§49Δάμις
τοιαῦτα ἐν τῇ νηΐ σου γίνεται, ὦ σοφώτατε Τιμόκλεις· διὰ τοῦτο αἱ ναυαγίαι μυρίαι.
达米斯你的船上发生着这样的事情,最聪明的提摩克勒斯;因此海难数不胜数。
εἰ δέ τις κυβερνήτης ἐφεστὼς ἑώρα καὶ διέταττεν ἕκαστα, πρῶτον μὲν οὐκ ἂν ἠγνόησεν οἵτινες οἱ χρηστοὶ καὶ οἵτινες οἱ φαῦλοι τῶν ἐμπλεόντων, ἔπειτα ἑκάστῳ κατὰ τὴν ἀξίαν τὰ προσήκοντα ἀπένειμεν ἄν, χώραν τε τὴν ἀμείνω τοῖς ἀμείνοσι παρʼ αὑτὸν ἄνω, τὴν κάτω δὲ τοῖς χείροσι, καὶ συσσίτους ἔστιν οὓς καὶ συμβούλους ἐποιήσατʼ ἄν, καὶ τῶν ναυτῶν ὁ μὲν πρόθυμος ἢ πρῴρας ἐπιμελητὴς ἀπεδέδεικτʼ ἂν ἢ τοίχου ἄρχων ἢ πάντως πρὸ τῶν ἄλλων, ὁ δὲ ὀκνηρὸς καὶ ῥᾴθυμος ἐπαίετʼ ἂν τῷ καλωδίῳ πεντάκις τῆς ἡμέρας εἰς τὴν κεφαλήν.
如果有什么舵手在上面监视并指派每件事情,首先,他不可能不知道在乘船的人当中,哪些是好人,哪些是恶人,其次,他就会按照各人的价值分配给他们相称的待遇,他会将自己身旁上方更好的位置分给更好的人,而将下方的座位留给更差的人,并且还会把其中的一些人当作同席者和顾问,而在船员当中,热心的人会被任命为船首的看守,或是舷侧的指挥官,或者总之在他人之上,而懒惰和松懈的人则会一天五次被绳索抽打头部。
ὥστε σοι, ὦ θαυμάσιε, τὸ τῆς νεὼς τοῦτο παράδειγμα κινδυνεύει περιτετράφθαι κακοῦ τοῦ κυβερνήτου τετυχηκός.
因此,我惊叹的朋友啊,你这个船的例子恐怕要颠倒过来了,因为它碰上了一个糟糕的舵手。
§50Μῶμος
ταυτὶ μὲν ἤδη κατὰ ῥοῦν προχωρεῖ τῷ Δάμιδι καὶ πλησίστιος ἐπὶ τὴν νίκην φέρεται.
莫摩斯这下事情对达米斯来说已经顺流而下,他正满帆向着胜利驶去。
Ζεύς
ὀρθῶς, ὦ Μῶμε, εἰκάζεις.
宙斯莫摩斯,你猜得对。
ὁ δʼ οὐδὲν ἰσχυρὸν ὁ Τιμοκλῆς ἐπινοεῖ, ἀλλὰ τὰ κοινὰ ταῦτα καὶ καθʼ ἡμέραν ἄλλα ἐπʼ ἄλλοις εὐπερίτρεπτα πάντα ἐπαντλεῖ.
而那个提摩克勒斯没有想出任何有力的论点,只是在重复灌输这些陈腐且日常的、一个个都极易被推翻的陈词滥调。
§51Τιμοκλῆς
οὐκοῦν ἐπεὶ τῆς νεὼς τὸ παράδειγμα οὐ πάνυ σοι ἰσχυρὸν ἔδοξεν εἶναι, ἄκουσον ἤδη τὴν ἱεράν, φασίν, ἄγκυραν καὶ ἣν οὐδεμιᾷ μηχανῇ ἀπορρήξεις.
提摩克勒斯既然船的例子你觉得不怎么有力,那就听听这所谓的“神圣之锚”吧,这是你用任何手段都无法挣断的。
Ζεύς
τί ποτε ἄρα καὶ ἐρεῖ;
宙斯他到底要说什么呢?
Τιμοκλῆς
ἴδοις γὰρ εἰ ἀκόλουθα ταῦτα συλλογίζομαι, καὶ εἴ πῃ αὐτὰ δυνατόν σοι περιτρέψαι.
提摩克勒斯你倒看看我的推论是否连贯,以及你是否有任何办法将其推翻。
εἰ γὰρ εἰσὶ βωμοί, εἰσὶ καὶ θεοί· ἀλλὰ μὴν εἰσὶ βωμοί, εἰσὶν ἄρα καὶ θεοί.
因为如果有祭坛,就也有神明;但确实有祭坛,所以也确实有神明。
τί πρὸς ταῦτα φής;
对这你有什么话说?
Δάμις
ἢν πρότερον γελάσω ἐς κόρον, ἀποκρινοῦμαί σοι.
达米斯等我先笑个够,我再回答你。
Τιμοκλῆς
ἀλλὰ ἔοικας οὐδὲ παύσεσθαι γελῶν· εἰπὲ δὲ ὅμως ὅπη σοι γελοῖον ἔδοξε τὸ εἰρημένον εἶναι.
提摩克勒斯你看起来甚至都不打算停止发笑;不过还是说说,我说的话在你看来到哪一点上显得滑稽。
Δάμις
ὅτι οὐκ αἰσθάνῃ ἀπὸ λεπτῆς κρόκης ἐξαψάμενός σου τὴν ἄγκυραν, καὶ ταῦτα ἱερὰν οὖσαν· τὸ γὰρ εἶναι θεοὺς τῷ βωμοὺς εἶναι συνδήσας ἰσχυρὸν οἴει ποιήσασθαι ἀπʼ αὐτῶν τὸν ὅρμον.
达米斯因为你没意识到,你把自己的锚吊在一根细线上,更何况这还是一只“神圣的”锚;你把神明的存在与祭坛的存在联系在一起,就以为以此建立了一个牢固的锚地。
ὥστε ἐπεὶ μηδὲν ἄλλο τούτου φὴς ἔχειν εἰπεῖν ἱερώτερον, ἀπίωμεν ἤδη.
所以,既然你声称没有什么比这更神圣的话好说,那我们现在就走吧。
§52Τιμοκλῆς
ὁμολογεῖς τοίνυν ἡττῆσθαι προαπιών;
提摩克勒斯那么,你提前离去,是承认自己输了吗?
Δάμις
ναί, ὦ Τιμόκλεις.
达米斯是的,提摩克勒斯。
σὺ γὰρ ὥσπερ οἱ ὑπό τινων βιαζόμενοι ἐπὶ τοὺς βωμοὺς ἡμῖν καταπέφευγας.
因为你就如同那些被逼无奈的人一样,逃到祭坛向我们寻求庇护了。
ὥστε, νὴ τὴν ἄγκυραν τὴν ἱεράν, ἐθέλω σπείσασθαι ἤδη πρὸς σὲ ἐπʼ αὐτῶν γε τῶν βωμῶν, ὡς μηκέτι περὶ τούτων ἐρίζοιμεν.
所以,凭着那神圣之锚起誓,我愿意现在就在这祭坛上与你达成协议,好让我们不再为此争论。
Τιμοκλῆς
εἰρωνεύῃ ταῦτα πρὸς ἐμέ, τυμβωρύχε καὶ μιαρὲ καὶ κατάπτυστε καὶ μαστιγία καὶ κάθαρμα;
提摩克勒斯你敢对我冷嘲热讽,你这个盗墓贼、污秽而可憎的恶棍、该挨鞭子的奴才、社会的垃圾?
οὐ γὰρ ἴσμεν οὗτινος μὲν πατρὸς εἶ, πῶς δὲ ἡ μήτηρ σου ἐπορνεύετο, καὶ ὡς τὸν ἀδελφὸν ἀπέπνιξας καὶ μοιχεύεις καὶ τὰ μειράκια διαφθείρεις, λιχνότατε καὶ ἀναισχυντότατε;
我们难道不知道你的父亲是谁,你的母亲是如何卖淫的,你又是如何掐死自己的兄弟、犯下奸淫并带坏年轻人的吗,你这个极度贪婪又厚颜无耻的家伙?
μὴ φεῦγε δʼ οὖν, ἕως καὶ πληγὰς παρʼ ἐμοῦ λαβὼν ἀπέλθῃς· ἤδη γάρ σε τουτῳὶ τῷ ὀστράκῳ ἀποσφάξω παμμίαρον ὄντα.
别逃,等挨了我的揍再滚;因为我现在就要用这块陶片,把你这个十恶不赦的恶棍给宰了。
§53Ζεύς
ὁ μὲν γελῶν, ὦ θεοί, ἄπεισιν, ὁ δʼ ἀκολουθεῖ λοιδορούμενος οὐ φέρων κατατρυφῶντα τὸν Δᾶμιν, καὶ ἔοικε πατάξειν αὐτὸν τῷ κεράμῳ ἐς τὴν κεφαλήν.
宙斯神明啊,一个笑着离去,另一个则在后面破口大骂,无法忍受达米斯的傲慢无礼,看样子还要用陶片去砸他的头。
ἡμεῖς δὲ τί ποιῶμεν ἐπὶ τούτοις;
我们面对这种情况该怎么办呢?
Ἑρμῆς
ὀρθῶς ἐκεῖνό μοι ὁ κωμικὸς εἰρηκέναι δοκεῖ,
"οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ.
赫尔墨斯依我看,那位喜剧诗人的话确实说得对: “你并没有遭遇什么可怕的事,只要你不去理会。
"
τί γὰρ καὶ ὑπέρμεγα κακόν, εἰ ὀλίγοι ἄνθρωποι πεπεισμένοι ταῦτα ἀπίασι;
” 就算有少数人相信了这些话并离去,这又能算得上什么了不起的坏事呢?
πολλῷ γὰρ οἱ τἀναντία γιγνώσκοντες πλείους, Ἑλλήνων ὁ πολὺς λεὼς βάρβαροί τε ἅπαντες.
因为持相反观点的人要多得多,即大多数希腊人以及所有的野蛮人。
Ζεύς
ἀλλά, ὦ Ἑρμῆ, τὸ τοῦ Δαρείου πάνυ καλῶς ἔχον ἐστίν, ὃ εἶπεν ἐπὶ τοῦ Ζωπύρου· ὥστε καὶ αὐτὸς ἐβουλόμην ἂν ἕνα τοῦτον ἔχειν τὸν Δᾶμιν σύμμαχον ἢ μυρίας μοι Βαβυλῶνας ὑπάρχειν.
宙斯但是,赫尔墨斯啊,大流士关于佐皮鲁斯所说的那句话确实非常好;因此,我自己也宁愿拥有这一个达米斯作为盟友,而不是拥有万座巴比伦城。