Humanitext Reader

ルキアノス · イカロメニッポスまたは空飛ぶ人 §8-10

哲学者たちへの失望と翼の製作

3 / 11 箇所 · ギリシア語

要旨

メニッポスは、宇宙の起源や神々、その配慮を巡る哲学者たちの矛盾に満ちた学説に当惑した経験を語り、真実を突き止めるために鳥の翼を自作して空を飛ぶ試みを始めたことを説明する。

§8Μένιππος τὴν μὲν γὰρ ἐναντιότητα τῶν λόγων ὁπόση ῥᾴδιον καταμαθεῖν.
メニッポス:というのも、彼らの議論の矛盾がいかに大きいかは容易に見て取れるからだ。
καὶ σκόπει πρὸς Διός, εἰ ἐν γειτόνων ἐστὶ τὰ δόγματα καὶ μὴ πάμπολυ διεστηκότα·
そして、ゼウスにかけて考えてもみたまえ、彼らの教説がごく近いものであるか、それとも遥か彼方に隔たっているかを。
πρῶτα μὲν γὰρ αὐτοῖς ἡ περὶ τοῦ κόσμου γνώμη διάφορος, εἴ γε τοῖς μὲν ἀγέννητός τε καὶ ἀνώλεθρος εἶναι δοκεῖ, οἱ δὲ καὶ τὸν δημιουργὸν αὐτοῦ καὶ τῆς κατασκευῆς τὸν τρόπον εἰπεῖν ἐτόλμησαν·
まず第一に、彼らの宇宙に関する意見は異なっている。 ある者たちには宇宙は未生にして不滅であると思われるのに対し、他の者たちはその創造者とその構築の方法さえ大胆に口にする。
οὓς καὶ μάλιστα ἐθαύμαζον θεὸν μέν τινα τεχνίτην τῶν ὅλων ἐφιστάντας, οὐ προστιθέντας δὲ οὔτε ὅθεν ἥκων οὔτε ὅπου ἑστὼς ἕκαστα ἐτεκταίνετο, καίτοι πρό γε τῆς τοῦ παντὸς γενέσεως ἀδύνατον καὶ χρόνον καὶ τόπον ἐπινοεῖν.
私はとりわけ後者に驚嘆した。 彼らはある神を万物の職人として据えながらも、彼がどこからやって来て、あるいはどこに立って個々のものを構築したのかを付け加えないからだ。 宇宙の生成の前に時間や場所を想定することは不可能なはずであるにもかかわらず。
Ἕταιρος μάλα τινάς, ὦ Μένιππε, τολμητὰς καὶ θαυματοποιοὺς ἄνδρας λέγεις.
友:メニッポスよ、君は実に大胆で奇術師のような男たちのことを語っているのだね。
Μένιππος τί δʼ εἰ ἀκούσειας, ὦ θαυμάσιε, περί τε ἰδεῶν καὶ ἀσωμάτων ἃ διεξέρχονται ἢ τοὺς περὶ τοῦ πέρατός τε καὶ ἀπείρου λόγους;
メニッポス:おかしな友よ、もし彼らが詳細に説明するイデアや無体物について、あるいは限界と無限に関する議論を聞いたなら、どう思うかね。
καὶ γὰρ αὖ καὶ αὕτη νεανικὴ αὐτοῖς ἡ μάχη, τοῖς μὲν τέλει τὸ πᾶν περιγράφουσι, τοῖς δὲ ἀτελὲς τοῦτο εἶναι ὑπολαμβάνουσιν·
というのも、ここでもまた彼らの争いは激しい。 ある者たちは万物を限界で取り囲み、ある者たちはこれを限界のないものと見なす。
οὐ μὴν ἀλλὰ καὶ παμπόλλους τινὰς εἶναι τοὺς κόσμους ἀπεφαίνοντο καὶ τῶν ὡς περὶ ἑνὸς αὐτῶν διαλεγομένων κατεγίνωσκον.
それだけでなく、彼らは宇宙が数多く存在すると主張し、それらを一つのものとして語る者たちを非難した。
ἕτερος δέ τις οὐκ εἰρηνικὸς ἀνὴρ πόλεμον τῶν ὅλων πατέρα εἶναι ἐδόξαζε.
また別の、平和を好まないある男は、戦争こそが万物の父であると考えた。
§9Μένιππος περὶ μὲν γὰρ τῶν θεῶν τί χρὴ καὶ λέγειν;
メニッポス:神々について何と言うべきだろうか。
ὅπου τοῖς μὲν ἀριθμός τις ὁ θεὸς ἦν, οἱ δὲ κατὰ χηνῶν καὶ κυνῶν καὶ πλατάνων ἐπώμνυντο.
ある者たちにとっては神はある種の数であり、他の者たちはガチョウや犬やプラタナスの木にかけて誓っていた。
καὶ οἱ μὲν τοὺς ἄλλους ἅπαντας θεοὺς ἀπελάσαντες ἑνὶ μόνῳ τὴν τῶν ὅλων ἀρχὴν ἀπένεμον, ὥστε ἠρέμα καὶ ἄχθεσθαί με τοσαύτην ἀπορίαν θεῶν ἀκούοντα·
また、ある者たちは他のすべての神々を追い払って、唯一の神だけに万物の支配権を帰したため、私は神々のこれほどの少なさを聞いて、密かに不満に思った。
οἱ δʼ ἔμπαλιν ἐπιδαψιλευόμενοι πολλούς τε αὐτοὺς ἀπέφαινον καὶ διελόμενοι τὸν μέν τινα πρῶτον θεὸν ἐπεκάλουν, τοῖς δὲ τὰ δεύτερα καὶ τρίτα ἔνεμον τῆς θειότητος·
一方で、これとは逆に豊富に神々を提示する者たちは、彼らを多数であるとし、分担させて、ある者を第一の神と呼び、他の者たちには第二、第三の神性の位を与えた。
ἔτι δὲ οἱ μὲν ἀσώματόν τι καὶ ἄμορφον ἡγοῦντο εἶναι τὸ θεῖον, οἱ δὲ ὡς περὶ σώματος αὐτοῦ διενοοῦντο.
さらに、ある者たちは神なるものを無体で無形のものと考え、他の者たちはそれを肉体を持つものとして思い描いた。
εἶτα καὶ προνοεῖν τῶν καθʼ ἡμᾶς πραγμάτων οὐ πᾶσιν ἐδόκουν οἱ θεοί, ἀλλʼ ἦσάν τινες οἱ τῆς συμπάσης ἐπιμελείας αὐτοὺς ἀφιέντες, ὥσπερ ἡμεῖς εἰώθαμεν ἀπολύειν τῶν λειτουργιῶν τοὺς παρηβηκότας·
次に、神々が我々の出来事を配慮しているとも、すべての人に思われていたわけではなく、ちょうど私たちが盛りを過ぎた者たちを公共の奉仕から免除するように、神々をすべての配慮から解放する者たちもいた。
οὐδὲν γὰρ ὅτι μὴ τοῖς κωμικοῖς δορυφορήμασιν ἐοικότας αὐτοὺς εἰσάγουσιν.
なぜなら彼らは、神々を喜劇の物言わぬ護衛兵に似たものとして登場させるからだ。
ἔνιοι δὲ ταῦτα πάντα ὑπερβάντες οὐδὲ τὴν ἀρχὴν εἶναι θεούς τινας ἐπίστευον, ἀλλʼ ἀδέσποτον καὶ ἀνηγεμόνευτον φέρεσθαι τὸν κόσμον ἀπελίμπανον.
さらに一部の者は、これらすべてを飛び越えて、そもそも神々が存在することすら信じず、宇宙を支配者も指導者もないまま漂うに任せていた。
§10Μένιππος τοιγάρτοι ταῦτα ἀκούων ἀπιστεῖν μὲν οὐκ ἐτόλμων ὑψιβρεμέταις τε καὶ ἠϋγενείοις ἀνδράσιν·
メニッポス:それゆえ、これらを聞いても、私は高く雷鳴を響かせ立派な髭を蓄えた男たちを疑う勇気はなかった。
οὐ μὴν εἶχόν γε ὅπη τῶν λόγων τραπόμενος ἀνεπίληπτόν τι αὐτῶν εὕροιμι καὶ ὑπὸ θατέρου μηδαμῆ περιτρεπόμενον.
とはいえ、彼らの議論のどこに目を向ければ、非の打ちどころがなく、他方によって決して覆されないものを見出せるのか、私には分からなかった。
ὥστε δὴ τὸ Ὁμηρικὸν ἐκεῖνο ἀτεχνῶς ἔπασχον·
その結果、私は文字通りあのホメロスの詩行のような経験をした。
πολλάκις μὲν γὰρ ἂν ὥρμησα πιστεύειν τινὶ αὐτῶν, "ἕτερος δέ με θυμὸς ἔρυκεν.
何度も彼らの誰かを信じようとしたが、「しかし別の心が私を引き留めた。
" Ἐφʼ οἷς ἅπασιν ἀμηχανῶν ἐπὶ γῆς μὲν ἀκούσεσθαί τι περὶ τούτων ἀληθὲς ἀπεγίνωσκον, μίαν δὲ τῆς συμπάσης ἀπορίας ἀπαλλαγὴν ᾤμην ἔσεσθαι, εἰ αὐτὸς πτερωθείς πως ἀνέλθοιμι εἰς τὸν οὐρανόν.
」これらすべてのことに途方に暮れ、地上でこれらに関する真実を聞くことはできないと諦め、このすべての当惑から逃れる唯一の方法は、私自身がどうにかして羽を手に入れ、天へと登ることだと考えた。
τούτου δέ μοι παρεῖχε τὴν ἐλπίδα μάλιστα μὲν ἡ ἐπιθυμία καὶ ὁ λογοποιὸς Αἴσωπος ἀετοῖς καὶ κανθάροις, ἐνίοτε καὶ καμήλοις βάσιμον ἀποφαίνων τὸν οὐρανόν.
これについて私に希望を与えてくれたのは、何よりも私の切望であり、そして、鷲やフンコロガシ、時にはラクダにとっても天は通行可能であると示す寓話作家アイソポスであった。
αὐτὸν μὲν οὖν πτεροφυῆσαί ποτε οὐδεμιᾷ μηχανῇ δυνατὸν εἶναί μοι κατεφαίνετο·
私自身にいつか羽が生えることはいかなる手段によっても不可能に思われた。
εἰ δὲ γυπὸς ἢ ἀετοῦ περιθείμην πτερά—ταῦτα γὰρ μόνα ἂν διαρκέσαι πρὸς μέγεθος ἀνθρωπίνου σώματος — τάχα ἄν μοι τὴν πεῖραν προχωρῆσαι.
しかし、もしハゲワシか鷲の羽を身につければ――人間の身体の大きさに耐えられるのはこれらだけだからだ――おそらくこの試みはうまくいくかもしれない。
καὶ δὴ συλλαβὼν τὰ ὄρνεα θατέρου μὲν τὴν δεξιὰν πτέρυγα, τοῦ γυπὸς δὲ τὴν ἑτέραν ἀπέτεμον εὖ μάλα·
そこで私はその鳥たちを捕らえ、一方の右の羽と、ハゲワシのもう一方の羽を、非常に見事に切り落とした。
εἶτα διαδήσας καὶ κατὰ τοὺς ὤμους τελαμῶσι καρτεροῖς ἁρμοσάμενος καὶ πρὸς ἄκροις τοῖς ὠκυπτέροις λαβάς τινας ταῖς χερσὶ παρασκευάσας ἐπειρώμην ἐμαυτοῦ τὸ πρῶτον ἀναπηδῶν καὶ ταῖς χερσὶν ὑπηρετῶν καὶ ὥσπερ οἱ χῆνες ἔτι χαμαιπετῶς ἐπαιρόμενος καὶ ἀκροβατῶν ἅμα μετὰ τῆς πτήσεως·
それから、それらを縛り合わせ、丈夫な革帯で肩にしっかり固定し、風切羽の端に手で握るための取っ手を用意して、最初は自分で飛び跳ねて、手を補助的に使い、ガチョウのようにまだ地べたを這いながら舞い上がり、飛行とともにつま先立ちをするように試みてみた。
ἐπεὶ δὲ ὑπήκουέ μοι τὸ χρῆμα, τολμηρότερον ἤδη τῆς πείρας ἡπτόμην, καὶ ἀνελθὼν ἐπὶ τὴν ἀκρόπολιν ἀφῆκα ἐμαυτὸν κατὰ τοῦ κρημνοῦ φέρων ἐς αὐτὸ τὸ θέατρον.
この道具が私の言うことを聞くようになると、今度はより大胆に試みに取り組み、アクロポリスに登って、崖から身を躍らせ、劇場そのものへと向かって飛び降りた。

語釈・文法注

  1. p.v.2.p.280ἐν γειτόνων — 名詞 `οἴκοις`(家々)などの省略を伴う慣用表現で、属格複数 `γειτόνων` の前に前置詞 `ἐν` を置いて「隣り合わせに、極めて近くに」を意味する。
  2. p.v.2.p.280οὓς καὶ μάλιστα ἐθαύμαζον — 関係代名詞 `οὓς` の先行詞は、直前の `οἱ δέ`(宇宙の創造者を主張する者たち)である。これに続く対格分詞 `ἐφιστάντας`(据えながら)と `οὐ προστιθέντας`(付け加えないで)は、驚嘆の対象となった彼らの状況を説明する記述的(叙述的)分詞である。
  3. p.v.2.p.282οὐδὲν γὰρ ὅτι μή — `οὐδὲν ἄλλο ὅτι μή`(〜以外の何ものでもない)の縮約表現で、「ただ〜にほかならない」という意味を成す慣用表現。
  4. p.v.2.p.284τάχα ἄν μοι τὴν πεῖραν προχωρῆσαι — 小辞 `ἄν` と不定詞 `προχωρῆσαι` の結合は、主節の思考動詞(`ᾤμην` など)に従属する間接話法内において、潜在(`ἂν προχωρήσειε`「成功するかもしれない」)のニュアンスを表している。

この箇所を引用する

ルキアノス, イカロメニッポスまたは空飛ぶ人 §8-10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:8-10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。