソス 鉄がどうして金より優れているのだ? ソロン 腹を立てずに答えるなら、わかるだろう。 クロイソス 尋ねるがよい、ソロンよ。 ソロン どちらが優れているか、誰かを守る人々か、あるいは彼らによって守られる人々か? クロイソス 言うまでもなく、守る人々だ。 ソロン ならば、一部の者が噂するように、もしキュロスがリュディア人に攻め寄せてきたら、お前は軍勢のために黄金の剣を作るのか、それともその時は鉄が必要か? クロイソス 言うまでもなく鉄だ。 ソロン そしてもしこれを用意しなければ、お前の金は捕虜となってペルシア人のもとへ去ってしまうだろう。 クロイソス 不吉なことを言うな、お前! ソロン そのようなことにならぬよう。だが、いずれにせよお前は鉄が金よりも優れていると認めているようだ。 クロイソス では、お前は私に神へ鉄の延べ板を捧げ、金は再び回収せよと言うのか? ソロン 神は鉄をも必要とされない。お前が銅を捧げようが金を捧げようが、お前はいつの日か他の者たち、すなわちポーキス人やボイオーティア人、あるいはデルポイ市民自身、ないしはある僭主や盗賊のための財産であり思いがけない獲物となるものを捧げたことになるのだ。神はお前の金作りにほとんど関心がない。 クロイソス お前はいつも私の富に戦いを挑み、私を妬んでいるな。
Ἑρμῆς οὐ φέρει ὁ Λυδός, ὦ Χάρων, τὴν παρρησίαν καὶ τὴν ἀλήθειαν τῶν λόγων, ἀλλὰ ξένον αὐτῷ δοκεῖ τὸ πρᾶγμα, πένης ἄνθρωπος οὐχ ὑποπτήσσων, τὸ δὲ παριστάμενον ἐλευθέρως λέγων. μεμνήσεται δʼ οὖν μικρὸν ὕστερον τοῦ Σόλωνος, ὅταν αὐτὸν δέῃ ἁλόντα ἐπὶ τὴν πυρὰν ὑπὸ τοῦ Κύρου ἀναχθῆναι· ἤκουσα γὰρ τῆς Κλωθοῦς πρῴην ἀναγινωσκούσης τὰ ἑκάστῳ ἐπικεκλωσμένα, ἐν οἷς καὶ ταῦτα ἐγέγραπτο, Κροῖσον μὲν ἁλῶναι ὑπὸ Κύρου, Κῦρον δὲ αὐτὸν ὑπʼ ἐκεινησὶ τῆς Μασσαγέτιδος ἀποθανεῖν. ὁρᾷς τὴν Σκυθίδα, τὴν ἐπὶ τοῦ ἵππου τούτου τοῦ λευκοῦ ἐξελαύνουσαν; Χάρων νὴ Δία. Ἑρμῆς Τόμυρις ἐκείνη ἐστί, καὶ τὴν κεφαλήν γε ἀποτεμοῦσα τοῦ Κύρου αὕτη ἐς ἀσκὸν ἐμβαλεῖ πλήρη αἵματος. ὁρᾷς δὲ καὶ τὸν υἱὸν αὐτοῦ τὸν νεανίσκον; Καμβύσης ἐκεῖνός ἐστιν· οὗτος βασιλεύσει μετὰ τὸν πατέρα καὶ μυρία σφαλεὶς ἔν τε Λιβύῃ καὶ Αἰθιοπίᾳ τὸ τελευταῖον μανεὶς ἀποθανεῖται ἀποκτείνας τὸν Ἆπιν. Χάρων ὢ πολλοῦ γέλωτος. ἀλλὰ νῦν τίς ἂν αὐτοὺς προσβλέψειεν οὕτως ὑπερφρονοῦντας τῶν ἄλλων; ἢ τίς ἂν πιστεύσειεν ὡς μετʼ ὀλίγον οὗτος μὲν αἰχμάλωτος ἔσται, οὗτος δὲ τὴν κεφαλὴν ἕξει ἐν ἀσκῷ αἵματος;
ヘルメース カローンよ、このリュディア人は、言葉の率直さと真実とに耐えられないのだ。彼にとってこの事態、すなわち貧しい男が怯むことなく、心に浮かんだことを自由に語ることが奇妙に思えるのだ。だが、いずれにせよ彼は少し後にソロンのことを思い出すだろう。捕らえられて、キュロスによって薪積みの壇の上へと引き立てられねばならぬ時に。先日、クロートーが各人に紡がれた運命を朗読しているのを私が聞いたところ、その中にはこのようなことも書かれていたからだ。クロイソスはキュロスによって捕らえられ、キュロス自身はあそこのマッサゲタイの女によって殺される、と。あの白い馬に乗って進み出てくるスキタイの女が見えるか? カローン ああ、見える。 ヘルメース あれがトミュリスだ。彼女はキュロスの首を切り落とし、血で満ちた革袋の中に投げ入れるだろう。そして彼の息子であるあの若者も見えよう?あれがカンビュセスだ。彼は父親の後に王となり、リビュアとアイティオピアの双方で無数の失敗を犯し、最後には狂気となって、アピスを殺した後に死ぬだろう。 カローン おお、大いなる笑い種だ。だが今、他者をこのように見下している彼らを誰が見るだろうか?あるいは、少し後には一方が捕虜となり、他方は血の袋の中に首を入れることになると、誰が信じるだろうか?
Χάρων ἐκεῖνος δὲ τίς ἐστιν, ὦ Ἑρμῆ, ὁ τὴν πορφυρᾶν ἐφεστρίδα ἐμπεπορπημένος, ὁ τὸ διάδημα, ᾧ τὸν δακτύλιον ὁ μάγειρος ἀναδίδωσι τὸν ἰχθὺν ἀνατεμών, "νήσῳ ἐν ἀμφιρύτῃ;3 βασιλεὺς δέ τις εὔχεται εἶναι." Ἑρμῆς εὖ γε παρῳδεῖς, ὦ Χάρων. ἀλλὰ Πολυκράτην ὁρᾷς τὸν Σαμίων τύραννον πανευδαίμονα ἡγούμενον εἶναι· ἀτὰρ καὶ οὗτος αὐτὸς ὑπὸ τοῦ παρεστῶτος οἰκέτου Μαιανδρίου προδοθεὶς Ὀροίτῃ τῷ σατράπῃ ἀνασκολοπισθήσεται ἅθλιος ἐκπεσὼν τῆς εὐδαιμονίας ἐν ἀκαρεῖ τοῦ χρόνου· καὶ ταῦτα γὰρ τῆς Κλωθοῦς ἐπήκουσα. Χάρων ἄγαμαι Κλωθοῦς γεννικῆς· καῖε αὐτούς, ὦ βελτίστη, καὶ τὰς κεφαλὰς ἀπότεμνε καὶ ἀνασκολόπιζε, ὡς εἰδῶσιν ἄνθρωποι ὄντες· ἐν τοσούτῳ δὲ ἐπαιρέσθων ὡς ἂν ἀφʼ ὑψηλοτέρου ἀλγεινότερον καταπεσούμενοι. ἐγὼ δὲ γελάσομαι τότε γνωρίσας αὐτῶν ἕκαστον γυμνὸν ἐν τῷ σκαφιδίῳ μήτε τὴν πορφυρίδα μήτε τιάραν ἢ κλίνην χρυσῆν κομίζοντας.
カローン ヘルメースよ、あの紫の外套を留め、王冠を戴いている者は誰だ?料理人が魚を切り開いて指輪を返している相手、「四方を海に囲まれた島にて。ある王であると自負している」男は? ヘルメース 上手いパロディだな、カローン。お前が見ているのは、自分をこの上なく幸福だと思っているサモス人の僭主ポリュクラテスだ。だが彼自身も、傍らに仕える従者マイアンドリオスに裏切られてサトラップのオロイテスに引き渡され、串刺しにされ、一瞬にして幸福から転落して惨めな最期を遂げる。これも私はクロートーから立ち聞きしたのだ。 カローン 気高いクロートーには感服する!焼きなさい、親愛なる女神よ、そして彼らの首を切り落とし、串刺しにしなさい、彼らが人間であることを思い知るように。さしあたりは、より高いところからより激しく苦痛を伴って転落するように、思い上がらせておくがよい。その時、私の小舟の上で、紫の衣もティアラも黄金の長椅子も持たず、裸になった彼らのひとりひとりを識別して、私は笑ってやるのだ。
- 12οἴει γάρ
疑問文の文頭近くで γάρ が用いられるのは、話し手の驚きや強い関心を表す、または先行する命令法 εἰπέ μοι(教えてくれ)の理由・動機を説明する働きを持つ(「というのも、お前は~と思うのか」)。
- 12ἔσῃ ἀνατεθεικώς
連係動詞の未来形 ἔσῃ(未来2人称単数)と完了能動態分詞 ἀνατεθεικώς が結合した未来完了の迂言的な表現。将来のある時点で「(捧げ終えて)捧げた状態になっているであろう」という完了状態の持続を示す。
- 14νήσῳ ἐν ἀμφιρύτῃ
ホメロスの『オデュッセイア』第1歌50行などの叙事詩のパロディ。伝統的なヘクサメトロス(長短六歩格)の断片を踏まえ、サモス島の僭主ポリュクラテスを皮肉るために用いられている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 注 1 件
