§18Προμηθεύς
ἤδη δὲ καὶ ἐπὶ τὸ πῦρ, εἰ δοκεῖ, μέτειμι καὶ τὴν ἐπονείδιστον ταύτην κλοπήν.
プロメテウスさらに今や、よろしければ、火のこと、そしてあの非難されるべき盗みへと移りましょう。
καὶ πρὸς θεῶν τοῦτό μοι ἀπόκριναι μηδὲν ὀκνήσας·
そして神々に誓って、何ら躊躇することなく私にこれに答えてほしい。
ἔσθʼ ὅ τι ἡμεῖς τοῦ πυρὸς ἀπολωλέκαμεν, ἐξ οὗ καὶ παρʼ ἀνθρώποις ἐστίν;
火が人間のもとにもあるようになって以来、我々がその火のことで何かを失っただろうか。
οὐκ ἂν εἴποις.
お前はそうは言えないだろう。
αὕτη γάρ, οἶμαι, φύσις τουτουὶ τοῦ κτήματος, οὐδέν τι ἔλαττον γίγνεται, εἰ καί τις ἄλλος αὐτοῦ μεταλάβοι·
なぜなら、私の思うに、この所有物の性質とは、たとえ他の誰かがそれにあずかったとしても、いささかも減少しないということだからだ。
οὐ γὰρ ἀποσβέννυται ἐναυσαμένου τινός·
実際、誰かがそこから火を点けたとしても、火が消えてしまうわけではないのだから。
φθόνος δὲ δὴ ἄντικρυς τὸ τοιοῦτο, ἀφʼ ὧν μηδὲν ὑμεῖς ἠδίκησθε, τούτων κωλύειν μεταδιδόναι τοῖς δεομένοις.
お前たちが何ら害を被っていないものについて、それを必要としている者たちに分け与えるのを阻むとは、まさに露骨な妬みだ。
καίτοι θεούς γε ὄντας ἀγαθοὺς εἶναι χρὴ καὶ
δωτῆρας ἑάων
καὶ ἔξω φθόνου παντὸς ἑστάναι·
けれども、神々である以上、善き者であり、「善きものの与え手」であり、あらゆる妬みから超然としているべきである。
ὅπου γε καὶ εἰ τὸ πᾶν τοῦτο πῦρ ὑφελόμενος κατεκόμισα ἐς τὴν γῆν μηδʼ ὅλως τι αὐτοῦ καταλιπών, οὐ μεγάλα ὑμᾶς ἠδίκουν·
実際、もし私がこの火をすべて盗み出して地上に持ち去り、その一部をも全く残さなかったとしても、私はお前たちに大きな害を与えたわけではないだろう。
οὐδὲν γὰρ ὑμεῖς δεῖσθε αὐτοῦ μήτε ῥιγοῦντες μήτε ἕψοντες τὴν ἀμβροσίαν μήτε φωτὸς ἐπιτεχνητοῦ δεόμενοι.
なぜなら、お前たちは寒さに凍えることもなく、アンブロシアを煮ることもなく、人工の光を必要とすることもないので、火をまったく必要としないからだ。
§19Προμηθεύς
οἱ δὲ ἄνθρωποι καὶ εἰς τὰ ἄλλα μὲν ἀναγκαίῳ χρῶνται τῷ πυρί, μάλιστα δὲ ἐς τὰς θυσίας, ὅπως ἔχοιεν κνισᾶν τὰς ἀγυιὰς καὶ τοῦ λιβανωτοῦ θυμιᾶν καὶ τὰ μηρία καίειν ἐπὶ τῶν βωμῶν.
プロメテウス一方、人間は他のことのためにも火を不可欠なものとして用いるが、とりわけ犠牲式のために用い、それによって通りを脂香で満たし、乳香を燻らせ、祭壇の上で腿の骨を焼くことができる。
ὁρῶ δέ γε ὑμᾶς μάλιστα χαίροντας τῷ καπνῷ καὶ τὴν εὐωχίαν ταύτην ἡδίστην οἰομένους, ὁπόταν εἰς τὸν οὐρανὸν ἡ κνῖσα παραγένηται
ἑλισσομένη περὶ καπνῷ.
そして私はお前たちがその煙を最も喜び、脂香が「煙をまとって渦巻きながら」天へと届くとき、この饗宴を最も甘美なものと考えているのを見ている。
ἐναντιωτάτη τοίνυν ἡ μέμψις αὕτη ἂν γένοιτο τῇ ὑμετέρᾳ ἐπιθυμίᾳ.
したがって、この非難はお前たちの欲望と全く矛盾するものとなるだろう。
θαυμάζω δὲ ὅπως οὐχὶ καὶ τὸν ἥλιον κεκωλύκατε καταλάμπειν αὐτούς·
しかし私は、お前たちがなぜ彼らを照らす太陽をも禁じなかったのか不思議に思う。
καίτοι πῦρ καὶ οὗτός ἐστι πολὺ θειότερόν τε καὶ πυρωδέστερον.
太陽もまた、はるかに神聖で燃え盛る火であるというのに。
ἢ κἀκεῖνον αἰτιᾶσθε ὡς σπαθῶντα ὑμῶν τὸ κτῆμα;
それとも、太陽をも、お前たちの所有物を浪費しているとして非難するのか。
εἴρηκα.
私の言うことは以上だ。
σφὼ δέ, ὦ Ἑρμῆ καὶ Ἥφαιστε, εἴ τι μὴ καλῶς εἰρῆσθαι δοκεῖ, διευθύνετε καὶ ἐξελέγχετε, κἀγὼ αὖθις ἀπολογήσομαι.
ヘルメスよ、そしてヘパイストスよ、もし何か適切に語られていないと思われることがあれば、お前たち二人で正し、論破するがよい。 そうすれば私は再び弁明しよう。
§20Ἑρμῆς
οὐ ῥᾴδιον, ὦ Προμηθεῦ, πρὸς οὕτω γενναῖον σοφιστὴν ἁμιλλᾶσθαι·
ヘルメスプロメテウスよ、これほど見事なソフィストと競うのは容易なことではない。
πλὴν ἀλλὰ ὤνησο, διότι μὴ καὶ ὁ Ζεὺς ταῦτα ἐπήκουσέ σου·
しかし、ゼウスがこのお前の言葉を聞かなかったのは、お前にとって幸いなことだった。
εὖ γὰρ οἶδα, ἑκκαίδεκα γῦπας ἂν ἐπέστησέ σοι τὰ ἔγκατα ἐξαιρήσοντας·
なぜなら、もし聞いていたなら、お前の内臓をえぐり出させるために、16羽の禿鷹を差し向けたに違いないと私はよく知っているからだ。
οὕτω δεινῶς αὐτοῦ κατηγόρηκας ἀπολογεῖσθαι δοκῶν.
お前は弁明しているように見えながら、これほど激しく彼を告発したのだから。
ἐκεῖνο δέ γε θαυμάζω, ὅπως μάντις ὢν οὐ προεγίγνωσκες ἐπὶ τούτοις κολασθησόμενος.
しかし、私が驚くのは、予言者でありながら、これらのことのために自分が罰せられることをあらかじめ知らなかったのかということだ。
Προμηθεύς
ἠπιστάμην, ὦ Ἑρμῆ, καὶ ταῦτα μὲν καὶ ὅτι ἀπολυθήσομαι αὖθις οἶδα, καὶ ἤδη γέ τις ἐκ Θηβῶν ἀφίξεται σὸς ἀδελφὸς οὐκ εἰς μακρὰν κατατοξεύσων ὃν φὴς ἐπιπτήσεσθαί μοι τὸν ἀετόν.
プロメテウスヘルメスよ、私はそれも知っていたし、再び解放されることも知っている。 そして間もなく、テバイからお前の兄弟である者がやって来て、お前が私のもとに飛んでくると言うあの鷲を射落とすだろう。
Ἑρμῆς
εἰ γὰρ γένοιτο, ὦ Προμηθεῦ, ταῦτα καὶ ἐπίδοιμί σε λελυμένον, κοινῇ σὺν ἡμῖν εὐωχούμενον, οὐ μέντοι καὶ κρεανομοῦντά γε.
ヘルメスプロメテウスよ、願わくばそのようになり、お前が解放されて我々と一緒に饗宴を楽しんでいるのを見たいものだ。 ただし、肉を分配する役目はなしでだがね。
§21Προμηθεύς
θάρρει·
プロメテウス安心しろ。
καὶ συνευωχήσομαι ὑμῖν καὶ ὁ Ζεὺς λύσει με οὐκ ἀντὶ μικρᾶς εὐεργεσίας.
私はお前たちと一緒に饗宴を楽しむし、ゼウスも小さな恩義の代わりに私を解放するわけではないのだから。
Ἑρμῆς
τίνος ταύτης;
ヘルメスそれはどのような恩義かね。
μὴ γὰρ ὀκνήσῃς εἰπεῖν.
躊躇わずに言ってくれ。
Προμηθεύς
οἶσθα, ὦ Ἑρμῆ, τὴν Θέτιν;
プロメテウスヘルメスよ、お前はテティスを知っているか。
ἀλλʼ οὐ χρὴ λέγειν·
いや、言うべきではない。
φυλάττειν γὰρ ἄμεινον τὸ ἀπόρρητον, ὡς μισθὸς εἴη καὶ λύτρα μοι ἀντὶ τῆς καταδίκης.
秘密を守る方が良いのだ。 それが私の判決に対する報酬となり、身代金となるように。
Ἑρμῆς
ἀλλὰ φύλαττε, ὦ Τιτάν, εἰ τοῦτʼ ἄμεινον.
ヘルメスティタンよ、もしそれが良いのなら、守っておくがよい。
ἡμεῖς δὲ ἀπίωμεν, ὦ Ἥφαιστε·
ヘパイストスよ、我々は立ち去ろう。
καὶ γὰρ ἤδη πλησίον οὑτοσὶ ὁ ἀετός.
あの鷲がすでに近くに来ているのだから。
ὑπόμενε οὖν καρτερῶς·
それゆえ、辛抱強く耐えるのだ。
εἴη δέ γε ἤδη σοι τὸν Θηβαῖον ὃν φὴς τοξότην ἐπιφανῆναι, ὡς παύσειέ σε ἀνατεμνόμενον ὑπὸ τοῦ ὀρνέου.
お前が言うあのテバイの射手が早く現れて、その鳥によってお前が切り裂かれるのを止めてくれるとよいが。