Humanitext Reader

ルキアノス · イカロメニッポスまたは空飛ぶ人 §1-3

メニッポスによる天界への飛行計画の告白

1 / 11 箇所 · ギリシア語

要旨

地上に戻ってきたメニッポスが、宇宙的な距離を独りごちているところを友人に呼び止められ、天界のゼウスのもとへ実際に旅をして戻ってきたのだと主張する。最初は信じない友人に対し、メニッポスはダイダロスのように鳥の翼を身につけて飛行したのだと明かし、その具体的な計画を語り始める。

§1Μένιππος οὐκοῦν τρισχίλιοι μὲν ἦσαν ἀπὸ γῆς στάδιοι μέχρι πρὸς τὴν σελήνην, ὁ πρῶτος ἡμῖν σταθμός·
メニッポス:それなら、地球から最初の宿宿である月までは三千スタディオン。
τοὐντεῦθεν δὲ ἐπὶ τὸν ἥλιον ἄνω παρασάγγαι που πεντακόσιοι·
そこから太陽までは、さらに上にだいたい五百パラサング。
τὸ δὲ ἀπὸ τούτου ἐς αὐτὸν ἤδη τὸν οὐρανὸν καὶ τὴν ἀκρόπολιν τὴν τοῦ Διὸς ἄνοδος καὶ ταῦτα γένοιτʼ ἂν εὐζώνῳ ἀετῷ μιᾶς ἡμέρας.
そしてそこから天空そのもの、すなわちゼウスの城砦への登り道は、身軽な鷲なら一日で登りきれるだろう。
Ἕταιρος τί ταῦτα πρὸς Χαρίτων, ὦ Μένιππε, ἀστρονομεῖς καὶ ἡσυχῇ πως ἀναμετρεῖς;
友:ヘラクレスにかけて、メニッポス、君はいったいなぜ天文学をやり、密かに測定などしているのだ?
πάλαι γὰρ ἐπακροῶμαί σου παρακολουθῶν ἡλίους καὶ σελήνας, ἔτι δὲ τὰ φορτικὰ ταῦτα σταθμούς τινας καὶ παρασάγγας ὑποξενίζοντος.
君の後をついて歩きながら、さっきから君が、太陽やら月やら、さらには聞き慣れない宿宿やらパラサングという厄介な言葉を口にしているのを耳にしていたのだ。
Μένιππος μὴ θαυμάσῃς, ὦ ἑταῖρε, εἰ μετέωρα καὶ διαέρια δοκῶ σοι λαλεῖν·
メニッポス:友よ、私が天上のことや空中でのことを口走っているように見えても、不思議に思わないでくれ。
τὸ κεφάλαιον γὰρ δὴ πρὸς ἐμαυτὸν ἀναλογίζομαι τῆς ἔναγχος ἀποδημίας.
というのも、最近行ってきたあの旅のあらましを、心の中で計算していたのだから。
Ἕταιρος εἶτα, ὦγαθε, καθάπερ οἱ Φοίνικες ἄστροις ἐτεκμαίρου τὴν ὁδόν;
友:それなら、おや君、フェニキア人のように星を頼りに道を進んだのかね?
Μένιππος οὐ μὰ Δία, ἀλλʼ ἐν αὐτοῖς τοῖς ἄστροις ἐποιούμην τὴν ἀποδημίαν.
メニッポス:まさかゼウスにかけて、そんなことはない。 その星々の真っ只中を私は旅していたのだ。
Ἕταιρος Ἡράκλεις, μακρόν τινα τὸν ὄνειρον λέγεις, εἴ γε σαυτὸν ἔλαθες κατακοιμηθεὶς παρασάγγας ὅλους.
友:ヘラクレスよ、実に見事な長い夢の話をしているのだな、もし君が自分でも気づかないうちに眠り込んで、何パラサングも進んでいたのだとしたら。
§2Μένιππος ὄνειρον γάρ, ὦ τάν, δοκῶ σοι λέγειν ὃς ἀρτίως ἀφῖγμαι παρὰ τοῦ Διός;
メニッポス:私が夢の話をしているように見えるのかね、君、いましがたゼウスのもとから到着したばかりの私が?
Ἕταιρος πῶς ἔφησθα;
友:何と言ったかね?
Μένιππος ἡμῖν διοπετὴς πάρεστιν ἐξ οὐρανοῦ;
メニッポスが私たちのもとに天から、ゼウスから降ってきたというのか?
Μένιππος καὶ μὴν ἐγώ σοι παρʼ αὐτοῦ ἐκείνου τοῦ πάνυ Διὸς ἥκω τήμερον θαυμάσια καὶ ἀκούσας καὶ ἰδών·
メニッポス:まさにそうだ。 私は今日、あの偉大なゼウスご自身のもとから、驚くべきことどもを聞き、また目にして戻ってきたのだ。
εἰ δὲ ἀπιστεῖς, καὶ αὐτὸ τοῦτο ὑπερευφραίνομαι τὸ πέρα πίστεως εὐτυχεῖν.
もし君が信じないとしても、信じがたいほどに幸運であること、それ自体が私にとっては極めて快いことなのだ。
Ἕταιρος καὶ πῶς ἂν ἔγωγε, ὦ θεσπέσιε καὶ Ὀλύμπιε Μένιππε, γεννητὸς αὐτὸς καὶ ἐπίγειος ὢν ἀπιστεῖν δυναίμην ὑπερνεφέλῳ ἀνδρὶ καὶ ἵνα καθʼ Ὅμηρον εἴπω τῶν Οὐρανιώνων ἑνί;
友:おや、神々しく天上のメニッポスよ、私のように生まれながらの地上人が、雲の上の人、そしてホメロスの言うところの「天に住まう神々のひとり」をどうして疑えようか。
ἀλλʼ ἐκεῖνά μοι φράσον, εἰ δοκεῖ, τίνα τρόπον ἤρθης ἄνω καὶ ὁπόθεν ἐπορίσω κλίμακα τηλικαύτην τὸ μέγεθος;
だが、よければ、どうやって上へと昇り、どこからそれほど大きな梯子を手に入れたのかを教えてくれ。
τὰ μὲν γὰρ ἀμφὶ τὴν ὄψιν οὐ πάνυ ἔοικας ἐκείνῳ τῷ Φρυγί, ὥστε ἡμᾶς εἰκάζειν καὶ σὲ οἰνοχοήσοντά που ἀνάρπαστον γεγονέναι πρὸς τοῦ ἀετοῦ.
君の見た目からするに、あのフリュギアの若者にはおよそ似ていないから、君が鷲にさらわれてどこかで酒酌みになったのだとは、私たちにはとても推測できそうにないからな。
Μένιππος σὺ μὲν πάλαι σκώπτων δῆλος εἶ, καὶ θαυμαστὸν οὐδὲν εἴ σοι τὸ παράδοξον τοῦ λόγου μύθῳ δοκεῖ προσφερές.
メニッポス:君がさっきからからかっているのは明らかだし、話の奇想天外さが神話のように思えるのも不思議ではない。
ἀτὰρ οὐδὲν ἐδέησέ μοι πρὸς τὴν ἄνοδον οὔτε τῆς κλίμακος οὔτε παιδικὰ γενέσθαι τοῦ ἀετοῦ·
だが、私の登頂には、梯子も、鷲のお気に入りになることも、一切必要なかった。
οἰκεῖα γὰρ ἦν μοι τὰ πτερά.
なぜなら私には自分自身の翼があったのだから。
Ἕταιρος τοῦτο μὲν ἤδη καὶ ὑπὲρ τὸν Δαίδαλον ἔφησθα, εἴ γε πρὸς τοῖς ἄλλοις ἐλελήθεις ἡμᾶς ἱέραξ τις ἢ κολοιὸς ἐξ ἀνθρώπου γενόμενος.
友:これはもう、ダイダロスをも超える話だな。 もし君が、他のことに加えて、人間から鷹かカラスにでもいつの間にか変身していたのだとしたら。
Μένιππος ὀρθῶς, ὦ ἑταῖρε, καὶ οὐκ ἀπὸ σκοποῦ εἴκασας·
メニッポス:その通りだ、友よ。 的を外さぬ推測だ。
τὸ Δαιδάλειον γὰρ ἐκεῖνο σόφισμα τῶν πτερῶν καὶ αὐτὸς ἐμηχανησάμην.
あのダイダロス式の翼の考案を、私も自分で編み出したのだ。
§3Ἕταιρος εἶτα, ὦ τολμηρότατε πάντων, οὐκ ἐδεδοίκεις μὴ καὶ σύ που τῆς θαλάττης καταπεσὼν Μενίππειόν τι πέλαγος ἡμῖν ὥσπερ τὸ Ἰκάριον ἀποδείξῃς ἐπὶ τῷ σεαυτοῦ ὀνόματι;
友:それなら、世界一の大胆者よ、海のどこかに墜落して、イカロス海のように、君自身の名にちなんで「メニッポス海」とでもいうものを私たちに示すことになるとは恐れなかったのか?
Μένιππος οὐδαμῶς·
メニッポス:全く恐れなかった。
ὁ μὲν γὰρ Ἴκαρος ἅτε κηρῷ τὴν πτέρωσιν ἡρμοσμένος, ἐπειδὴ τάχιστα πρὸς τὸν ἥλιον ἐκεῖνος ἐτάκη, πτερορρυήσας εἰκότως κατέπεσεν·
イカロスは蝋で羽を固定していたため、太陽に近づくとすぐにそれが溶けてしまい、当然ながら羽が抜け落ちて墜落した。
ἡμῖν δὲ ἀκήρωτα ἦν τὰ ὠκύπτερα.
しかし私の快速の翼は蝋で固定されてはいなかった。
Ἕταιρος πῶς λέγεις;
友:どういうことかね?
ἤδη γὰρ οὐκ οἶδʼ ὅπως ἠρέμα με προσάγεις πρὸς τὴν ἀλήθειαν τῆς διηγήσεως.
君がどうやってか、私の心をいつの間にか語りの真実へとそっと近づけていくようだが。
Μένιππος Ὧδέ πως·
メニッポス:こういうことだ。
ἀετὸν εὐμεγέθη συλλαβών, ἔτι δὲ γῦπα τῶν καρτερῶν, ἀποτεμὼν αὐταῖς ὠλέναις τὰ πτερὰ — μᾶλλον δὲ καὶ πᾶσαν ἐξ ἀρχῆς τὴν ἐπίνοιαν, εἴ σοι σχολή, δίειμι.
巨大な鷲を捕まえ、さらに頑強な禿鷹を捕まえて、その翼を前腕ごと切り取り――いや、もし時間があるなら、むしろ最初からその計画のすべてを語ろう。
Ἕταιρος πάνυ μὲν οὖν·
友:ぜひとも頼む。
ὡς ἐγώ σοι μετέωρός εἰμι ὑπὸ τῶν λόγων καὶ πρὸς τὸ τέλος ἤδη κέχηνα τῆς ἀκροάσεως·
私は君の言葉に空中へと吊り上げられ、話の結末をいまかいまかと待ち構えているのだから。
μηδὲ πρὸς Φιλίου με περιίδῃς ἄνω που τῆς διηγήσεως ἐκ τῶν ὤτων ἀπηρτημένον.
親愛なるゼウスにかけて、物語の途中の空中、耳から吊り下げられた状態のままに私を放置しないでくれ。

語釈・文法注

  1. §1καὶ ταῦτα — 譲歩や付加的な条件を表す慣用表現で、ここでは「しかもそれを」「それも」の意。希求法 `γένοιτʼ ἂν` とともに、「しかもそれ(登頂)は、身軽な鷲であれば一日で可能だろう」という可能性・推測を強調している。
  2. §1ὑποξενίζοντος — 属格現在分詞で、先行する `σου`(「君が」)に一致する。動詞 `ἐπακροῶμαι`(「聞く」)が属格の行為者を支配するため、全体として「君が〜を口にしているのを耳にしていた」という分詞の補足的用法(知覚動詞の補語)になっている。
  3. §2ὃς ἀρτίως ἀφῖγμαι — 関係代名詞 `ὃς` が導く節内の動詞 `ἀφῖγμαι` が1人称単数形になっている。関係詞の先行詞が、主節の主語(1人称単数 `δοκῶ` の主語「私」)に一致して、関係節内の動詞も1人称に引かれる文法現象。
  4. §3περιίδῃς ... ἀπηρτημένον — 禁止の接続法 `μηδὲ ... περιίδῃς`(「見過ごさないでくれ」)に、完了分詞 `ἀπηρτημένον` が補語として結合している。`περιοράω` は補足分詞を伴って「〜するのを放置する、黙認する」を意味する。

この箇所を引用する

ルキアノス, イカロメニッポスまたは空飛ぶ人 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:1-3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。