- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:49-53
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ダミスはティモクレスの船の例えを逆手にとって神々による統治の破綻を暴き、その後の「神聖な錨」とされる祭壇の議論をも一蹴する。敗北したティモクレスは激怒してダミスを罵倒し暴力を振るおうとする一方、ゼウスとヘルメスはそれを傍観しながら人間たちの動向を語り合う。
Δάμις τοιαῦτα ἐν τῇ νηΐ σου γίνεται, ὦ σοφώτατε Τιμόκλεις· διὰ τοῦτο αἱ ναυαγίαι μυρίαι. εἰ δέ τις κυβερνήτης ἐφεστὼς ἑώρα καὶ διέταττεν ἕκαστα, πρῶτον μὲν οὐκ ἂν ἠγνόησεν οἵτινες οἱ χρηστοὶ καὶ οἵτινες οἱ φαῦλοι τῶν ἐμπλεόντων, ἔπειτα ἑκάστῳ κατὰ τὴν ἀξίαν τὰ προσήκοντα ἀπένειμεν ἄν, χώραν τε τὴν ἀμείνω τοῖς ἀμείνοσι παρʼ αὑτὸν ἄνω, τὴν κάτω δὲ τοῖς χείροσι, καὶ συσσίτους ἔστιν οὓς καὶ συμβούλους ἐποιήσατʼ ἄν, καὶ τῶν ναυτῶν ὁ μὲν πρόθυμος ἢ πρῴρας ἐπιμελητὴς ἀπεδέδεικτʼ ἂν ἢ τοίχου ἄρχων ἢ πάντως πρὸ τῶν ἄλλων, ὁ δὲ ὀκνηρὸς καὶ ῥᾴθυμος ἐπαίετʼ ἂν τῷ καλωδίῳ πεντάκις τῆς ἡμέρας εἰς τὴν κεφαλήν. ὥστε σοι, ὦ θαυμάσιε, τὸ τῆς νεὼς τοῦτο παράδειγμα κινδυνεύει περιτετράφθαι κακοῦ τοῦ κυβερνήτου τετυχηκός.1
ダミス お前の船の上ではそのようなことが起きているのだ、最も賢きティモクレスよ。それゆえに難破は数知れないのだ。もし誰か操舵手がその上に立って見守り、個々のことを指図していたなら、第一に、乗船している者のうち誰が善人であり誰が不届き者であるかを知らないはずはなかっただろうし、第二に、それぞれにその価値に応じてふさわしいものを分け与えただろう。そして、より優れた者たちには自分の傍の上のより良い席を、より劣った者たちには下の席を与え、またある者たちを食事を共にする仲間や顧問にしただろう。船乗りたちのうちでも、熱心な者は船首の番人か、舷側の指揮官か、あるいはとにかく他よりも先んじた位置に任命されただろうし、怠惰で不注意な者は、一日に五回、ロープで頭を殴られていただろう。だから、驚くべき友よ、お前のこの船の例えは、悪しき操舵手に出会ってしまったがために、覆ってしまうおそれがあるのだ。
Μῶμος ταυτὶ μὲν ἤδη κατὰ ῥοῦν προχωρεῖ τῷ Δάμιδι καὶ πλησίστιος ἐπὶ τὴν νίκην φέρεται. Ζεύς ὀρθῶς, ὦ Μῶμε, εἰκάζεις. ὁ δʼ οὐδὲν ἰσχυρὸν ὁ Τιμοκλῆς ἐπινοεῖ, ἀλλὰ τὰ κοινὰ ταῦτα καὶ καθʼ ἡμέραν ἄλλα ἐπʼ ἄλλοις εὐπερίτρεπτα πάντα ἐπαντλεῖ.
モモス これはもうダミスの思うままに進んでおり、彼は満帆に風を受けて勝利へと運ばれていくな。 ゼウス モモスよ、お前の見立ては正しい。しかしティモクレスは何も強力なことを考え出せず、ありふれた日毎の、次から次へと簡単に覆されるようなことばかりを汲み出しているのだ。
Τιμοκλῆς οὐκοῦν ἐπεὶ τῆς νεὼς τὸ παράδειγμα οὐ πάνυ σοι ἰσχυρὸν ἔδοξεν εἶναι, ἄκουσον ἤδη τὴν ἱεράν, φασίν, ἄγκυραν καὶ ἣν οὐδεμιᾷ μηχανῇ ἀπορρήξεις. Ζεύς τί ποτε ἄρα καὶ ἐρεῖ; Τιμοκλῆς ἴδοις γὰρ εἰ ἀκόλουθα ταῦτα συλλογίζομαι,2 καὶ εἴ πῃ αὐτὰ δυνατόν σοι περιτρέψαι. εἰ γὰρ εἰσὶ βωμοί, εἰσὶ καὶ θεοί· ἀλλὰ μὴν εἰσὶ βωμοί, εἰσὶν ἄρα καὶ θεοί. τί πρὸς ταῦτα φής; Δάμις ἢν πρότερον γελάσω ἐς κόρον, ἀποκρινοῦμαί σοι. Τιμοκλῆς ἀλλὰ ἔοικας οὐδὲ παύσεσθαι γελῶν· εἰπὲ δὲ ὅμως ὅπη σοι γελοῖον ἔδοξε τὸ εἰρημένον εἶναι. Δάμις ὅτι οὐκ αἰσθάνῃ ἀπὸ λεπτῆς κρόκης ἐξαψάμενός σου τὴν ἄγκυραν,3 καὶ ταῦτα ἱερὰν οὖσαν· τὸ γὰρ εἶναι θεοὺς τῷ βωμοὺς εἶναι συνδήσας ἰσχυρὸν οἴει ποιήσασθαι ἀπʼ αὐτῶν τὸν ὅρμον. ὥστε ἐπεὶ μηδὲν ἄλλο τούτου φὴς ἔχειν εἰπεῖν ἱερώτερον, ἀπίωμεν ἤδη.
ティモクレス それなら、船の例えがお前にとってそれほど強力だとは思えなかったようだから、今度は俗に言う「聖なる錨」、お前がどんな策略を用いても断ち切ることのできないものを聞くがよい。 ゼウス 一体彼は何を言うつもりなのだ。 ティモクレス 私が一貫した論理で推論しているかどうか、そしてこれをお前がどうにかして覆すことができるかどうか、見てみるがよい。もし祭壇があるなら、神々も存在する。しかし現に祭壇はある。それゆえに神々も存在するのだ。これに対して何と言うか。 ダミス まず十分に笑わせてもらってから、お前に答えてやろう。 ティモクレス お前は笑い止みそうにないな。しかし、言ったことのどこがお前にとって滑稽に思えたのか、言ってみろ。 ダミス お前が自分の錨を細い糸に吊るしていることに気づいていないからだ。それも「聖なる錨」だというのに。神々が存在することを祭壇が存在することに縛り付けて、それによって強固な係留地を作ったと思っているのだからな。だから、これ以上に聖なることは何も言えないというのなら、もう立ち去ることにしよう。
Τιμοκλῆς ὁμολογεῖς τοίνυν ἡττῆσθαι προαπιών; Δάμις ναί, ὦ Τιμόκλεις. σὺ γὰρ ὥσπερ οἱ ὑπό τινων βιαζόμενοι ἐπὶ τοὺς βωμοὺς ἡμῖν καταπέφευγας. ὥστε, νὴ τὴν ἄγκυραν τὴν ἱεράν, ἐθέλω σπείσασθαι ἤδη πρὸς σὲ ἐπʼ αὐτῶν γε τῶν βωμῶν, ὡς μηκέτι περὶ τούτων ἐρίζοιμεν. Τιμοκλῆς εἰρωνεύῃ ταῦτα πρὸς ἐμέ, τυμβωρύχε καὶ μιαρὲ καὶ κατάπτυστε καὶ μαστιγία καὶ κάθαρμα; οὐ γὰρ ἴσμεν οὗτινος μὲν πατρὸς εἶ, πῶς δὲ ἡ μήτηρ σου ἐπορνεύετο, καὶ ὡς τὸν ἀδελφὸν ἀπέπνιξας καὶ μοιχεύεις καὶ τὰ μειράκια διαφθείρεις, λιχνότατε καὶ ἀναισχυντότατε; μὴ φεῦγε δʼ οὖν, ἕως καὶ πληγὰς παρʼ ἐμοῦ λαβὼν ἀπέλθῃς·4 ἤδη γάρ σε τουτῳὶ τῷ ὀστράκῳ ἀποσφάξω παμμίαρον ὄντα.
ティモクレス では、先に立ち去ることで、敗北を認めるのだな。 ダミス そうだ、ティモクレスよ。お前は誰かに暴力を振るわれた者たちのように、我々を前にして祭壇へと逃げ込んだのだからな。だから、かの聖なる錨にかけて、私は今まさにその祭壇の上で、これ以上このことについて争わないという休戦協定を、お前と結びたいと思うのだ。 ティモクレス 私に対して皮肉を言うか、墓荒らしめ、汚らわしく忌まわしい奴、鞭打たれるべき悪党、社会のゴミめ。お前がどこの誰を父親に持ち、お前の母親がいかに売春をしていたか、お前がどうやって兄弟を絞め殺し、不義を働き、若者たちをたぶらかしているか、我々が知らないとでも思うのか、この上なく貪欲で破廉恥な奴め。逃げるな、私から殴られてから立ち去るがよい。この土器の破片でお前を、この極悪人を、今すぐ切り裂いてやるからな。
Ζεύς ὁ μὲν γελῶν, ὦ θεοί, ἄπεισιν, ὁ δʼ ἀκολουθεῖ λοιδορούμενος οὐ φέρων κατατρυφῶντα τὸν Δᾶμιν, καὶ ἔοικε πατάξειν αὐτὸν τῷ κεράμῳ ἐς τὴν κεφαλήν. ἡμεῖς δὲ τί ποιῶμεν ἐπὶ τούτοις; Ἑρμῆς ὀρθῶς ἐκεῖνό μοι ὁ κωμικὸς εἰρηκέναι δοκεῖ, "οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ." τί γὰρ καὶ ὑπέρμεγα κακόν, εἰ ὀλίγοι ἄνθρωποι πεπεισμένοι ταῦτα ἀπίασι; πολλῷ γὰρ οἱ τἀναντία γιγνώσκοντες πλείους, Ἑλλήνων ὁ πολὺς λεὼς βάρβαροί τε ἅπαντες. Ζεύς ἀλλά, ὦ Ἑρμῆ, τὸ τοῦ Δαρείου πάνυ καλῶς ἔχον ἐστίν, ὃ εἶπεν ἐπὶ τοῦ Ζωπύρου· ὥστε καὶ αὐτὸς ἐβουλόμην ἂν ἕνα τοῦτον ἔχειν τὸν Δᾶμιν σύμμαχον ἢ μυρίας μοι Βαβυλῶνας ὑπάρχειν.
ゼウス 神々よ、一方は笑いながら立ち去り、もう一方はダミスが勝ち誇っているのに我慢できず、罵りながら追いかけて、陶片で彼の頭を殴りつけそうな勢いだ。我々はこの事態にどう対処すべきだろうか。 ヘルメス 喜劇詩人のあの言葉は正しいと思われます、「何事も恐ろしい目に遭ったわけではない、もしそう思い込まないなら」。 数人の人間がこれらのことを信じて立ち去ったからとて、それが一体どれほど途方もない害悪になりましょう。というのも、反対のことを考えている人々の方がはるかに多く、ギリシア人の大多数や、すべてのバルバロイがそうなのですから。 ゼウス だが、ヘルメスよ、ダレイオスがゾピュロスに関して語ったあの言葉はまことに見事なものだ。それゆえ、私もバビロンが一万箇所あるよりも、このダミス一人を味方として得たいものだと思うのだ。
- 49κακοῦ τοῦ κυβερνήτου τετυχηκός
分詞 τετυχηκός は中性単数主格の完了能動分詞であり、文の主語である τὸ τῆς νεὼς τοῦτο παράδειγμα に係り、属格の κακοῦ τοῦ κυβερνήτου を支配している(τυγχάνω + 属格)。属格独立構文ではない。
- 51ἴδοις γὰρ εἰ ἀκόλουθα ταῦτα συλλογίζομαι
ἴδοις は小辞 ἄν なしの potential optative(可能の希求法)であり、「君は〜を見ることができるだろう、見てみるがよい」という緩やかな命令または示唆を表す。後続の εἰ は間接疑問「〜かどうか」を導入する。
- 51ὅτι οὐκ αἰσθάνῃ ἀπὸ λεπτῆς κρόκης ἐξαψάμενός σου τὴν ἄγκυραν
知覚動詞 αἰσθάνῃ(αἰσθάνομαι の2人称単数現在)は、不定詞ではなく主格分詞 ἐξαψάμενος を補語(補足分詞)として取り、「自分が〜していることに気づいていない」という意味を表す。
- 52ἕως καὶ πληγὰς παρʼ ἐμοῦ λαβὼν ἀπέλθῃς
接続法を用いた ἕως 節は、主節の禁止命令(μὴ φεῦγε)に対して、「〜するまで(は逃げるな)」という期待される未来の限界時間を示す。
