Humanitext Reader

琉善 · 普罗米修斯 §14-17

人类繁荣给诸神带来的益处与乐趣

第 4 段,共 5 段 · 希腊语

内容简介

普罗米修斯阐明人类给大地带来的繁荣对神灵大有裨益,指出人类的存在、他们美丽的形象,乃至因照料人类而产生的麻烦,都给神灵的生活带来了乐趣和意义。

§14Προμηθεύς ὅτι δὲ καὶ χρήσιμα ταῦτα γεγένηται τοῖς θεοῖς, οὕτως ἂν μάθοις, εἰ ἐπιβλέψειας ἅπασαν τὴν γῆν οὐκέτʼ αὐχμηρὰν καὶ ἀκαλλῆ οὖσαν, ἀλλὰ πόλεσι καὶ γεωργίαις καὶ φυτοῖς ἡμέροις διακεκοσμημένην καὶ τὴν θάλατταν πλεομένην καὶ τὰς νήσους κατοικουμένας, ἁπανταχοῦ δὲ βωμοὺς καὶ θυσίας καὶ ναοὺς καὶ πανηγύρεις· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί.
普罗米修斯:至于这神灵也是有益的,你只要看看整个大地就可以明白:它不再荒凉和丑陋,而是被城市、农田和温和的植物所装点,海洋上有船只航行,岛屿上有人居住,到处都是祭坛、牺牲、神殿和节日;所有的街道都充满了宙斯,所有的集市也都充满了人。
καὶ γὰρ εἰ μὲν ἐμαυτῷ μόνῳ κτῆμα τοῦτο ἐπλασάμην, ἐπλεονέκτουν ἂν ἴσως, νυνὶ δὲ εἰς τὸ κοινὸν φέρων κατέθηκα ὑμῖν αὐτοῖς·
确实,如果我只是为自己一个人创造了这份财产,那我或许是贪婪的;但现在,我是把它带出来,作为公共财产交给了你们自己。
μᾶλλον δὲ Διὸς μὲν καὶ Ἀπόλλωνος καὶ Ἥρας καὶ σοῦ δέ, ὦ Ἑρμῆ, νεὼς ἰδεῖν ἁπανταχοῦ ἐστι, Προμηθέως δὲ οὐδαμοῦ.
相反,宙斯、阿波罗、赫拉以及你,赫耳墨斯,你们的神殿到处可见,而普罗米修斯的神殿却无处寻觅。
ὁρᾷς ὅπως τὰ ἐμαυτοῦ μόνα σκοπῶ, τὰ κοινὰ δὲ καταπροδίδωμι καὶ ἐλάττω ποιῶ;
你难道看出我只顾自己、背叛并削弱了公共利益吗?
§15Προμηθεύς ἔτι δέ μοι, ὦ Ἑρμῆ, καὶ τόδε ἐννόησον, εἴ τι σοι δοκεῖ ἀγαθὸν ἀμάρτυρον, οἷον κτῆμα ἢ ποίημα ὃ μηδεὶς ὄψεται μηδὲ ἐπαινέσεται, ὁμοίως ἡδὺ καὶ τερπνὸν ἔσεσθαι τῷ ἔχοντι.
普罗米修斯:赫耳墨斯,你再替我思考一下这个问题:如果一个好东西没有见证人——比如一件没有任何人能看到或赞美财产或作品——那么它对于拥有者来说,是否同样甜蜜和令人愉快?
πρὸς δὴ τί τοῦτʼ ἔφην;
我为什么说这个呢?
ὅτι μὴ γενομένων τῶν ἀνθρώπων ἀμάρτυρον συνέβαινε τὸ κάλλος εἶναι τῶν ὅλων, καὶ πλοῦτόν τινα πλουτήσειν ἐμέλλομεν οὔτε ὑπʼ ἄλλου τινὸς θαυμασθησόμενον οὔτε ἡμῖν αὐτοῖς ὁμοίως τίμιον·
因为如果人类没有被创造出来,万物的美丽就将没有见证人,而我们将拥有某种既不被别人赞叹、对我们自己也同样没有价值的财富。
οὐδὲ γὰρ ἂν εἴχομεν πρὸς ὅ τι ἔλαττον παραθεωρῶμεν αὐτόν, οὐδʼ ἂν συνίεμεν ἡλίκα εὐδαιμονοῦμεν οὐχ ὁρῶντες ἀμοίρους τῶν ἡμετέρων τινάς·
因为我们甚至没有更小的东西来与它进行对比,如果不看到有人无法分享我们的福分,我们就不会明白自己有多么幸福。
οὕτω γὰρ δὴ καὶ τὸ μέγα δόξειεν ἂν μέγα, εἰ τῷ μικρῷ παραμετροῖτο.
因为只有在与小事物进行对比时,大事物才显得大。
ὑμεῖς δέ, τιμᾶν ἐπὶ τῷ πολιτεύματι τούτῳ δέον, ἀνεσταυρώκατέ με καὶ ταύτην μοι τὴν ἀμοιβὴν ἀποδεδώκατε τοῦ βουλεύματος.
而你们,本该为这件善政而尊崇我,却把我钉在十字架上,用这作为对我这一计划的报答。
§16Προμηθεύς ἀλλὰ κακοῦργοί τινες, φής, ἐν αὐτοῖς καὶ μοιχεύουσι καὶ πολεμοῦσι καὶ ἀδελφὰς γαμοῦσι καὶ πατράσιν ἐπιβουλεύουσι.
普罗米修斯:但是,你说,他们中间也有一些作恶的人,他们通奸、打仗、娶姐妹为妻、合谋对付父亲。
παρʼ ἡμῖν γὰρ οὐχὶ πολλὴ τούτων ἀφθονία;
难道在我们中间,这些事情还不够多吗?
καὶ οὐ δήπου διὰ τοῦτο αἰτιάσαιτʼ ἄν τις τὸν Οὐρανὸν καὶ τὴν Γῆν, ὅτι ἡμᾶς συνεστήσαντο.
但绝不会有人因此而怪罪乌拉诺斯和盖亚,因为他们创造了我们。
ἔτι καὶ τοῦτο ἴσως φαίης ἄν, ὅτι ἀνάγκη πολλὰ ἡμᾶς ἔχειν πράγματα ἐπιμελουμένους αὐτῶν.
而且你可能还会说,因为要照料他们,我们必须承担许多麻烦。
οὐκοῦν διά γε τοῦτο καὶ ὁ νομεὺς ἀχθέσθω ἐπὶ τῷ ἔχειν τὴν ἀγέλην, διότι ἀναγκαῖον αὐτῷ ἐπιμελεῖσθαι αὐτῆς.
那么,难道牧羊人也该因为要照料羊群,就为拥有羊群而感到恼火吗?
καίτοι τό γε ἐργῶδες τοῦτο καὶ ἡδύ· ἄλλως καὶ ἡ φροντὶς οὐκ ἀτερπὴς ἔχουσά τινα διατριβήν.
然而,这种辛劳本身也是令人愉快的;况且这种照料并非没有乐趣,它提供了一种消遣。
ἢ τί γὰρ ἂν ἐπράττομεν οὐκ ἔχοντες ὧν προνοοῦμεν τούτων;
否则,如果我们没有这些需要照料的对象,我们又该做什么呢?
ἠργοῦμεν ἂν καὶ τὸ νέκταρ ἐπίνομεν καὶ τῆς ἀμβροσίας ἐνεφορούμεθα οὐδὲν ποιοῦντες.
我们将会无所事事,喝着神酒,饱食神粮,什么也不做。
§17Προμηθεύς ὃ δὲ μάλιστά με πνίγει τοῦτʼ ἐστίν, ὅτι μεμφόμενοι τὴν ἀνθρωποποιίαν καὶ μάλιστά γε τὰς γυναῖκας ὅμως ἐρᾶτε αὐτῶν καὶ οὐ διαλείπετε κατιόντες, ἄρτι μὲν ταῦροι, ἄρτι δὲ σάτυροι καὶ κύκνοι γενόμενοι, καὶ θεοὺς ἐξ αὐτῶν ποιεῖσθαι ἀξιοῦτε.
普罗米修斯:最让我感到气愤的是,你们虽然指责创造人类、尤其是指责创造女人,但你们却依然爱她们,不间断地降临凡间,时而化作公牛,时而化作萨堤尔和天鹅,甚至还要求把她们所生的孩子提升为神。
ἀλλʼ ἐχρῆν μέν, ἴσως φήσεις, ἀναπεπλάσθαι τοὺς ἀνθρώπους, ἄλλον δέ τινα τρόπον, ἀλλὰ μὴ ἡμῖν ἐοικότας·
但是,你也许会说,人类确实应该被塑造,但应该以别的方式,而不是像我们一样。
καὶ τί ἂν ἄλλο παράδειγμα τούτου ἄμεινον προεστησάμην, ὃ πάντως καλὸν ἠπιστάμην;
然而,除了这个我深知绝对美丽的形象,我还能把什么其他更好的典范摆在面前呢?
ἢ ἀσύνετον καὶ θηριῶδες ἔδει καὶ ἄγριον ἀπεργάσασθαι τὸ ζῷον;
难道我应该把这个生物做成没有理智、像野兽般凶猛的东西吗?
καὶ πῶς ἂν ἢ θεοῖς ἔθυσαν ἢ τὰς ἄλλας ὑμῖν τιμὰς ἀπένειμαν οὐχὶ τοιοῦτοι γενόμενοι;
如果他们不是这样,他们又怎么能向神灵献祭或向你们致敬呢?
ἀλλὰ ὑμεῖς, ὅταν μὲν ὑμῖν τὰς ἑκατόμβας προσάγωσιν, οὐκ ὀκνεῖτε, κἂν ἐπὶ τὸν Ὠκεανὸν ἐλθεῖν δέῃ μετʼ ἀμύμονας Αἰθιοπῆας· τὸν δὲ τῶν τιμῶν ὑμῖν καὶ τῶν θυσιῶν αἴτιον ἀνεσταυρώκατε.
然而,当他们向你们献上百牛大祭时,你们却毫不迟疑,即使要前往大洋之滨,与完美的埃塞俄比亚人在一起;而那个带给你们荣誉和祭祀的创造者,你们却把他钉在十字架上。
περὶ μὲν οὖν τῶν ἀνθρώπων καὶ ταῦτα ἱκανά.
关于人类的事,这些已经足够了。

词汇与语法注释

  1. §14μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί — 借用了阿拉托斯《天象诗》(Phaenomena)开头(第2-3行)的著名诗句。路基阿诺斯巧妙地将诗歌引用融入散文,以此表现因人类活动而充满生机的世界如何充满了神圣的秩序。
  2. §15ἔσεσθαι — 不定式 `ἔσεσθαι` 作为主句动词 `δοκεῖ` 的宾语补足语(代格不定式结构),其逻辑主语为 `τι ... ἀγαθὸν ἀμάρτυρον`(或同位语 `κτῆμα ἢ ποίημα ...`)。它构成了疑问句:“你是否认为任何没有见证人的美好事物……对于其拥有者来说会是同样甜蜜和令人愉快的?”
  3. §16ἠργοῦμεν ἂν καὶ τὸ νέκταρ ἐπίνομεν καὶ τῆς ἀμβροσίας ἐνεφορούμεθα οὐδὲν ποιοῦντες — 伴有表示条件的分词 `οὐκ ἔχοντες`(= `εἰ μὴ εἴχομεν`,“如果我们没有”)的虚拟语气(`ἄν` 配合直说过去未完成时:`ἠργοῦμεν`, `ἐπίνομεν`, `ἐνεφορούμεθα`)的主句。幽默地描绘了如果神灵没有人类可以照料,他们将处于何等极端的无聊与怠惰之中。
  4. §17μετʼ ἀμύμονας Αἰθιοπῆας — 直接引用自荷马《伊利亚特》第一卷第423行。用于讽刺神灵为了享受牺牲宴会而前往纯洁的埃塞俄比亚人那里的神话传统。

引用这一段

琉善, 普罗米修斯 §14-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg020.humanitext-grc2:14-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。