§49Δάμις
τοιαῦτα ἐν τῇ νηΐ σου γίνεται, ὦ σοφώτατε Τιμόκλεις·
ダミスお前の船の上ではそのようなことが起きているのだ、最も賢きティモクレスよ。
διὰ τοῦτο αἱ ναυαγίαι μυρίαι.
それゆえに難破は数知れないのだ。
εἰ δέ τις κυβερνήτης ἐφεστὼς ἑώρα καὶ διέταττεν ἕκαστα, πρῶτον μὲν οὐκ ἂν ἠγνόησεν οἵτινες οἱ χρηστοὶ καὶ οἵτινες οἱ φαῦλοι τῶν ἐμπλεόντων, ἔπειτα ἑκάστῳ κατὰ τὴν ἀξίαν τὰ προσήκοντα ἀπένειμεν ἄν, χώραν τε τὴν ἀμείνω τοῖς ἀμείνοσι παρʼ αὑτὸν ἄνω, τὴν κάτω δὲ τοῖς χείροσι, καὶ συσσίτους ἔστιν οὓς καὶ συμβούλους ἐποιήσατʼ ἄν, καὶ τῶν ναυτῶν ὁ μὲν πρόθυμος ἢ πρῴρας ἐπιμελητὴς ἀπεδέδεικτʼ ἂν ἢ τοίχου ἄρχων ἢ πάντως πρὸ τῶν ἄλλων, ὁ δὲ ὀκνηρὸς καὶ ῥᾴθυμος ἐπαίετʼ ἂν τῷ καλωδίῳ πεντάκις τῆς ἡμέρας εἰς τὴν κεφαλήν.
もし誰か操舵手がその上に立って見守り、個々のことを指図していたなら、第一に、乗船している者のうち誰が善人であり誰が不届き者であるかを知らないはずはなかっただろうし、第二に、それぞれにその価値に応じてふさわしいものを分け与えただろう。 そして、より優れた者たちには自分の傍の上のより良い席を、より劣った者たちには下の席を与え、またある者たちを食事を共にする仲間や顧問にしただろう。 船乗りたちのうちでも、熱心な者は船首の番人か、舷側の指揮官か、あるいはとにかく他よりも先んじた位置に任命されただろうし、怠惰で不注意な者は、一日に五回、ロープで頭を殴られていただろう。
ὥστε σοι, ὦ θαυμάσιε, τὸ τῆς νεὼς τοῦτο παράδειγμα κινδυνεύει περιτετράφθαι κακοῦ τοῦ κυβερνήτου τετυχηκός.
だから、驚くべき友よ、お前のこの船の例えは、悪しき操舵手に出会ってしまったがために、覆ってしまうおそれがあるのだ。
§50Μῶμος
ταυτὶ μὲν ἤδη κατὰ ῥοῦν προχωρεῖ τῷ Δάμιδι καὶ πλησίστιος ἐπὶ τὴν νίκην φέρεται.
モモスこれはもうダミスの思うままに進んでおり、彼は満帆に風を受けて勝利へと運ばれていくな。
Ζεύς
ὀρθῶς, ὦ Μῶμε, εἰκάζεις.
ゼウスモモスよ、お前の見立ては正しい。
ὁ δʼ οὐδὲν ἰσχυρὸν ὁ Τιμοκλῆς ἐπινοεῖ, ἀλλὰ τὰ κοινὰ ταῦτα καὶ καθʼ ἡμέραν ἄλλα ἐπʼ ἄλλοις εὐπερίτρεπτα πάντα ἐπαντλεῖ.
しかしティモクレスは何も強力なことを考え出せず、ありふれた日毎の、次から次へと簡単に覆されるようなことばかりを汲み出しているのだ。
§51Τιμοκλῆς
οὐκοῦν ἐπεὶ τῆς νεὼς τὸ παράδειγμα οὐ πάνυ σοι ἰσχυρὸν ἔδοξεν εἶναι, ἄκουσον ἤδη τὴν ἱεράν, φασίν, ἄγκυραν καὶ ἣν οὐδεμιᾷ μηχανῇ ἀπορρήξεις.
ティモクレスそれなら、船の例えがお前にとってそれほど強力だとは思えなかったようだから、今度は俗に言う「聖なる錨」、お前がどんな策略を用いても断ち切ることのできないものを聞くがよい。
Ζεύς
τί ποτε ἄρα καὶ ἐρεῖ;
ゼウス一体彼は何を言うつもりなのだ。
Τιμοκλῆς
ἴδοις γὰρ εἰ ἀκόλουθα ταῦτα συλλογίζομαι, καὶ εἴ πῃ αὐτὰ δυνατόν σοι περιτρέψαι.
ティモクレス私が一貫した論理で推論しているかどうか、そしてこれをお前がどうにかして覆すことができるかどうか、見てみるがよい。
εἰ γὰρ εἰσὶ βωμοί, εἰσὶ καὶ θεοί·
もし祭壇があるなら、神々も存在する。
ἀλλὰ μὴν εἰσὶ βωμοί, εἰσὶν ἄρα καὶ θεοί.
しかし現に祭壇はある。 それゆえに神々も存在するのだ。
τί πρὸς ταῦτα φής;
これに対して何と言うか。
Δάμις
ἢν πρότερον γελάσω ἐς κόρον, ἀποκρινοῦμαί σοι.
ダミスまず十分に笑わせてもらってから、お前に答えてやろう。
Τιμοκλῆς
ἀλλὰ ἔοικας οὐδὲ παύσεσθαι γελῶν·
ティモクレスお前は笑い止みそうにないな。
εἰπὲ δὲ ὅμως ὅπη σοι γελοῖον ἔδοξε τὸ εἰρημένον εἶναι.
しかし、言ったことのどこがお前にとって滑稽に思えたのか、言ってみろ。
Δάμις
ὅτι οὐκ αἰσθάνῃ ἀπὸ λεπτῆς κρόκης ἐξαψάμενός σου τὴν ἄγκυραν, καὶ ταῦτα ἱερὰν οὖσαν·
ダミスお前が自分の錨を細い糸に吊るしていることに気づいていないからだ。 それも「聖なる錨」だというのに。
τὸ γὰρ εἶναι θεοὺς τῷ βωμοὺς εἶναι συνδήσας ἰσχυρὸν οἴει ποιήσασθαι ἀπʼ αὐτῶν τὸν ὅρμον.
神々が存在することを祭壇が存在することに縛り付けて、それによって強固な係留地を作ったと思っているのだからな。
ὥστε ἐπεὶ μηδὲν ἄλλο τούτου φὴς ἔχειν εἰπεῖν ἱερώτερον, ἀπίωμεν ἤδη.
だから、これ以上に聖なることは何も言えないというのなら、もう立ち去ることにしよう。
§52Τιμοκλῆς
ὁμολογεῖς τοίνυν ἡττῆσθαι προαπιών;
ティモクレスでは、先に立ち去ることで、敗北を認めるのだな。
Δάμις
ναί, ὦ Τιμόκλεις.
ダミスそうだ、ティモクレスよ。
σὺ γὰρ ὥσπερ οἱ ὑπό τινων βιαζόμενοι ἐπὶ τοὺς βωμοὺς ἡμῖν καταπέφευγας.
お前は誰かに暴力を振るわれた者たちのように、我々を前にして祭壇へと逃げ込んだのだからな。
ὥστε, νὴ τὴν ἄγκυραν τὴν ἱεράν, ἐθέλω σπείσασθαι ἤδη πρὸς σὲ ἐπʼ αὐτῶν γε τῶν βωμῶν, ὡς μηκέτι περὶ τούτων ἐρίζοιμεν.
だから、かの聖なる錨にかけて、私は今まさにその祭壇の上で、これ以上このことについて争わないという休戦協定を、お前と結びたいと思うのだ。
Τιμοκλῆς
εἰρωνεύῃ ταῦτα πρὸς ἐμέ, τυμβωρύχε καὶ μιαρὲ καὶ κατάπτυστε καὶ μαστιγία καὶ κάθαρμα;
ティモクレス私に対して皮肉を言うか、墓荒らしめ、汚らわしく忌まわしい奴、鞭打たれるべき悪党、社会のゴミめ。
οὐ γὰρ ἴσμεν οὗτινος μὲν πατρὸς εἶ, πῶς δὲ ἡ μήτηρ σου ἐπορνεύετο, καὶ ὡς τὸν ἀδελφὸν ἀπέπνιξας καὶ μοιχεύεις καὶ τὰ μειράκια διαφθείρεις, λιχνότατε καὶ ἀναισχυντότατε;
お前がどこの誰を父親に持ち、お前の母親がいかに売春をしていたか、お前がどうやって兄弟を絞め殺し、不義を働き、若者たちをたぶらかしているか、我々が知らないとでも思うのか、この上なく貪欲で破廉恥な奴め。
μὴ φεῦγε δʼ οὖν, ἕως καὶ πληγὰς παρʼ ἐμοῦ λαβὼν ἀπέλθῃς·
逃げるな、私から殴られてから立ち去るがよい。
ἤδη γάρ σε τουτῳὶ τῷ ὀστράκῳ ἀποσφάξω παμμίαρον ὄντα.
この土器の破片でお前を、この極悪人を、今すぐ切り裂いてやるからな。
§53Ζεύς
ὁ μὲν γελῶν, ὦ θεοί, ἄπεισιν, ὁ δʼ ἀκολουθεῖ λοιδορούμενος οὐ φέρων κατατρυφῶντα τὸν Δᾶμιν, καὶ ἔοικε πατάξειν αὐτὸν τῷ κεράμῳ ἐς τὴν κεφαλήν.
ゼウス神々よ、一方は笑いながら立ち去り、もう一方はダミスが勝ち誇っているのに我慢できず、罵りながら追いかけて、陶片で彼の頭を殴りつけそうな勢いだ。
ἡμεῖς δὲ τί ποιῶμεν ἐπὶ τούτοις;
我々はこの事態にどう対処すべきだろうか。
Ἑρμῆς
ὀρθῶς ἐκεῖνό μοι ὁ κωμικὸς εἰρηκέναι δοκεῖ,
"οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ.
ヘルメス喜劇詩人のあの言葉は正しいと思われます、「何事も恐ろしい目に遭ったわけではない、もしそう思い込まないなら」。
"
τί γὰρ καὶ ὑπέρμεγα κακόν, εἰ ὀλίγοι ἄνθρωποι πεπεισμένοι ταῦτα ἀπίασι;
数人の人間がこれらのことを信じて立ち去ったからとて、それが一体どれほど途方もない害悪になりましょう。
πολλῷ γὰρ οἱ τἀναντία γιγνώσκοντες πλείους, Ἑλλήνων ὁ πολὺς λεὼς βάρβαροί τε ἅπαντες.
というのも、反対のことを考えている人々の方がはるかに多く、ギリシア人の大多数や、すべてのバルバロイがそうなのですから。
Ζεύς
ἀλλά, ὦ Ἑρμῆ, τὸ τοῦ Δαρείου πάνυ καλῶς ἔχον ἐστίν, ὃ εἶπεν ἐπὶ τοῦ Ζωπύρου·
ゼウスだが、ヘルメスよ、ダレイオスがゾピュロスに関して語ったあの言葉はまことに見事なものだ。
ὥστε καὶ αὐτὸς ἐβουλόμην ἂν ἕνα τοῦτον ἔχειν τὸν Δᾶμιν σύμμαχον ἢ μυρίας μοι Βαβυλῶνας ὑπάρχειν.
それゆえ、私もバビロンが一万箇所あるよりも、このダミス一人を味方として得たいものだと思うのだ。