Humanitext Reader

ルキアノス · イカロメニッポスまたは空飛ぶ人 §4-7

宇宙への疑問と哲学者たちの矛盾した学説

2 / 11 箇所 · ギリシア語

要旨

メニッポスは、人間社会の虚しさを感じて宇宙の真理を求めようとしたものの、自然現象の不思議に直面して困惑したこと、そして哲学者たちに教えを乞うたが、彼らの矛盾だらけで傲慢な宇宙論に失望したことを語る。

§4Μένιππος ἄκουε τοίνυν·
メニッポス:それでは聞きなさい。
οὐ γὰρ ἀστεῖόν γε τὸ θέαμα κεχηνότα φίλον ἐγκαταλιπεῖν, καὶ ταῦτα ὡς σὺ φὴς ἐκ τῶν ὤτων ἀπηρτημένον.
口をぽかんと開けている友人を、しかも君が言うように耳から吊り下げられた状態のまま置き去りにするのは、洗練された行いではないからね。
ἐγὼ γὰρ ἐπειδὴ τάχιστα ἐξετάζων τὰ κατὰ τὸν βίον γελοῖα καὶ ταπεινὰ καὶ ἀβέβαια τὰ ἀνθρώπινα πάντα εὕρισκον, πλούτους λέγω καὶ ἀρχὰς καὶ δυναστείας, καταφρονήσας αὐτῶν καὶ τὴν περὶ ταῦτα σπουδὴν ἀσχολίαν τῶν ἀληθῶς σπουδαίων ὑπολαβὼν ἀνακύπτειν τε καὶ πρὸς τὸ πᾶν ἀποβλέπειν ἐπειρώμην·
というのも私は、人間の生活における事柄を吟味し始めるとすぐに、人間の営みはすべて滑稽で、卑小で、不確かに思われたからだ。 富、官職、権力などのことだ。 私はこれらを軽蔑し、これらに熱中することは本当に真剣な事柄に対する無駄な時間の浪費だと見なして、顔を上げて宇宙全体に目を向けようと試みたのだ。
καί μοι ἐνταῦθα πολλήν τινα παρεῖχε τὴν ἀπορίαν πρῶτον μὲν αὐτὸς οὗτος ὁ ὑπὸ τῶν σοφῶν καλούμενος κόσμος·
すると、そこにおいて、まず第一に、知者たちによって「宇宙(コスモス)」と呼ばれているこれ自体が、私に大きな困惑をもたらした。
οὐ γὰρ εἶχον εὑρεῖν οὔθʼ ὅπως ἐγένετο οὔτε τὸν δημιουργὸν οὔτε ἀρχὴν οὔθʼ ὅ τι τὸ τέλος ἐστὶν αὐτοῦ.
というのも、それがどのようにして生じたのか、その創造者は誰なのか、その始まりは何なのか、あるいはその終わりが何なのか、私には見出すことができなかったからだ。
ἔπειτα δὲ κατὰ μέρος ἐπισκοπῶν πολὺ μᾶλλον ἀπορεῖν ἠναγκαζόμην·
次に、個々の部分を観察すると、いっそう困惑せざるを得なくなった。
τούς τε γὰρ ἀστέρας ἑώρων ὡς ἔτυχε τοῦ οὐρανοῦ διερριμμένους καὶ τὸν ἥλιον αὐτὸν τί ποτε ἦν ἄρα ἐπόθουν εἰδέναι·
星々が天に無秩序に散らばっているのを見たし、太陽そのものが一体何であるのかを知りたいと切望した。
μάλιστα δὲ τὰ κατὰ τὴν σελήνην ἄτοπά μοι καὶ παντελῶς παράδοξα κατεφαίνετο, καὶ τὸ πολυειδὲς αὐτῆς τῶν σχημάτων ἀπόρρητόν τινα τὴν αἰτίαν ἔχειν ἐδοκίμαζον.
とりわけ月に関する事柄は奇妙で、完全に常識外れに見え、その形態の多様性には何か隠された原因があると考えた。
οὐ μὴν ἀλλὰ καὶ ἀστραπὴ διαΐξασα καὶ βροντὴ καταρραγεῖσα καὶ ὑετὸς ἢ χιὼν ἢ χάλαζα κατενεχθεῖσα καὶ ταῦτα δυσείκαστα πάντα καὶ ἀτέκμαρτα ἦν.
それだけでなく、走り抜ける稲妻、轟く雷鳴、降り注ぐ雨や雪や雹、これらもすべて推測しがたく、不可解なものであった。
§5Μένιππος οὐκοῦν ἐπειδήπερ οὕτω διεκείμην, ἄριστον εἶναι ὑπελάμβανον παρὰ τῶν φιλοσόφων τούτων ταῦτα ἕκαστα ἐκμαθεῖν·
メニッポス:そこで、私がそのような状態にあったので、これらの一つひとつをあの哲学者たちから学び知るのが最善であると考えた。
ᾤμην γὰρ ἐκείνους γε πᾶσαν ἔχειν ἂν εἰπεῖν τὴν ἀλήθειαν.
彼らなら真実のすべてを語ることができるだろうと思ったのだ。
οὕτω δὲ τοὺς ἀρίστους ἐπιλεξάμενος αὐτῶν, ὡς ἐνῆν τεκμήρασθαι προσώπου τε σκυθρωπότητι καὶ χρόας ὠχρότητι καὶ γενείου βαθύτητι — μάλα γὰρ ὑψαγόραι τινὲς καὶ οὐρανογνώμονες οἱ ἄνδρες αὐτίκα μοι κατεφάνησαν—τούτοις ἐγχειρίσας ἐμαυτὸν καὶ συχνὸν ἀργύριον τὸ μὲν αὐτόθεν ἤδη καταβαλών, τὸ δὲ εἰσαῦθις ἀποδώσειν ἐπὶ κεφαλαίῳ τῆς σοφίας διομολογησάμενος, ἠξίουν μετεωρολέσχης τε διδάσκεσθαι καὶ τὴν τῶν ὅλων διακόσμησιν καταμαθεῖν.
こうして、顔の険しさ、顔色の青白さ、髭の深さから推し量れる限りにおいて、彼らの中で最も優れた者たちを選び出し――彼らはすぐに、極めて高言を吐く、天を観察する人たちであるように私には思われたからだ――彼らに身を委ね、かなりの額の金を、ある分は今すぐその場で支払い、残りは知恵が完成した後に支払うと合意して、天上の議論を教授され、万物の秩序を学び知ることを求めた。
οἱ δὲ τοσοῦτον ἄρα ἐδέησάν με τῆς παλαιᾶς ἐκείνης ἀγνοίας ἀπαλλάξαι, ὥστε καὶ εἰς μείζους ἀπορίας φέροντες ἐνέβαλον, ἀρχάς τινας καὶ τέλη καὶ ἀτόμους καὶ κενὰ καὶ ὕλας καὶ ἰδέας καὶ τὰ τοιαῦτα ὁσημέραι μου καταχέοντες.
ところが彼らは、私をあの古い無知から解放することからはほど遠く、かえって私をさらに大きな困惑の中へと陥れた。 様々な原理や、目的、原子、空虚、質料、イデア、そうしたものを毎日私に浴びせかけたのだ。
ὃ δὲ πάντων ἐμοὶ γοῦν ἐδόκει χαλεπώτατον, ὅτι μηδὲν ἅτερος θατέρῳ λέγοντες ἀκόλουθον ἀλλὰ μαχόμενα πάντα καὶ ὑπεναντία, ὅμως πείθεσθαί τέ με ἠξίουν καὶ πρὸς τὸν αὑτοῦ λόγον ἕκαστος ὑπάγειν ἐπειρῶντο.
そして、少なくとも私にとって何よりも耐え難かったのは、彼らがお互いにまったく一貫しないことを語り、すべてが矛盾し対立しているにもかかわらず、私に信じるよう要求し、各自が自分の議論に私を引き込もうと試みたことだ。
Ἕταιρος ἄτοπον λέγεις, εἰ σοφοὶ ὄντες οἱ ἄνδρες ἐστασίαζον πρὸς αὑτοὺς περὶ τῶν λόγων καὶ οὐ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἐδόξαζον.
友:それは奇妙なことだ。 もしその男たちが、知者でありながら、自分たちの議論についてお互いに争い、同じことについて同じ意見を持たなかったのだとしたら。
§6Μένιππος καὶ μήν, ὦ ἑταῖρε, γελάσῃ ἀκούσας τήν τε ἀλαζονείαν αὐτῶν καὶ τὴν ἐν τοῖς λόγοις τερατουργίαν, οἵ γε πρῶτα μὲν ἐπὶ γῆς βεβηκότες καὶ μηδὲν τῶν χαμαὶ ἐρχομένων ἡμῶν ὑπερέχοντες, ἀλλʼ οὐδὲ ὀξύτερον τοῦ πλησίον δεδορκότες, ἔνιοι δὲ καὶ ὑπὸ γήρως ἢ ἀργίας ἀμβλυώττοντες, ὅμως οὐρανοῦ τε πέρατα διορᾶν ἔφασκον καὶ τὸν ἥλιον περιεμέτρουν καὶ τοῖς ὑπὲρ τὴν σελήνην ἐπεβάτευον καὶ ὥσπερ ἐκ τῶν ἀστέρων καταπεσόντες μεγέθη τε αὐτῶν διεξῄεσαν, καὶ πολλάκις, εἰ τύχοι, μηδὲ ὁπόσοι στάδιοι Μεγαρόθεν Ἀθήναζέ εἰσιν ἀκριβῶς ἐπιστάμενοι τὸ μεταξὺ τῆς σελήνης καὶ τοῦ ἡλίου χωρίον ὁπόσων εἴη πηχῶν τὸ μέγεθος ἐτόλμων λέγειν, ἀέρος τε ὕψη καὶ θαλάττης βάθη καὶ γῆς περιόδους ἀναμετροῦντες, ἔτι δὲ κύκλους καταγράφοντες καὶ τρίγωνα ἐπὶ τετραγώνοις διασχηματίζοντες καὶ σφαίρας τινὰς ποικίλας τὸν οὐρανὸν δῆθεν αὐτὸν ἐπιμετροῦντες.
メニッポス:それどころか、友よ、彼らの傲慢さと議論における奇術のようなおそるべき主張を聞けば、君は笑うだろう。 彼らはまず、地上を歩いており、地べたを這う我々よりいささかも優れておらず、隣人よりも鋭い目を持っているわけでもなく、ある者たちは老齢や怠惰のために目がかすんでいるというのに、それでも天の限界を見通せると主張し、太陽の大きさを測定し、月より上の領域を踏み歩き、まるで星から落ちてきたかのようにその大きさを詳しく説明するのだ。 そしてしばしば、ひょっとすると、メガラからアテナイまでが正確に何スタディオンあるかも知らないというのに、月と太陽の間の距離が何ペキス(肘)の大きさであるかを大胆にも語り、空気の高さ、海の深さ、地球の周回を測定し、さらには円を描き、四角形の上に三角形を形作り、多色に彩られた球体を用いて、あたかも天そのものを測定しているかのように振る舞うのだ。
§7Μένιππος ἔπειτα δὲ κἀκεῖνο πῶς οὐκ ἄγνωμον αὐτῶν καὶ παντελῶς τετυφωμένον τὸ περὶ τῶν οὕτως ἀδήλων λέγοντας μηδὲν ὡς εἰκάζοντας ἀποφαίνεσθαι, ἀλλʼ ὑπερδιατείνεσθαί τε καὶ μηδεμίαν τοῖς ἄλλοις ὑπερβολὴν ἀπολιμπάνειν, μονονουχὶ διομνυμένους μύδρον μὲν εἶναι τὸν ἥλιον, κατοικεῖσθαι δὲ τὴν σελήνην, ὑδατοποτεῖν δὲ τοὺς ἀστέρας τοῦ ἡλίου καθάπερ ἱμονιᾷ τινι τὴν ἰκμάδα ἐκ τῆς θαλάττης ἀνασπῶντος καὶ ἅπασιν αὐτοῖς τὸ ποτὸν ἑξῆς διανέμοντος.
メニッポス:それにまた、これほど不明瞭な事柄について語りながら、推測として述べるのではなく、過度に自己主張し、他人がしのぐ余地を一切残さないというのは、彼らの何と非常識で、完全に思い上がった態度だろうか。 彼らは、太陽は焼けただれた金属塊であり、月には人が住んでおり、星々は水を飲むのだと、ほとんど誓わんばかりに主張する。 太陽がまるで釣瓶か何かで海から水分を引き上げ、彼ら全員に順番にその飲み物を分配しているのだという。

語釈・文法注

  1. §4καταφρονήσας... ὑπολαβὼν — 主語 ἐγὼ に対するアオリスト分詞 καταφρονήσας と ὑπολαβὼν が並列され、主動詞 ἐπειρώμην に先行する一連の行為・判断を示している。τὴν περὶ ταῦτα σπουδὴν は ὑπολαβὼν の意味上の直接目的語、ἀσχολίαν は目的格補語であり、「これらに対する熱中を〜と見なして」と解釈される。
  2. §5τοσοῦτον ἄρα ἐδέησάν με... ἀπαλλάξαι — 非人称の δεῖ ではなく、人称動詞として用いられた δέω(〜に欠けている)の三人称複数アオリスト ἐδέησαν。直訳すると「彼らは私を古い無知から解放することにそれほどまでに欠けていた」となり、そこから「解放するどころか全くそうしなかった」という強い否定(「〜からはほど遠い」)を表し、結果の ὥστε 節へと続く。
  3. §6οἵ γε πρῶτα μὲν ἐπὶ γῆς βεβηκότες... — 関係代名詞 ὅς に強意の小辞 γε が付いた οἵ γε は、ここでは譲歩または理由(「〜であるというのに」「〜なる彼らは」)を表す関係節を導く。主節の動詞 ἔφασκον に至るまでに、主語(関係代名詞)を修飾する分詞 βεβηκότες, ὑπερέχοντες, δεδορκότες, ἀμβλυώττοντες が μὲν... δέ の対比構造を伴って多重に挿入されており、文の骨格は οἵ γε ... ὅμως ... ἔφασκον (〜であるにもかかわらず、それでも彼らは〜と主張した)となる。

この箇所を引用する

ルキアノス, イカロメニッポスまたは空飛ぶ人 §4-7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:4-7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。