§14Προμηθεύς
ὅτι δὲ καὶ χρήσιμα ταῦτα γεγένηται τοῖς θεοῖς, οὕτως ἂν μάθοις, εἰ ἐπιβλέψειας ἅπασαν τὴν γῆν οὐκέτʼ αὐχμηρὰν καὶ ἀκαλλῆ οὖσαν, ἀλλὰ πόλεσι καὶ γεωργίαις καὶ φυτοῖς ἡμέροις διακεκοσμημένην καὶ τὴν θάλατταν πλεομένην καὶ τὰς νήσους κατοικουμένας, ἁπανταχοῦ δὲ βωμοὺς καὶ θυσίας καὶ ναοὺς καὶ πανηγύρεις·
プロメテウス:このことが神々にとっても有益であったということは、お前が地の上全体を見渡してみればわかるだろう。 地はもはや荒涼として見苦しいものではなく、都市や農耕、栽培された植物によって美しく飾られ、海には船が往来し、島々には人が住み、至る所に祭壇や犠牲式、神殿や祝祭がある。
μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί.
そしてすべての道はゼウスに満ち、すべての人の広場も満ちている。
καὶ γὰρ εἰ μὲν ἐμαυτῷ μόνῳ κτῆμα τοῦτο ἐπλασάμην, ἐπλεονέκτουν ἂν ἴσως, νυνὶ δὲ εἰς τὸ κοινὸν φέρων κατέθηκα ὑμῖν αὐτοῖς·
実際、もし私がこの所有物を自分一人のために作り出したのであれば、私は不当に多くを得ていたかもしれない。 だが今や、私はそれを共同の財産としてお前たち自身に差し出したのだ。
μᾶλλον δὲ Διὸς μὲν καὶ Ἀπόλλωνος καὶ Ἥρας καὶ σοῦ δέ, ὦ Ἑρμῆ, νεὼς ἰδεῖν ἁπανταχοῦ ἐστι, Προμηθέως δὲ οὐδαμοῦ.
それどころか、ゼウスやアポロン、ヘラ、そしてヘルメスよ、お前自身の神殿さえも至る所で目にすることができるのに、プロメテウスの神殿はどこにもない。
ὁρᾷς ὅπως τὰ ἐμαυτοῦ μόνα σκοπῶ, τὰ κοινὰ δὲ καταπροδίδωμι καὶ ἐλάττω ποιῶ;
お前には、私が自分自身の利益だけを考え、公共の利益を裏切って損ねているように見えるのか。
§15Προμηθεύς
ἔτι δέ μοι, ὦ Ἑρμῆ, καὶ τόδε ἐννόησον, εἴ τι σοι δοκεῖ ἀγαθὸν ἀμάρτυρον, οἷον κτῆμα ἢ ποίημα ὃ μηδεὶς ὄψεται μηδὲ ἐπαινέσεται, ὁμοίως ἡδὺ καὶ τερπνὸν ἔσεσθαι τῷ ἔχοντι.
プロメテウス:さらに、ヘルメスよ、このことも考えてみるがよい。 目撃者のいない善きもの、たとえば誰も目にせず、誰も称賛しないような所有物や作品が、それを持つ者にとって、同じように快く楽しいものになり得ると思うかね。
πρὸς δὴ τί τοῦτʼ ἔφην; ὅτι μὴ γενομένων τῶν ἀνθρώπων ἀμάρτυρον συνέβαινε τὸ κάλλος εἶναι τῶν ὅλων, καὶ πλοῦτόν τινα πλουτήσειν ἐμέλλομεν οὔτε ὑπʼ ἄλλου τινὸς θαυμασθησόμενον οὔτε ἡμῖν αὐτοῖς ὁμοίως τίμιον·
私がなぜこのようなことを言ったかといえば、もし人間が生まれなかったならば、万物の美しさは目撃者を欠くことになり、我々は他者から称賛されることもなく、我々自身にとっても同じようには価値のない富を豊かに持つことになっただろうからだ。
οὐδὲ γὰρ ἂν εἴχομεν πρὸς ὅ τι ἔλαττον παραθεωρῶμεν αὐτόν, οὐδʼ ἂν συνίεμεν ἡλίκα εὐδαιμονοῦμεν οὐχ ὁρῶντες ἀμοίρους τῶν ἡμετέρων τινάς·
というのも、我々はその富を比較してそれより劣るものを持たなかったであろうし、我々が享受しているものにあずかっていない人々を目にしなければ、自分たちがどれほど幸福であるかも理解しなかっただろうからだ。
οὕτω γὰρ δὴ καὶ τὸ μέγα δόξειεν ἂν μέγα, εἰ τῷ μικρῷ παραμετροῖτο.
実際、大きいものも小さいものと比較されて初めて、大きいと思われるものなのだ。
ὑμεῖς δέ, τιμᾶν ἐπὶ τῷ πολιτεύματι τούτῳ δέον, ἀνεσταυρώκατέ με καὶ ταύτην μοι τὴν ἀμοιβὴν ἀποδεδώκατε τοῦ βουλεύματος.
それなのに、お前たちはこの善政に対して私を讃えるべきところを、磔にし、私のこの計画に対してこのような報酬を返したのだ。
§16Προμηθεύς
ἀλλὰ κακοῦργοί τινες, φής, ἐν αὐτοῖς καὶ μοιχεύουσι καὶ πολεμοῦσι καὶ ἀδελφὰς γαμοῦσι καὶ πατράσιν ἐπιβουλεύουσι.
プロメテウス:しかし、彼らの中には悪人もいて、不義密通を働き、戦争をし、姉妹と結婚し、父親に対して陰謀を企てている、とお前は言う。
παρʼ ἡμῖν γὰρ οὐχὶ πολλὴ τούτων ἀφθονία;
だが、我々の間にもそうしたことが少なからず溢れているではないか。
καὶ οὐ δήπου διὰ τοῦτο αἰτιάσαιτʼ ἄν τις τὸν Οὐρανὸν καὶ τὴν Γῆν, ὅτι ἡμᾶς συνεστήσαντο.
だからといって、ウラノスとガイアが我々を組織したという理由で、誰かが彼らを非難することなど決してないだろう。
ἔτι καὶ τοῦτο ἴσως φαίης ἄν, ὅτι ἀνάγκη πολλὰ ἡμᾶς ἔχειν πράγματα ἐπιμελουμένους αὐτῶν.
またお前は、彼らの世話をすることで、我々が多くの厄介事を抱え込まねばならない、と言うかもしれない。
οὐκοῦν διά γε τοῦτο καὶ ὁ νομεὺς ἀχθέσθω ἐπὶ τῷ ἔχειν τὴν ἀγέλην, διότι ἀναγκαῖον αὐτῷ ἐπιμελεῖσθαι αὐτῆς.
それなら、羊飼いもまた、群れを持っていること、そしてその世話をすることが必要であるという理由で不平を言うがよい。
καίτοι τό γε ἐργῶδες τοῦτο καὶ ἡδύ·
しかし、この骨の折れる仕事こそが楽しいのだ。
ἄλλως καὶ ἡ φροντὶς οὐκ ἀτερπὴς ἔχουσά τινα διατριβήν.
それに、その配慮は退屈しのぎにもなり、不愉快なものではない。
ἢ τί γὰρ ἂν ἐπράττομεν οὐκ ἔχοντες ὧν προνοοῦμεν τούτων;
さもなければ、我々が配慮すべきこれらのものを持たずに、いったい何をしていたというのか。
ἠργοῦμεν ἂν καὶ τὸ νέκταρ ἐπίνομεν καὶ τῆς ἀμβροσίας ἐνεφορούμεθα οὐδὲν ποιοῦντες.
我々は何もせずに、怠惰に過ごし、ネクタルを飲み、アンブロシアを飽きるほど食べていたことだろう。
§17Προμηθεύς
ὃ δὲ μάλιστά με πνίγει τοῦτʼ ἐστίν, ὅτι μεμφόμενοι τὴν ἀνθρωποποιίαν καὶ μάλιστά γε τὰς γυναῖκας ὅμως ἐρᾶτε αὐτῶν καὶ οὐ διαλείπετε κατιόντες, ἄρτι μὲν ταῦροι, ἄρτι δὲ σάτυροι καὶ κύκνοι γενόμενοι, καὶ θεοὺς ἐξ αὐτῶν ποιεῖσθαι ἀξιοῦτε.
プロメテウス:私が最も腹立たしく思うのは、人間を創ったこと、とりわけ女たちを創ったことを非難しながらも、お前たちが彼女らを愛し、ある時は牡牛、ある時はサテュロスや白鳥となって絶えず地上に降りて行き、彼女らとの間にできた者を神にすることさえ求めていることだ。
ἀλλʼ ἐχρῆν μέν, ἴσως φήσεις, ἀναπεπλάσθαι τοὺς ἀνθρώπους, ἄλλον δέ τινα τρόπον, ἀλλὰ μὴ ἡμῖν ἐοικότας·
だが、人間は創られるべきであったとしても、我々に似た姿ではなく、別の方法で創られるべきであったとお前は言うかもしれない。
καὶ τί ἂν ἄλλο παράδειγμα τούτου ἄμεινον προεστησάμην, ὃ πάντως καλὸν ἠπιστάμην;
しかし、私が完全に美しいと知っていたもの以外に、どのような優れた手本をこれのために提示できたというのか。
ἢ ἀσύνετον καὶ θηριῶδες ἔδει καὶ ἄγριον ἀπεργάσασθαι τὸ ζῷον;
それとも、理知がなく、野獣のようで狂暴な生き物にするべきだったのか。
καὶ πῶς ἂν ἢ θεοῖς ἔθυσαν ἢ τὰς ἄλλας ὑμῖν τιμὰς ἀπένειμαν οὐχὶ τοιοῦτοι γενόμενοι;
もしそのような姿で生まれたとしたら、彼らはいかにして神々に犠牲を捧げ、その他の名誉をお前たちに与えただろうか。
ἀλλὰ ὑμεῖς, ὅταν μὲν ὑμῖν τὰς ἑκατόμβας προσάγωσιν, οὐκ ὀκνεῖτε, κἂν ἐπὶ τὸν Ὠκεανὸν ἐλθεῖν δέῃ
μετʼ ἀμύμονας Αἰθιοπῆας·
ところが、お前たちは百牛の犠牲を捧げられるときには躊躇せず、たとえオケアノスまで、非の打ちどころなきアイティオピア人たちのもとへ行く必要があろうとも出かけていくのだ。
τὸν δὲ τῶν τιμῶν ὑμῖν καὶ τῶν θυσιῶν αἴτιον ἀνεσταυρώκατε.
それなのに、お前たちに名誉と犠牲をもたらした張本人を、お前たちは磔にしたのだ。
περὶ μὲν οὖν τῶν ἀνθρώπων καὶ ταῦτα ἱκανά.
人間に関する事柄については、これで十分であろう。