§18Μένιππος
μάλιστα δὲ ἐπʼ ἐκείνοις ἐπῄει μοι γελᾶν τοῖς περὶ γῆς ὅρων ἐρίζουσι καὶ τοῖς μέγα φρονοῦσιν ἐπὶ τῷ τὸ Σικυώνιον πεδίον γεωργεῖν ἢ Μαραθῶνος ἔχειν τὰ περὶ τὴν Οἰνόην ἢ Ἀχαρνῆσι πλέθρα κεκτῆσθαι χίλια·
メニッポスとりわけ私は、土地の境界をめぐって争う人々や、シキュオンの平野を耕作しているとか、マラトンのオイノエの周辺を所有しているとか、アカルナイに1000プレトロンの土地を領有していると言って、大威張りしている人々を見て笑う気が起こった。
τῆς γοῦν Ἑλλάδος ὅλης ὡς τότε μοι ἄνωθεν ἐφαίνετο δακτύλων οὔσης τὸ μέγεθος τεττάρων, κατὰ λόγον, οἶμαι, ἡ Ἀττικὴ πολλοστημόριον ἦν.
ともかく、ギリシア全体が、そのとき上空から私に見えたところでは、わずか指4本ほどの大きさであったのだから、割合から言えば、思うに、アッティカはその何万分の一かでしかなかった。
ὥστε ἐνενόουν ἐφʼ ὁπόσῳ τοῖς πλουσίοις τούτοις μέγα φρονεῖν κατελείπετο·
したがって、これら金持ちたちの自慢の種が、どれほどわずかしか残されていないかを、私は考えていた。
σχεδὸν γὰρ ὁ πολυπλεθρότατος αὐτῶν μίαν τῶν Ἐπικουρείων ἀτόμων ἐδόκει μοι γεωργεῖν.
というのも、彼らのうちで最も多くのプレトロンを持つ者でも、エピクロス派の原子の1個を耕しているように私には思えたからだ。
ἀποβλέψας δὲ δὴ καὶ ἐς τὴν Πελοπόννησον, εἶτα τὴν Κυνουρίαν γῆν ἰδὼν ἀνεμνήσθην περὶ ὅσου χωρίου, κατʼ οὐδὲν Αἰγυπτίου φακοῦ πλατυτέρου, τοσοῦτοι ἔπεσον Ἀργείων καὶ Λακεδαιμονίων μιᾶς ἡμέρας.
さらにペロポネソスに目を向け、それからキュヌリア地方を見て、エジプトのレンズ豆より全く広くもないこの場所のために、どれほど多くのアルゴス人とラケダイモン人が一日のうちに斃れたかを思い起こした。
καὶ μὴν εἴ τινα ἴδοιμι ἐπὶ χρυσῷ μέγα φρονοῦντα, ὅτι δακτυλίους τε εἶχεν ὀκτὼ καὶ φιάλας τέτταρας, πάνυ καὶ ἐπὶ τούτῳ ἂν ἐγέλων·
それに、もし誰かが、指輪を8個、浅盃を4個持っているという理由で金を自慢しているのを見たら、私はこれも徹底的に笑ってやっただろう。
τὸ γὰρ Πάγγαιον ὅλον αὐτοῖς μετάλλοις κεγχριαῖον ἦν τὸ μέγεθος.
パゲオン山全体が、鉱山も含めて、彼らにとってはキビの粒ほどの大きさだったのだから。
§19Ἕταιρος
ὦ μακάριε Μένιππε τῆς παραδόξου θέας.
対話者素晴らしい驚くべき光景だね、メニッポス。
αἱ δὲ δὴ πόλεις πρὸς Διὸς καὶ οἱ ἄνδρες αὐτοὶ πηλίκοι διεφαίνοντο ἄνωθεν;
しかし、ゼウスにかけて、都市や人間自身は、上空からどのように見えたのだね?
Μένιππος
οἶμαί σε πολλάκις ἤδη μυρμήκων ἀγορὰν ἑωρακέναι, τοὺς μὲν εἰλουμένους περὶ τὸ στόμα τοῦ φωλεοῦ κἀν τῷ μέσῳ πολιτευομένους, ἐνίους δʼ ἐξιόντας, ἑτέρους δὲ ἐπανιόντας αὖθις εἰς τὴν πόλιν·
メニッポス君も今までに、アリの群れを何度も見たことがあるだろう。 あるものは巣穴の入り口の周りに群がり、中央で社会生活を送り、あるものは外に出て行き、他のものは再び都市へと戻ってくる。
καὶ ὁ μέν τις τὴν κόπρον ἐκφέρει, ὁ δὲ ἁρπάσας ποθὲν ἢ κυάμου λέπος ἢ πυροῦ ἡμίτομον θεῖ φέρων.
そして、あるものは糞を運び出し、別のものはどこからか奪ってきた豆の皮や小麦の片割れを、走って運んでいる。
εἰκὸς δὲ εἶναι παρʼ αὐτοῖς κατὰ λόγον τοῦ μυρμήκων βίου καὶ οἰκοδόμους τινὰς καὶ δημαγωγοὺς καὶ πρυτάνεις καὶ μουσικοὺς καὶ φιλοσόφους.
そして彼らの間でも、アリの生活の比率に応じて、建築家や民衆指導者、民会役員、詩人、哲学者がいるのもありそうなことだ。
πλὴν αἵ γε πόλεις αὐτοῖς ἀνδράσι ταῖς μυρμηκιαῖς μάλιστα ἐῴκεσαν.
ともかく、都市は人間たちも含めて、アリの巣に非常によく似ていた。
εἰ δέ σοι μικρὸν δοκεῖ τὸ παράδειγμα, τὸ ἀνθρώπους εἰκάσαι τῇ μυρμήκων πολιτείᾳ, τοὺς παλαιοὺς μύθους ἐπίσκεψαι τῶν Θετταλῶν·
もし、人間をアリの国に例えるというこの比喩が、君にとって小さすぎると思われるなら、テッサリア人の古い神話を調べてみるがよい。
εὑρήσεις γὰρ τοὺς Μυρμιδόνας, τὸ μαχιμώτατον φῦλον, ἐκ μυρμήκων ἄνδρας γεγονότας.
最も戦闘的な部族であるミュルミドン人が、アリから人間になったことを見出すだろう。
ἐπειδὴ δʼ οὖν πάντα ἱκανῶς ἑώρατο καὶ κατεγεγέλαστό μοι, διασείσας ἐμαυτὸν ἀνεπτόμην
"δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. "
ともかく、すべてのものが十分に観察され、私に笑い尽くされた後、私は身を揺すって、飛び立った。 「盾持ちのゼウスの宮廷へと、他の神々の後に続いて。
§20Μένιππος
οὔπω στάδιον ἀνεληλύθειν καὶ ἡ Σελήνη γυναικείαν φωνὴν προϊεμένη,
Μένιππε,
φησίν,
οὕτως ὄναιο, διακόνησαί μοί τι πρὸς τὸν Δία.
」メニッポス私がまだ1スタディオンも登らないうちに、月が女性の声を発して、こう言った。 「メニッポス」と彼女は言う。 「お前の望みが叶いますように。 私のためにゼウスへちょっとした用事を果たしておくれ。
λέγοις ἄν,
ἦν δʼ ἐγώ·
」「おっしゃってください」と私は言った。
βαρὺ γὰρ οὐδέν, ἢν μή τι φέρειν δέῃ.
「運ぶ必要がないものなら、何一つ重荷ではありませんから。
πρεσβείαν,
ἔφη,
τινὰ οὐ χαλεπὴν καὶ δέησιν ἀπένεγκε παρʼ ἐμοῦ τῷ Διί·
」「さほど困難ではない、ある伝言と懇願を、私の代わりにゼウスへ届けておくれ」と彼女は言った。
ἀπείρηκα γὰρ ἤδη, Μένιππε, πολλὰ καὶ δεινὰ παρὰ τῶν φιλοσόφων ἀκούουσα, οἷς οὐδὲν ἕτερόν ἐστιν ἔργον ἢ τἀμὰ πολυπραγμονεῖν, τίς εἰμι καὶ πηλίκη, καὶ διʼ ἥντινα αἰτίαν διχότομος ἢ ἀμφίκυρτος γίγνομαι.
「というのも、メニッポスよ、私は哲学者たちから多くのひどいことを聞かされて、もうへとへとになっているのだ。 彼らは私のことについて詮索する以外にすることがない。 私が誰であり、どれほどの大きさで、どのような理由で半月や凸月になるのか、と。
καὶ οἱ μὲν κατοικεῖσθαί μέ φασιν, οἱ δὲ κατόπτρου δίκην ἐπικρέμασθαι τῇ θαλάττῃ, οἱ δὲ ὅ τι ἂν ἕκαστος ἐπινοήσῃ τοῦτό μοι προσάπτουσι.
そして、ある者は私が人が住んでいると言い、他の者は鏡のように海の上にぶら下がっていると言い、また他の者は自分の思いついたことを何でも私に押し付ける。
τὰ τελευταῖα δὲ καὶ τὸ φῶς αὐτὸ κλοπιμαῖόν τε καὶ νόθον εἶναί μοί φασιν ἄνωθεν ἧκον παρὰ τοῦ Ἡλίου, καὶ οὐ παύονται καὶ πρὸς τοῦτόν με ἀδελφὸν ὄντα συγκροῦσαι καὶ στασιάσαι προαιρούμενοι·
最近では、私の光自体が盗まれたものであり、上空の太陽からやってきた偽りのものであるとまで言い、私と私の兄弟である彼とを衝突させ、仲違いさせようと企んでやめようとしない。
οὐ γὰρ ἱκανὰ ἦν αὐτοῖς ἃ περὶ αὐτοῦ εἰρήκασι τοῦ Ἡλίου, λίθον αὐτὸν εἶναι καὶ μύδρον διάπυρον.
太陽自体について、彼らが『太陽は石であり、赤熱した鉄の塊である』と言ったことだけでも、彼らにとっては十分ではなかったかのようだ。 」