Humanitext Reader

琉善 · 伊卡洛美尼普斯或飞天人 §15-17

俯瞰尘世君王的恶行与人类的不谐

第 6 段,共 11 段 · 希腊语

内容简介

门尼普斯按照恩培多克勒的指示,仅用右眼俯瞰尘世,清晰地目睹了各国君主丑陋的弑杀与奸情,以及哲学家和寻常百姓滑稽的日常生活。他将这片混乱的景象比作合唱队七嘴八舌的杂噪,以此讽刺人类生活本质上的不和谐。

§15Μένιππος κἀπειδὴ τάχιστα ἐπτερυξάμην, αὐτίκα φῶς με πάμπολυ περιέλαμψε καὶ τὰ τέως λανθάνοντα πάντα διεφαίνετο·
门尼普斯我一扇动翅膀,立刻便有极大的光芒将我环绕照耀,此前一直隐藏着的所有事物都清晰地显露出来。
κατακύψας γοῦν ἐς τὴν γῆν ἑώρων σαφῶς τὰς πόλεις, τοὺς ἀνθρώπους, τὰ γιγνόμενα, καὶ οὐ τὰ ἐν ὑπαίθρῳ μόνον, ἀλλὰ καὶ ὁπόσα οἴκοι ἔπραττον οἰόμενοι λανθάνειν, Πτολεμαῖον μὲν συνόντα τῇ ἀδελφῇ, Λυσιμάχῳ δὲ τὸν υἱὸν ἐπιβουλεύοντα, τὸν Σελεύκου δὲ Ἀντίοχον Στρατονίκῃ διανεύοντα λάθρα τῇ μητρυιᾷ, τὸν δὲ Θετταλὸν Ἀλέξανδρον ὑπὸ τῆς γυναικὸς ἀναιρούμενον καὶ Ἀντίγονον μοιχεύοντα τοῦ υἱοῦ τὴν γυναῖκα καὶ Ἀττάλῳ τὸν υἱὸν ἐγχέοντα τὸ φάρμακον, ἑτέρωθι δʼ αὖ Ἀρσάκην φονεύοντα τὸ γύναιον καὶ τὸν εὐνοῦχον Ἀρβάκην ἕλκοντα τὸ ξίφος ἐπὶ τὸν Ἀρσάκην, Σπατῖνος δὲ ὁ Μῆδος ἐκ τοῦ συμποσίου πρὸς τῶν δορυφορούντων εἵλκετο ἔξω τοῦ ποδὸς σκύφῳ χρυσῷ τὴν ὀφρὺν κατηλοημένος.
总之,我向下俯瞰大地,看清了那些城市、人们和发生的事,不仅是户外的事,还有他们在家里以为瞒天过海而做的一切事:托勒密正与他的姐妹私通,赖辛科斯的儿子正对他密谋不轨,塞琉古的儿子安条克正悄悄对他的继母斯特拉托妮可暗送秋波,色萨利的亚历山大正被他的妻子杀害,安提柯正与他儿子的妻子通奸,儿子正为阿塔罗斯倒入毒药;在另一处,阿尔萨息正杀害他的妻子,而宦官阿尔巴息正对阿尔萨息拔剑,而美地亚人斯帕蒂内斯正被卫兵揪着脚从宴席上拖出去,他的眉骨已被一只金杯砸得粉碎。
ὅμοια δὲ τούτοις ἔν τε Λιβύῃ καὶ παρὰ Σκύθαις καὶ Θρᾳξὶ γινόμενα ἐν τοῖς βασιλείοις ἦν ὁρᾶν, μοιχεύοντας, φονεύοντας, ἐπιβουλεύοντας, ἁρπάζοντας, ἐπιορκοῦντας, δεδιότας, ὑπὸ τῶν οἰκειοτάτων προδιδομένους.
在利比亚、以及斯基泰人和色雷斯人那里的王宫中,也能看到类似的事情在发生——通奸、杀戮、密谋、掠夺、伪誓、恐惧,以及被最亲近的人背叛。
§16Μένιππος καὶ τὰ μὲν τῶν βασιλέων τοιαύτην παρέσχε μοι τὴν διατριβήν, τὰ δὲ τῶν ἰδιωτῶν πολὺ γελοιότερα·
门尼普斯如果说国王们的事务给我提供了这样的消遣,那么普通人的事务就滑稽得多了。
καὶ γὰρ αὖ κἀκείνους ἑώρων, Ἑρμόδωρον μὲν τὸν Ἐπικούρειον χιλίων ἕνεκα δραχμῶν ἐπιορκοῦντα, τὸν Στωϊκὸν δὲ Ἀγαθοκλέα περὶ μισθοῦ τῷ μαθητῇ δικαζόμενον, Κλεινίαν δὲ τὸν ῥήτορα ἐκ τοῦ Ἀσκληπιείου φιάλην ὑφαιρούμενον, τὸν δὲ Κυνικὸν Ἡρόφιλον ἐν τῷ χαμαιτυπείῳ καθεύδοντα.
因为我同样也看到了他们:享乐学派的赫尔莫多洛斯为了千个德拉克马而作伪誓,斯多葛学派的阿加托克利斯为了学费与弟子打官司,修辞学家克莱尼亚斯从阿斯克勒庇俄斯神庙里偷走浅盏,犬儒学派的赫罗菲洛斯在妓院里大睡。
τί γὰρ ἂν τοὺς ἄλλους λέγοιμι, τοὺς τοιχωρυχοῦντας, τοὺς δεκαζομένους, τοὺς δανείζοντας, τοὺς ἐπαιτοῦντας;
我何必再去说其他人呢,那些掘墙盗贼、行贿受贿之人、放高利贷者和乞讨者?
ὅλως γὰρ ποικίλη καὶ παντοδαπή τις ἦν ἡ θέα.
因为整个景象实在是五彩缤纷、千奇百怪。
Ἕταιρος καὶ μὴν καὶ ταῦτα, ὦ Μένιππε, καλῶς εἶχε λέγειν· ἔοικε γὰρ οὐ τὴν τυχοῦσαν τερπωλήν σοι παρεσχῆσθαι.
同伴确实,门尼普斯,把这些也说出来太好了;因为看来你得到了非同寻常的乐趣。
Μένιππος πάντα μὲν ἑξῆς διελθεῖν, ὦ φιλότης, ἀδύνατον, ὅπου γε καὶ ὁρᾶν αὐτὰ ἔργον ἦν·
门尼普斯我的朋友,要挨个细说是不可能的,毕竟单是看着它们就是一件难事。
τὰ μέντοι κεφάλαια τῶν πραγμάτων τοιαῦτα ἐφαίνετο οἷά φησιν Ὅμηρος τὰ ἐπὶ τῆς ἀσπίδος· οὗ μὲν γὰρ ἦσαν εἰλαπίναι καὶ γάμοι, ἑτέρωθι δὲ δικαστήρια καὶ ἐκκλησίαι, καθʼ ἕτερον δὲ μέρος ἔθυέ τις, ἐν γειτόνων δὲ πενθῶν ἄλλος ἐφαίνετο·
不过,这些事情的梗概看起来就像荷马所说的神盾上的图案一样:因为这里有宴会和婚礼,那里有法庭和集会,在另一部分有人在祭祀,而邻近处则显出另一个在哀悼。
καὶ ὅτε μὲν ἐς τὴν Γετικὴν ἀποβλέψαιμι, πολεμοῦντας ἂν ἑώρων τοὺς Γέτας· ὅτε δὲ μεταβαίην ἐπὶ τοὺς Σκύθας, πλανωμένους ἐπὶ τῶν ἁμαξῶν ἦν ἰδεῖν· μικρὸν δὲ ἐγκλίνας τὸν ὀφθαλμὸν ἐπὶ θάτερα τοὺς Αἰγυπτίους γεωργοῦντας ἐπέβλεπον, καὶ ὁ Φοῖνιξ ἐνεπορεύετο καὶ ὁ Κίλιξ ἐλῄστευεν καὶ ὁ Λάκων ἐμαστιγοῦτο καὶ ὁ Ἀθηναῖος ἐδικάζετο.
每当我眺望盖塔人之地,就会看到盖塔人在打仗;每当我转向斯基泰人,就能看见他们驾着大车四处漂泊;稍微把眼睛偏向另一侧,我就注视着埃及人在耕作,腓尼基人在经商,基利家人在劫掠,拉科尼亚人在受鞭刑,雅典人在打官司。
§17Μένιππος ἁπάντων δὲ τούτων ὑπὸ τὸν αὐτὸν γινομένων χρόνον ὥρα σοι ἤδη ἐπινοεῖν ὁποῖός τις ὁ κυκεὼν οὗτος ἐφαίνετο.
门尼普斯当所有这些事情在同一时间发生时,现在该由你来想象这是一种怎样的杂烩了。
ὥσπερ ἂν εἴ τις παραστησάμενος πολλοὺς χορευτάς, μᾶλλον δὲ πολλοὺς χορούς, ἔπειτα προστάξειε τῶν ᾀδόντων ἑκάστῳ τὴν συνῳδίαν ἀφέντα ἴδιον ᾄδειν μέλος, φιλοτιμουμένου δὲ ἑκάστου καὶ τὸ ἴδιον περαίνοντος καὶ τὸν πλησίον ὑπερβαλέσθαι τῇ μεγαλοφωνίᾳ προθυμουμένου — ἆρα ἐνθυμῇ πρὸς Διὸς οἵα γένοιτʼ ἂν ἡ ᾠδή;
就好像有人召集了许多舞者,或者更确切地说是许多合唱队,然后命令每个歌唱者放弃合唱,唱起自己独特的旋律,每个人都争强好胜,自顾自地唱,并渴望在嗓门上压倒邻座——凭宙斯起誓,你想想那会变成什么样的歌?
Ἕταιρος παντάπασιν, ὦ Μένιππε, παγγέλοιος καὶ τεταραγμένη.
同伴门尼普斯,绝对是极度滑稽且混乱不堪。
Μένιππος καὶ μήν, ὦ ἑταῖρε, τοιοῦτοι πάντες εἰσὶν οἱ ἐπὶ γῆς χορευταὶ κἀκ τοιαύτης ἀναρμοστίας ὁ τῶν ἀνθρώπων βίος συντέτακται, οὐ μόνον ἀπῳδὰ φθεγγομένων, ἀλλὰ καὶ ἀνομοίων τὰ σχήματα καὶ τἀναντία κινουμένων καὶ ταὐτὸν οὐδὲν ἐπινοούντων, ἄχρι ἂν αὐτῶν ἕκαστον ὁ χορηγὸς ἀπελάσῃ τῆς σκηνῆς οὐκέτι δεῖσθαι λέγων·
门尼普斯而事实上,我的朋友,地上所有的舞者(人类)都是这样的,而人类的生活就是由这样一种不和谐所组成的。 他们不仅发出不协调的声响,而且身形各异,向相反的方向运动,没有任何共同的心思,直到合唱班主(剧场经理)把他们每个人赶出舞台,说不再需要他们。
τοὐντεῦθεν δὲ ὅμοιοι πάντες ἤδη σιωπῶντες, οὐκέτι τὴν συμμιγῆ καὶ ἄτακτον ἐκείνην ᾠδὴν ἀπᾴδοντες.
此后,所有人便都同样沉默了,不再跑调地唱起那首混杂而无序的歌。
ἀλλʼ ἐν αὐτῷ γε ποικίλῳ καὶ πολυειδεῖ τῷ θεάτρῳ πάντα μὲν γελοῖα δήπουθεν ἦν τὰ γινόμενα.
但在那个极其丰富多彩的剧场里,所发生的一切确实都是滑稽的。

词汇与语法注释

  1. p.v.2.p.294ὅμοια δὲ τούτοις ἔν τε Λιβύῃ ... ἦν ὁρᾶν, μοιχεύοντας, φονεύοντας... — 紧跟在 ἦν ὁρᾶν(能看见)之后的宾格分词群(如 μοιχεύοντας 等)修饰了语境中被省略的宾格主语/宾语“他们”(指代国王或人们),而不是与前面的与格 τούτοις 保持格的一致。
  2. p.v.2.p.296ὅτε μὲν ἐς τὴν Γετικὴν ἀποβλέψαιμι, πολεμοῦντας ἂν ἑώρων τοὺς Γέτας· — 时间状语从句中的过去反复希求法(ἀποβλέψαιμι)与主句中 ἂν 连用未完成过去直陈式(ἑώρων)的组合,是表示过去重复动作(“每当我……的时候,我总会看到……”)的典型句式。
  3. p.v.2.p.298ὥσπερ ἂν εἴ τις ... προστάξειε ... ἆρα ἐνθυμῇ πρὸς Διὸς οἵα γένοιτʼ ἂν ἡ ᾠδή; — 短语 ὥσπερ ἂν εἴ τις 引导一个带有希求法(προστάξειε)的假设比较句(“就像如果有人……”),并在句末与潜在希求法 γένοιτʼ ἂν 相呼应,生动地描绘了一个虚拟或极不可能发生的场景。

引用这一段

琉善, 伊卡洛美尼普斯或飞天人 §15-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:15-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。