§4Μένιππος
ἄκουε τοίνυν· οὐ γὰρ ἀστεῖόν γε τὸ θέαμα κεχηνότα φίλον ἐγκαταλιπεῖν, καὶ ταῦτα ὡς σὺ φὴς ἐκ τῶν ὤτων ἀπηρτημένον.
门尼普斯:那么你就听我说吧;因为把一个张着嘴的朋友——而且正如你所说,是一个耳朵被吊在半空的朋友——抛下不管,这绝非雅致的行为。
ἐγὼ γὰρ ἐπειδὴ τάχιστα ἐξετάζων τὰ κατὰ τὸν βίον γελοῖα καὶ ταπεινὰ καὶ ἀβέβαια τὰ ἀνθρώπινα πάντα εὕρισκον, πλούτους λέγω καὶ ἀρχὰς καὶ δυναστείας, καταφρονήσας αὐτῶν καὶ τὴν περὶ ταῦτα σπουδὴν ἀσχολίαν τῶν ἀληθῶς σπουδαίων ὑπολαβὼν ἀνακύπτειν τε καὶ πρὸς τὸ πᾶν ἀποβλέπειν ἐπειρώμην·
当我一开始审视生活中的事物,发现人类的一切都显得滑稽、卑微和不稳定,我是指财富、官职和权力。 我鄙视这些东西,认为对这些事物的热衷是对真正严肃事务的干扰,于是我尝试抬起头,仰望宇宙。
καί μοι ἐνταῦθα πολλήν τινα παρεῖχε τὴν ἀπορίαν πρῶτον μὲν αὐτὸς οὗτος ὁ ὑπὸ τῶν σοφῶν καλούμενος κόσμος· οὐ γὰρ εἶχον εὑρεῖν οὔθʼ ὅπως ἐγένετο οὔτε τὸν δημιουργὸν οὔτε ἀρχὴν οὔθʼ ὅ τι τὸ τέλος ἐστὶν αὐτοῦ.
在那里,首先是这个被智者称为“宇宙”的整体本身,给我带来了极大的困惑:因为我无法找到它是如何产生的,也找不到它的创造者,找不到它的开始,也找不到它的终点是什么。
ἔπειτα δὲ κατὰ μέρος ἐπισκοπῶν πολὺ μᾶλλον ἀπορεῖν ἠναγκαζόμην· τούς τε γὰρ ἀστέρας ἑώρων ὡς ἔτυχε τοῦ οὐρανοῦ διερριμμένους καὶ τὸν ἥλιον αὐτὸν τί ποτε ἦν ἄρα ἐπόθουν εἰδέναι· μάλιστα δὲ τὰ κατὰ τὴν σελήνην ἄτοπά μοι καὶ παντελῶς παράδοξα κατεφαίνετο, καὶ τὸ πολυειδὲς αὐτῆς τῶν σχημάτων ἀπόρρητόν τινα τὴν αἰτίαν ἔχειν ἐδοκίμαζον.
接着,当我分门别类地观察时,我不得不感到更加困惑:我看到星星随意地散落在天空中,我渴望知道太阳本身究竟是什么;而关于月亮的事情尤其显得奇异且完全违背常理,我认为它多变的形状背后有某种隐秘的原因。
οὐ μὴν ἀλλὰ καὶ ἀστραπὴ διαΐξασα καὶ βροντὴ καταρραγεῖσα καὶ ὑετὸς ἢ χιὼν ἢ χάλαζα κατενεχθεῖσα καὶ ταῦτα δυσείκαστα πάντα καὶ ἀτέκμαρτα ἦν.
不仅如此,穿梭的闪电、崩裂的雷鸣、落下的雨雪雹,这一切也都难以推测和解释。
§5Μένιππος
οὐκοῦν ἐπειδήπερ οὕτω διεκείμην, ἄριστον εἶναι ὑπελάμβανον παρὰ τῶν φιλοσόφων τούτων ταῦτα ἕκαστα ἐκμαθεῖν· ᾤμην γὰρ ἐκείνους γε πᾶσαν ἔχειν ἂν εἰπεῖν τὴν ἀλήθειαν.
门尼普斯:既然我处于这样的状态,我认为最好的办法就是从这些哲学家那里把这些事情一件件学个明白;因为我想他们肯定能说出全部真理。
οὕτω δὲ τοὺς ἀρίστους ἐπιλεξάμενος αὐτῶν, ὡς ἐνῆν τεκμήρασθαι προσώπου τε σκυθρωπότητι καὶ χρόας ὠχρότητι καὶ γενείου βαθύτητι — μάλα γὰρ ὑψαγόραι τινὲς καὶ οὐρανογνώμονες οἱ ἄνδρες αὐτίκα μοι κατεφάνησαν—τούτοις ἐγχειρίσας ἐμαυτὸν καὶ συχνὸν ἀργύριον τὸ μὲν αὐτόθεν ἤδη καταβαλών, τὸ δὲ εἰσαῦθις ἀποδώσειν ἐπὶ κεφαλαίῳ τῆς σοφίας διομολογησάμενος, ἠξίουν μετεωρολέσχης τε διδάσκεσθαι καὶ τὴν τῶν ὅλων διακόσμησιν καταμαθεῖν.
于是,我挑选了他们中最优秀的人——尽可以从他们阴沉的面容、苍白的脸色和浓密的胡须来推测,因为这些人在我看来立刻就显得极其高谈阔论且精通天文——我把自己托付给他们,当场付了一大笔钱,并约定在他们的智慧大功告成后再付清余款,要求他们教授我天文学并让我了解万物的秩序。
οἱ δὲ τοσοῦτον ἄρα ἐδέησάν με τῆς παλαιᾶς ἐκείνης ἀγνοίας ἀπαλλάξαι, ὥστε καὶ εἰς μείζους ἀπορίας φέροντες ἐνέβαλον, ἀρχάς τινας καὶ τέλη καὶ ἀτόμους καὶ κενὰ καὶ ὕλας καὶ ἰδέας καὶ τὰ τοιαῦτα ὁσημέραι μου καταχέοντες.
然而,他们非但没有帮我摆脱那旧有的无知,反而每天把一些原理、终极、原子、虚空、质料、理念之类的主张倾倒在我身上,从而把我抛入了更大的困惑之中。
ὃ δὲ πάντων ἐμοὶ γοῦν ἐδόκει χαλεπώτατον, ὅτι μηδὲν ἅτερος θατέρῳ λέγοντες ἀκόλουθον ἀλλὰ μαχόμενα πάντα καὶ ὑπεναντία, ὅμως πείθεσθαί τέ με ἠξίουν καὶ πρὸς τὸν αὑτοῦ λόγον ἕκαστος ὑπάγειν ἐπειρῶντο.
而其中至少对我来说最难忍受的是,尽管他们彼此说的没有一句话是一致的,而是完全矛盾和对立的,他们却仍然要求我信服,并且每个人都试图把我拉向他自己的论点。
Ἕταιρος
ἄτοπον λέγεις, εἰ σοφοὶ ὄντες οἱ ἄνδρες ἐστασίαζον πρὸς αὑτοὺς περὶ τῶν λόγων καὶ οὐ τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἐδόξαζον.
友人:你说的事情真奇怪,如果这些身为智者的人,竟然在论点上彼此争吵,对同样的事情没有相同的看法。
§6Μένιππος
καὶ μήν, ὦ ἑταῖρε, γελάσῃ ἀκούσας τήν τε ἀλαζονείαν αὐτῶν καὶ τὴν ἐν τοῖς λόγοις τερατουργίαν, οἵ γε πρῶτα μὲν ἐπὶ γῆς βεβηκότες καὶ μηδὲν τῶν χαμαὶ ἐρχομένων ἡμῶν ὑπερέχοντες, ἀλλʼ οὐδὲ ὀξύτερον τοῦ πλησίον δεδορκότες, ἔνιοι δὲ καὶ ὑπὸ γήρως ἢ ἀργίας ἀμβλυώττοντες, ὅμως οὐρανοῦ τε πέρατα διορᾶν ἔφασκον καὶ τὸν ἥλιον περιεμέτρουν καὶ τοῖς ὑπὲρ τὴν σελήνην ἐπεβάτευον καὶ ὥσπερ ἐκ τῶν ἀστέρων καταπεσόντες μεγέθη τε αὐτῶν διεξῄεσαν, καὶ πολλάκις, εἰ τύχοι, μηδὲ ὁπόσοι στάδιοι Μεγαρόθεν Ἀθήναζέ εἰσιν ἀκριβῶς ἐπιστάμενοι τὸ μεταξὺ τῆς σελήνης καὶ τοῦ ἡλίου χωρίον ὁπόσων εἴη πηχῶν τὸ μέγεθος ἐτόλμων λέγειν, ἀέρος τε ὕψη καὶ θαλάττης βάθη καὶ γῆς περιόδους ἀναμετροῦντες, ἔτι δὲ κύκλους καταγράφοντες καὶ τρίγωνα ἐπὶ τετραγώνοις διασχηματίζοντες καὶ σφαίρας τινὰς ποικίλας τὸν οὐρανὸν δῆθεν αὐτὸν ἐπιμετροῦντες.
门尼普斯:而且,我的朋友,当你听到他们的狂妄自大和言论中的故弄玄虚时,你一定会发笑。 他们首先脚踏实地,并不比我们这些在地上行走的人高明,甚至看得也不比邻人更清楚,有些人甚至因年迈或懒惰而眼花,却仍然声称能看清天空的边缘,测量太阳,涉足月球以上的区域,并且仿佛是从星星上掉下来的一样,详尽阐述它们的大小;他们常常,哪怕碰巧连从麦加拉到雅典准确有多少斯塔德都不知道,却敢说出月亮和太阳之间的距离是多少翼尺,测量空气的高度、海洋的深度和地球的周长,甚至还绘制圆圈,在正方形上勾画三角形,用多色彩球来测量天体,仿佛那是天空本身似的。
§7Μένιππος
ἔπειτα δὲ κἀκεῖνο πῶς οὐκ ἄγνωμον αὐτῶν καὶ παντελῶς τετυφωμένον τὸ περὶ τῶν οὕτως ἀδήλων λέγοντας μηδὲν ὡς εἰκάζοντας ἀποφαίνεσθαι, ἀλλʼ ὑπερδιατείνεσθαί τε καὶ μηδεμίαν τοῖς ἄλλοις ὑπερβολὴν ἀπολιμπάνειν, μονονουχὶ διομνυμένους μύδρον μὲν εἶναι τὸν ἥλιον, κατοικεῖσθαι δὲ τὴν σελήνην, ὑδατοποτεῖν δὲ τοὺς ἀστέρας τοῦ ἡλίου καθάπερ ἱμονιᾷ τινι τὴν ἰκμάδα ἐκ τῆς θαλάττης ἀνασπῶντος καὶ ἅπασιν αὐτοῖς τὸ ποτὸν ἑξῆς διανέμοντος.
门尼普斯:其次,他们在谈论如此不明确的事物时,竟然不把任何事情作为推测来发表,而是极力争辩,不给别人留下任何超越的余地,这难道不也是非常蛮横和完全狂妄自大吗? 他们几乎要起誓说太阳是一块烧红的铁块,月球有人居住,星星喝水,而太阳就像用汲水桶一样把海水中的水分吸上来,并依次把饮料分发给它们所有人。