§15Μένιππος
κἀπειδὴ τάχιστα ἐπτερυξάμην, αὐτίκα φῶς με πάμπολυ περιέλαμψε καὶ τὰ τέως λανθάνοντα πάντα διεφαίνετο·
メニッポスそして私が羽ばたくやいなや、すぐに非常に多くの光が私を取り囲んで輝き、それまで隠れていたすべてのものが透けて見えてきた。
κατακύψας γοῦν ἐς τὴν γῆν ἑώρων σαφῶς τὰς πόλεις, τοὺς ἀνθρώπους, τὰ γιγνόμενα, καὶ οὐ τὰ ἐν ὑπαίθρῳ μόνον, ἀλλὰ καὶ ὁπόσα οἴκοι ἔπραττον οἰόμενοι λανθάνειν, Πτολεμαῖον μὲν συνόντα τῇ ἀδελφῇ, Λυσιμάχῳ δὲ τὸν υἱὸν ἐπιβουλεύοντα, τὸν Σελεύκου δὲ Ἀντίοχον Στρατονίκῃ διανεύοντα λάθρα τῇ μητρυιᾷ, τὸν δὲ Θετταλὸν Ἀλέξανδρον ὑπὸ τῆς γυναικὸς ἀναιρούμενον καὶ Ἀντίγονον μοιχεύοντα τοῦ υἱοῦ τὴν γυναῖκα καὶ Ἀττάλῳ τὸν υἱὸν ἐγχέοντα τὸ φάρμακον, ἑτέρωθι δʼ αὖ Ἀρσάκην φονεύοντα τὸ γύναιον καὶ τὸν εὐνοῦχον Ἀρβάκην ἕλκοντα τὸ ξίφος ἐπὶ τὸν Ἀρσάκην, Σπατῖνος δὲ ὁ Μῆδος ἐκ τοῦ συμποσίου πρὸς τῶν δορυφορούντων εἵλκετο ἔξω τοῦ ποδὸς σκύφῳ χρυσῷ τὴν ὀφρὺν κατηλοημένος.
ともかく地球に向かって身をかがめると、私は都市、人々、そこで行われていることをはっきりと見たが、屋外のものだけでなく、隠れているつもりで家の中で行っていたことまですべてを(見た)。 プトレイマイオスが姉妹と交わっているのを、リシマコスに対して息子が陰謀を企てているのを、セレウコスの息子アンティオコスが継母ストラトニケに密かに合図を送っているのを、テッサリアのアレクサンドロスが妻によって殺害されているのを、そしてアンティゴノスが息子の妻と姦通しているのを、そしてアッタロスに対して息子が毒を注いでいるのを。 また別の場所では、アルサケスが妻を殺害しているのを、そして宦官アルバケスがアルサケスに対して剣を抜いているのを。 メディア人のスパティネスは、金の杯で眉のあたりを叩き潰されて、宴席から護衛兵たちによって足を引きずられて外へ連れ出されていた。
ὅμοια δὲ τούτοις ἔν τε Λιβύῃ καὶ παρὰ Σκύθαις καὶ Θρᾳξὶ γινόμενα ἐν τοῖς βασιλείοις ἦν ὁρᾶν, μοιχεύοντας, φονεύοντας, ἐπιβουλεύοντας, ἁρπάζοντας, ἐπιορκοῦντας, δεδιότας, ὑπὸ τῶν οἰκειοτάτων προδιδομένους.
これらと同様のことが、リビアでもスキタイやトラキア人の間でも、王宮の中で行われているのを見ることができた。 彼らが姦通し、殺害し、陰謀を企て、略奪し、偽誓し、怯え、最も身近な者たちに裏切られているのを。
§16Μένιππος
καὶ τὰ μὲν τῶν βασιλέων τοιαύτην παρέσχε μοι τὴν διατριβήν, τὰ δὲ τῶν ἰδιωτῶν πολὺ γελοιότερα·
メニッポス * そして王たちの事柄は私にこのような暇つぶしを提供してくれたが、庶民たちの事柄ははるかに滑稽であった。
καὶ γὰρ αὖ κἀκείνους ἑώρων, Ἑρμόδωρον μὲν τὸν Ἐπικούρειον χιλίων ἕνεκα δραχμῶν ἐπιορκοῦντα, τὸν Στωϊκὸν δὲ Ἀγαθοκλέα περὶ μισθοῦ τῷ μαθητῇ δικαζόμενον, Κλεινίαν δὲ τὸν ῥήτορα ἐκ τοῦ Ἀσκληπιείου φιάλην ὑφαιρούμενον, τὸν δὲ Κυνικὸν Ἡρόφιλον ἐν τῷ χαμαιτυπείῳ καθεύδοντα.
というのも、やはり彼らのことも私は見ていたからだ。 エピクロス派のエルモドロスが1000ドラクマのために偽誓しているのを、ストア派のアガトクレスが謝礼金をめぐって弟子と裁判で争っているのを、弁論家クリニアスがアスクレピオス神殿から浅盃を盗み出しているのを、そしてキニコス派のヘロフィロスが売春宿で眠りこけているのを。
τί γὰρ ἂν τοὺς ἄλλους λέγοιμι, τοὺς τοιχωρυχοῦντας, τοὺς δεκαζομένους, τοὺς δανείζοντας, τοὺς ἐπαιτοῦντας;
というのも、他の者たち、すなわち泥棒、収賄する者たち、金貸し、物乞いたちについて、なぜ私が語る必要があろうか。
ὅλως γὰρ ποικίλη καὶ παντοδαπή τις ἦν ἡ θέα.
全体として、その光景は実に多彩で千差万別なものであった。
Ἕταιρος
καὶ μὴν καὶ ταῦτα, ὦ Μένιππε, καλῶς εἶχε λέγειν·
* 対話者 * それにしてもメニッポスよ、それらのことも語ってくれてよかった。
ἔοικε γὰρ οὐ τὴν τυχοῦσαν τερπωλήν σοι παρεσχῆσθαι.
というのも、君には並大抵ではない楽しみが提供されたようだからね。
Μένιππος
πάντα μὲν ἑξῆς διελθεῖν, ὦ φιλότης, ἀδύνατον, ὅπου γε καὶ ὁρᾶν αὐτὰ ἔργον ἦν·
* メニッポス * 友よ、すべてを順序よく詳しく語ることは不可能だ。 それらを見るだけでも一仕事であったのだから。
τὰ μέντοι κεφάλαια τῶν πραγμάτων τοιαῦτα ἐφαίνετο οἷά φησιν Ὅμηρος τὰ ἐπὶ τῆς ἀσπίδος·
しかしながら、事柄のあらましは、ホメロスが盾の上のものについて述べている通りのように見えた。
οὗ μὲν γὰρ ἦσαν εἰλαπίναι καὶ γάμοι, ἑτέρωθι δὲ δικαστήρια καὶ ἐκκλησίαι, καθʼ ἕτερον δὲ μέρος ἔθυέ τις, ἐν γειτόνων δὲ πενθῶν ἄλλος ἐφαίνετο·
というのも、あるところには宴会と婚礼があり、別の場所には裁判所と民会があり、また別の部分ではある者が犠牲を捧げ、隣では別の者が喪に服しているのが見えたからだ。
καὶ ὅτε μὲν ἐς τὴν Γετικὴν ἀποβλέψαιμι, πολεμοῦντας ἂν ἑώρων τοὺς Γέτας· ὅτε δὲ μεταβαίην ἐπὶ τοὺς Σκύθας, πλανωμένους ἐπὶ τῶν ἁμαξῶν ἦν ἰδεῖν· μικρὸν δὲ ἐγκλίνας τὸν ὀφθαλμὸν ἐπὶ θάτερα τοὺς Αἰγυπτίους γεωργοῦντας ἐπέβλεπον, καὶ ὁ Φοῖνιξ ἐνεπορεύετο καὶ ὁ Κίλιξ ἐλῄστευεν καὶ ὁ Λάκων ἐμαστιγοῦτο καὶ ὁ Ἀθηναῖος ἐδικάζετο.
そして、私がゲタイ人の土地に目を向けると、ゲタイ人が戦争をしているのが見えたものであり、スキタイ人のところに移ると、彼らが馬車の上を放浪しているのが見え、少し目を他方に傾けると、エジプト人が耕作しているのを見つめ、フェニキア人は交易し、キリキア人は略奪し、ラコニア人は鞭打たれ、アテナイ人は裁判をしていた。
§17Μένιππος
ἁπάντων δὲ τούτων ὑπὸ τὸν αὐτὸν γινομένων χρόνον ὥρα σοι ἤδη ἐπινοεῖν ὁποῖός τις ὁ κυκεὼν οὗτος ἐφαίνετο.
メニッポス * そして、これらすべてのことが同時に行われていたのだから、この混ざり物がどのようなものに見えたか、君は今や想像してみるべきだ。
ὥσπερ ἂν εἴ τις παραστησάμενος πολλοὺς χορευτάς, μᾶλλον δὲ πολλοὺς χορούς, ἔπειτα προστάξειε τῶν ᾀδόντων ἑκάστῳ τὴν συνῳδίαν ἀφέντα ἴδιον ᾄδειν μέλος, φιλοτιμουμένου δὲ ἑκάστου καὶ τὸ ἴδιον περαίνοντος καὶ τὸν πλησίον ὑπερβαλέσθαι τῇ μεγαλοφωνίᾳ προθυμουμένου — ἆρα ἐνθυμῇ πρὸς Διὸς οἵα γένοιτʼ ἂν ἡ ᾠδή;
それはまるで、誰かが多くの踊り手、いやむしろ多くの合唱隊を自分の傍らに立たせ、それから歌い手の一人一人に、和音をやめて自分自身の旋律を歌うように命じ、各人が競い合い、自分自身の歌を歌い通し、大声で隣の者を凌駕しようと努めるようなものだ。 ゼウスにかけて、どのような歌になるか想像がつくかね?
Ἕταιρος
παντάπασιν, ὦ Μένιππε, παγγέλοιος καὶ τεταραγμένη.
* 対話者 * メニッポスよ、全くもって極めて滑稽で、混乱したものになるだろう。
Μένιππος
καὶ μήν, ὦ ἑταῖρε, τοιοῦτοι πάντες εἰσὶν οἱ ἐπὶ γῆς χορευταὶ κἀκ τοιαύτης ἀναρμοστίας ὁ τῶν ἀνθρώπων βίος συντέτακται, οὐ μόνον ἀπῳδὰ φθεγγομένων, ἀλλὰ καὶ ἀνομοίων τὰ σχήματα καὶ τἀναντία κινουμένων καὶ ταὐτὸν οὐδὲν ἐπινοούντων, ἄχρι ἂν αὐτῶν ἕκαστον ὁ χορηγὸς ἀπελάσῃ τῆς σκηνῆς οὐκέτι δεῖσθαι λέγων·
* メニッポス * そして実に、友よ、地上にいるすべての踊り手はそのようなものであり、そのような不調和から人間の生は組み立てられているのだ。 彼らは不協和音を発するだけでなく、姿かたちも異なり、正反対の動きをし、共通のことは何一つ考えない。 合唱指揮者が、彼らの一人一人を舞台から「もう君は必要ない」と言って追い出すまではね。
τοὐντεῦθεν δὲ ὅμοιοι πάντες ἤδη σιωπῶντες, οὐκέτι τὴν συμμιγῆ καὶ ἄτακτον ἐκείνην ᾠδὴν ἀπᾴδοντες.
その後は、誰もが等しくすでに沈黙し、もはやあの入り混じった無秩序な歌を調子外れに歌うこともない。
ἀλλʼ ἐν αὐτῷ γε ποικίλῳ καὶ πολυειδεῖ τῷ θεάτρῳ πάντα μὲν γελοῖα δήπουθεν ἦν τὰ γινόμενα.
しかしながら、この多彩で多様な劇場自体において、行われているすべてのことは、言うまでもなく滑稽なものであった。