§20Ἑρμῆς
προΐωμεν, ὦ Πλοῦτε.
ヘルメス:進もう、プルトスよ。
τί τοῦτο;
これは何だ?
ὑποσκάζεις;
足を引きずっているのか?
ἐλελήθεις με, ὦ γεννάδα, οὐ τυφλὸς μόνον ἀλλὰ καὶ χωλὸς ὤν.
お前が盲目であるだけでなく、足が不自由でもあったとは、私は気づかなかったよ、頼もしい男よ。
Πλοῦτος
οὐκ ἀεὶ τοῦτο, ὦ Ἑρμῆ, ἀλλʼ ὁπόταν μὲν ἀπίω παρά τινα πεμφθεὶς ὑπὸ τοῦ Διός, οὐκ οἶδʼ ὅπως βραδύς εἰμι καὶ χωλὸς ἀμφοτέροις, ὡς μόγις τελεῖν ἐπὶ τὸ τέρμα, προγηράσαντος ἐνίοτε τοῦ περιμένοντος, ὁπόταν δὲ ἀπαλλάττεσθαι δέῃ, πτηνὸν ὄψει, πολὺ τῶν ὀνείρων ὠκύτερον·
プルトス:いつもこうなわけではないのだ、ヘルメスよ。 ゼウスによって送られて誰かのもとへ行くときには、どういうわけか私はのろくなり、両足とも不自由になって、ようやく目的地にたどり着く。 そのため、待っている者が時には先に老いさらばえてしまうほどだ。 だが、立ち去らねばならぬときには、お前は私に羽が生えているのを見るだろう。 夢よりもはるかに素早いのだ。
ἅμα γοῦν ἔπεσεν ἡ ὕσπληγξ, κἀγὼ ἤδη ἀνακηρύττομαι νενικηκώς, ὑπερπηδήσας τὸ στάδιον οὐδὲ ἰδόντων ἐνίοτε τῶν θεατῶν.
とにかく、スタートの縄が落ちるやいなや、私はすでに勝利を告げられ、観客たちが時には見もしないうちに、競技場を飛び越えてしまっている。
Ἑρμῆς
οὐκ ἀληθῆ ταῦτα φής·
ヘルメス:お前の言うことは真実ではない。
ἐγώ γέ τοι πολλοὺς ἂν εἰπεῖν ἔχοιμί σοι χθὲς μὲν οὐδὲ ὀβολὸν ὥστε πρίασθαι βρόχον ἐσχηκότας, ἄφνω δὲ τήμερον πλουσίους καὶ πολυτελεῖς ἐπὶ λευκοῦ ζεύγους ἐξελαύνοντας, οἷς οὐδὲ κἂν ὄνος ὑπῆρξε πώποτε.
昨日までは首を吊る縄を買うための1オボルさえ持っていなかったのに、今日突然、富豪となって、これまでロバ一頭さえ所有したことがなかったくせに、白い馬車を駆って出かけていく者たちを、私は多く挙げることができる。
καὶ ὅμως πορφυροῖ καὶ χρυσόχειρες περιέρχονται οὐδʼ αὐτοὶ πιστεύοντες οἶμαι ὅτι μὴ ὄναρ πλουτοῦσιν.
それなのに、彼らは紫の衣をまとい、指に金の指輪をはめて歩き回り、自分でも夢の中で富んでいるのではないかと疑っているほどなのだ。
§21Πλοῦτος
ἑτεροῖον τοῦτʼ ἐστίν, ὦ Ἑρμῆ, καὶ οὐχὶ τοῖς ἐμαυτοῦ ποσὶ βαδίζω τότε, οὐδὲ ὁ Ζεύς, ἀλλʼ ὁ Πλούτων ἀποστέλλει με παρʼ αὐτοὺς ἅτε πλουτοδότης καὶ μεγαλόδωρος καὶ αὐτὸς ὤν·
プルトス:それは別の場合なのだ、ヘルメスよ。 その時には私は自分の足で歩いているのではない。 ゼウスでもなく、プルトンが私を彼らのもとへ送り出すのだ。 彼自身もまた「富を授ける者」であり「気前のよい者」だからだ。
δηλοῖ γοῦν καὶ τῷ ὀνόματι.
現に、その名前がそれを示している。
ἐπειδὰν τοίνυν μετοικισθῆναι δέῃ με παρʼ ἑτέρου πρὸς ἕτερον, ἐς δέλτον ἐμβαλόντες με καὶ κατασημηνάμενοι ἐπιμελῶς φορηδὸν ἀράμενοι μετακομίζουσιν·
さて、私が一人の人から別の人のもとへ移転させられねばならないときには、彼らは私を書板の中に入れて注意深く封印し、担ぎ上げて移送する。
καὶ ὁ μὲν νεκρὸς ἐν σκοτεινῷ που τῆς οἰκίας πρόκειται ὑπὲρ τὰ γόνατα παλαιᾷ τῇ ὀθόνῃ σκεπόμενος, περιμάχητος ταῖς γαλαῖς, ἐμὲ δὲ οἱ ἐπελπίσαντες ἐν τῇ ἀγορᾷ περιμένουσι κεχηνότες ὥσπερ τὴν χελιδόνα προσπετομένην τετριγότες οἱ νεοττοί.
そして死体は家の中のどこか暗い場所に、古い布を膝の上まで掛けられて横たえられ、イタチたちの争奪の的になっているが、私を当てにしている者たちは広場で口を開けて待っており、まるで飛び寄ってくるツバメを待ってピーピー鳴いている雛たちのようである。
§22Πλοῦτος
ἐπειδὰν δὲ τὸ σημεῖον ἀφαιρεθῇ καὶ τὸ λίνον ἐντμηθῇ καὶ ἡ δέλτος ἀνοιχθῇ καὶ ἀνακηρυχθῇ μου ὁ καινὸς δεσπότης ἤτοι συγγενής τις ἢ κόλαξ ἢ καταπύγων οἰκέτης ἐκ παιδικῶν τίμιος, ὑπεξυρημένος ἔτι τὴν γνάθον, ἀντὶ ποικίλων καὶ παντοδαπῶν ἡδονῶν ἃς ἤδη ἔξωρος ὢν ὑπηρέτησεν αὐτῷ μέγα τὸ μίσθωμα ὁ γενναῖος ἀπολαβών, ἐκεῖνος μέν, ὅστις ἂν ᾖ ποτε, ἁρπασάμενός με αὐτῇ δέλτῳ θεῖ φέρων ἀντὶ τοῦ τέως Πυρρίου ἢ Δρόμωνος ἢ Τιβείου Μεγακλῆς ἢ Μεγάβυζος ἢ Πρώταρχος μετονομασθείς, τοὺς μάτην κεχηνότας ἐκείνους ἐς ἀλλήλους ἀποβλέποντας καταλιπὼν ἀληθὲς ἄγοντας τὸ πένθος, οἷος αὐτοὺς ὁ θύννος ἐκ μυχοῦ τῆς σαγήνης διέφυγεν οὐκ ὀλίγον τὸ δέλεαρ καταπιών.
プルトス:そして封印が解かれ、紐が切られ、書板が開かれて、私の新しい主人が布告される。 それは親族の一人か、お世辞使い、あるいはかつて愛童として重用された、まだあごの髭を剃りたての堕落した奴隷であり、もはや若くなくなってから彼(主人)に提供した多様で様々な快楽の対価として、その高貴な男が莫大な報酬を受け取ったのである。 その新主人が誰であれ、彼は私を書板ごとひったくって走り去り、それまでのピュリアスやドロモンやティビオスの代わりに、メガクレスやメガビュゾスやプロタルコスと改名し、むなしく口を開けていた者たちを、地引き網の奥底から、少なからぬ餌を飲み込んだまま、いかにしてマグロが逃げて行ったかを思い知らされて、本物の喪に服しながら互いを見つめ合っている状態に残していく。
§23Πλοῦτος
ὁ δὲ ἐμπεσὼν ἀθρόος εἰς ἐμὲ ἀπειρόκαλος καὶ παχύδερμος ἄνθρωπος, ἔτι τὴν πέδην πεφρικὼς καὶ εἰ παριὼν ἄλλως μαστίξειέ τις ὄρθιον ἐφιστὰς τὸ οὖς καὶ τὸν μυλῶνα ὥσπερ τὸ Ἀνάκτορον προσκυνῶν, οὐκέτι φορητός ἐστι τοῖς ἐντυγχάνουσιν, ἀλλὰ τούς τε ἐλευθέρους ὑβρίζει καὶ τοὺς ὁμοδούλους μαστιγοῖ ἀποπειρώμενος εἰ καὶ αὐτῷ τὰ τοιαῦτα ἔξεστιν, ἄχρι ἂν ἢ ἐς πορνίδιόν τι ἐμπεσὼν ἢ ἱπποτροφίας ἐπιθυμήσας ἢ κόλαξι παραδοὺς ἑαυτὸν ὀμνύουσιν, ἦ μὴν εὐμορφότερον μὲν Νιρέως εἶναι αὐτόν, εὐγενέστερον δὲ τοῦ Κέκροπος ἢ Κόδρου, συνετώτερον δὲ τοῦ Ὀδυσσέως, πλουσιώτερον δὲ συνάμα Κροίσων ἑκκαίδεκα, ἐν ἀκαρεῖ τοῦ χρόνου ἄθλιος ἐκχέῃ τὰ κατʼ ὀλίγον ἐκ πολλῶν ἐπιορκιῶν καὶ ἁρπαγῶν καὶ πανουργιῶν συνειλεγμένα.
プルトス:そして、私のもとにどっと押し寄せてきた、あの不作法で無感覚な男は、今なお足枷に怯え、通りすがりの者がたまたま鞭の音を立てるだけで耳をそばだてて立ち止まり、製粉所をまるで神殿であるかのように崇めているが、もう出会う人々にとって耐え難い存在となり、自由人たちを侮辱し、同僚の奴隷たちを鞭打って、自分にもそのようなことができるか試してみる。 やがて、売春婦のもとへ転がり込むか、馬の飼育を望むか、あるいは「彼はニレウスよりも美しく、ケクロプスやコドロスよりも高貴であり、オデュッセウスよりも知的で、同時に16人分のクロイソスよりも裕福である」と誓うお世辞使いたちに身を委ね、一瞬のうちに、かの哀れな男は、多くの偽証や略奪や悪行から少しずつ集められたものを吐き出してしまうのだ。
§24Ἑρμῆς
αὐτά που σχεδὸν φὴς τὰ γινόμενα·
ヘルメス:お前の言うことは、ほぼ現実に起きていることそのままだな。
ὁπόταν δʼ οὖν αὐτόπους βαδίζῃς, πῶς οὕτω τυφλὸς ὢν εὑρίσκεις τὴν ὁδόν;
しかし、お前が自分の足で歩くときには、それほど盲目でありながら、どうやって道を見つけるのだ?
ἢ πῶς διαγινώσκεις ἐφʼ οὓς ἄν σε ὁ Ζεὺς ἀποστείλῃ κρίνας εἶναι τοῦ πλουτεῖν ἀξίους;
あるいは、ゼウスが富むに値すると判断してお前を送り出した相手を、どうやって見分けるのだ?
Πλοῦτος
οἴει γὰρ εὑρίσκειν με οἵτινές εἰσι;
プルトス:私が彼らが誰であるかを見つけていると本当に思うかい?
μὰ τὸν Δία οὐ πάνυ·
ゼウスにかけて、決してそんなことはない。
οὐ γὰρ ἂν Ἀριστείδην καταλιπὼν Ἱππονίκῳ καὶ Καλλίᾳ προσῄειν καὶ πολλοῖς ἄλλοις Ἀθηναίων οὐδὲ ὀβολοῦ ἀξίοις.
もしそうなら、私はアリステイデスを差し置いて、ヒッポニコスやカリアスや、その他多くの1オボルの価値もないアテナイ人のもとへ行くことなどなかっただろう。
Ἑρμῆς
πλὴν ἀλλὰ τί πράττεις καταπεμφθείς;
ヘルメス:だが、送られたときに、お前はどうしているのだ?
Πλοῦτος
ἄνω καὶ κάτω πλανῶμαι, περινοστῶν ἄχρι ἂν λάθω τινὶ ἐμπεσών·
プルトス:上へ下へとさまよい歩き、気づかれずに誰かの上に落ちるまで徘徊するのだ。
ὁ δέ, ὅστις ἂν πρῶτός μοι περιτύχῃ, ἀπαγαγὼν παρʼ αὑτὸν ἔχει, σὲ τὸν Ἑρμῆν ἐπὶ τῷ παραλόγῳ τοῦ κέρδους προσκυνῶν.
そして、最初に私に出くわした者が、私を自分の家に連れ去って所有し、思いがけない利益を得たことについて、ヘルメス、お前を崇めるのだ。