§45Τιμοκλῆς
οὐδὲ βροντῶντος ἄρα τοῦ Διὸς ἀκούεις, ὦ θεομάχε Δᾶμι;
提摩克勒斯神明之敌达米斯啊,难道连宙斯在打雷你都听不见吗?
Δάμις
καὶ πῶς οὐ μέλλω βροντῆς ἀκούειν, ὦ Τιμόκλεις;
达米斯提摩克勒斯,我怎么会听不见雷声呢?
εἰ δʼ ὁ Ζεὺς ὁ βροντῶν ἐστι, σὺ ἄμεινον ἂν εἰδείης ἐκεῖθέν ποθεν παρὰ τῶν θεῶν ἀφιγμένος· ἐπεὶ οἵ γε ἐκ Κρήτης ἥκοντες ἄλλα ἡμῖν διηγοῦνται, τάφον τινὰ κεῖθι δείκνυσθαι καὶ στήλην ἐφεστάναι δηλοῦσαν ὡς οὐκέτι βροντήσειεν ἂν ὁ Ζεὺς πάλαι τεθνεώς.
但如果打雷的是宙斯,你既然是从神明那边的某个地方来的,自然比我更清楚;因为那些从克里特来的人告诉我们的却是另一回事,说那里展示着一座坟墓,上面立着一根石碑,表明宙斯早已死去,再也不会打雷了。
Μῶμος
τοῦτʼ ἐγὼ πρὸ πολλοῦ ἠπιστάμην ἐροῦντα τὸν ἄνθρωπον.
莫摩斯我早就知道这人会这么说。
τί δʼ οὖν, ὦ Ζεῦ, ὠχρίακας ἡμῖν καὶ συγκροτεῖς τοὺς ὀδόντας ὑπὸ τοῦ τρόμου;
但是,宙斯啊,你为什么在我们面前脸色发白,因恐惧而牙齿打颤呢?
θαρρεῖν χρὴ καὶ τῶν τοιούτων ἀνθρωπίσκων καταφρονεῖν.
你应该鼓起勇气,蔑视这样的小人。
Ζεύς
τί λέγεις, ὦ Μῶμε;
宙斯你说什么,莫摩斯?
καταφρονεῖν;
蔑视?
οὐχ ὁρᾷς ὅσοι ἀκούουσι καὶ ὡς συμπεπεισμένοι εἰσὶν ἤδη καθʼ ἡμῶν καὶ ἀπάγει αὐτοὺς ἀναδησάμενος τῶν ὤτων ὁ Δᾶμις;
你难道没看见有多少人在听,他们已经被说服来反对我们,而达米斯正揪着他们的耳朵把他们带走吗?
Μῶμος
ἀλλὰ σύ, ὦ Ζεῦ, ὁπόταν θελήσῃς, σειρὴν χρυσείην καθεὶς ἅπαντας αὐτοὺς
"αὐτῇ κεν γαίῃ ἐρύσαις αὐτῇ τε θαλάσσῃ. "
莫摩斯但你啊,宙斯,只要你想,就可以放下金链,将他们所有人 “连同大地和大海一起拉上来”。
§46Τιμοκλῆς
εἰπέ μοι, ὦ κατάρατε, πέπλευκας ἤδη ποτέ;
提摩克勒斯告诉我,你这个该诅咒的人,你以前航海过吗?
Δάμις
καὶ πολλάκις, ὦ Τιμόκλεις.
达米斯而且很多次,提摩克勒斯。
Τιμοκλῆς
οὔκουν ἔφερε μὲν ὑμᾶς τότε ἢ ἄνεμος ἐμπίπτων τῇ ὀθόνῃ καὶ ἐμπιπλὰς τὰ ἀκάτια ἢ οἱ ἐρέττοντες, ἐκυβέρνα δὲ εἷς τις ἐφεστὼς καὶ ἔσωζε τὴν ναῦν;
提摩克勒斯那么当时,难道不是迎风吹向船帆并使小船前行的风,或者桨手们载着你们,而有一个立在舵旁的人在驾驶并拯救这艘船吗?
Δάμις
καὶ μάλα.
达米斯确实如此。
Τιμοκλῆς
εἶτα ἡ ναῦς μὲν οὐκ ἂν ἔπλει μὴ κυβερνωμένη, τὸ δὲ ὅλον τοῦτο ἀκυβέρνητον οἴει καὶ ἀνηγεμόνευτον φέρεσθαι;
提摩克勒斯那么,既然船在没有人驾驶时就无法航行,你难道认为这整个宇宙是在无人驾驶、无人引导的情况下运行的吗?
Ζεύς
εὖ γε, συνετῶς ὁ Τιμοκλῆς ταῦτα καὶ ἰσχυρῷ τῷ παραδείγματι.
宙斯说得好,提摩克勒斯说得非常聪明,而且用了一个非常有力的例子。
§47Δάμις
ἀλλʼ, ὦ θεοφιλέστατε Τιμόκλεις, τὸν μὲν κυβερνήτην ἐκεῖνον εἶδες ἂν ἀεὶ τὰ συμφέροντα ἐπινοοῦντα καὶ πρὸ τοῦ καιροῦ παρασκευαζόμενον καὶ προστάττοντα τοῖς ναύταις, ἀλυσιτελὲς δὲ οὐδὲ ἄλογον οὐδέν τι εἶχεν ἡ ναῦς ὃ μὴ χρήσιμον πάντως καὶ ἀναγκαῖον ἦν πρὸς τὴν ναυτιλίαν αὐτοῖς·
达米斯但是,最受神明喜爱的提摩克勒斯啊,你本能看到那位舵手总是考虑着有利的事情,在时机到来之前做好准备并命令船员,而船上没有任何无益或不合理、不完全有用且为航行所必需的东西。
ὁ δὲ σὸς οὗτος κυβερνήτης, ὃν τῇ μεγάλῃ ταύτῃ νηῒ ἐφεστάναι ἀξιοῖς, καὶ οἱ συνναῦται αὐτοῦ οὐδὲν εὐλόγως οὐδὲ κατὰ τὴν ἀξίαν διατάττουσιν, ἀλλʼ ὁ μὲν πρότονος, εἰ τύχοι, ἐς τὴν πρύμναν ἀποτέταται, οἱ πόδες δʼ ἐς τὴν πρῷραν ἀμφότεροι· καὶ χρυσαῖ μὲν αἱ ἄγκυραι ἐνίοτε, ὁ χηνίσκος δὲ μολυβδοῦς, καὶ τὰ μὲν ὕφαλα κατάγραφα, τὰ δὲ ἔξαλα τῆς νεὼς ἄμορφα.
但你这位你认为掌管着这艘大船的舵手,以及他的同伴们,却没有按照任何合理或符合价值的方式来安排事情,反而前支索(如果碰巧的话)被拉到了船尾,而两个帆脚索都拉到了船头;锚有时是金制的,而船首的鹅头装饰却是铅制的,水下部分涂满了彩绘,而水上部分却丑陋不堪。
§48Δάμις
καὶ αὐτῶν δὲ τῶν ναυτῶν ἴδοις ἂν τὸν μὲν ἀργὸν καὶ ἄτεχνον καὶ ἄτολμον πρὸς τὰ ἔργα διμοιρίτην ἢ τριμοιρίτην, τὸν δὲ κατακολυμβῆσαί τε ἄοκνον καὶ ἐπὶ τὴν κεραίαν ἀναπηδῆσαι ῥᾴδιον καὶ εἰδότα τῶν χρησίμων ἕκαστα μόνον, τοῦτον ἀντλεῖν προστεταγμένον·
达米斯而在船员自己当中,你可能会看到那个懒惰、无技艺且在工作中胆怯的人拿着双份或三份的报酬,而那个不畏潜水、能轻松跳上帆桁、且唯独他懂得每一样有用之事的船员,却被命令去抽舱底积水。
τὰ δὲ αὐτὰ καὶ ἐν τοῖς ἐπιβάταις, μαστιγίαν μέν τινα ἐν προεδρίᾳ παρὰ τὸν κυβερνήτην καθήμενον καὶ θεραπευόμενον, καὶ ἄλλον κίναιδον ἢ πατραλοίαν ἢ ἱερόσυλον ὑπερτιμώμενον καὶ τὰ ἄκρα τῆς νεὼς κατειληφότα, χαρίεντας δὲ πολλοὺς ἐν μυχῷ τοῦ σκάφους στενοχωρουμένους καὶ ὑπὸ τῶν πρὸς ἀλήθειαν χειρόνων πατουμένους·
在乘客中也是如此:某个该挨鞭子的奴才坐在舵手旁的贵宾席上备受尊奉,另一个男色受害者、或弑父者、或劫掠神殿者深受尊崇,占据着船的最高处,而许多高尚的人却被挤在舱底深处,被那些真正卑劣的人践踏。
ἐννόησον γοῦν ὅπως μὲν Σωκράτης καὶ Ἀριστείδης ἔπλευσαν καὶ Φωκίων, οὐδὲ τὰ ἄλφιτα διαρκῆ ἔχοντες οὐδὲ ἀποτεῖναι τοὺς πόδας δυνάμενοι ἐπὶ γυμνῶν τῶν σανίδων παρὰ τὸν ἄντλον, ἐν ὅσοις δὲ ἀγαθοῖς Καλλίας καὶ Μειδίας καὶ Σαρδανάπαλλος, ὑπερτρυφῶντες καὶ τῶν ὑφʼ αὑτοῖς καταπτύοντες.
试想一下,苏格拉底、阿里斯泰德和福基翁是如何航行的,他们甚至连充足的大麦粉都没有,也无法在舱底积水旁的裸露木板上伸展双腿,而卡利亚斯、梅迪亚斯和萨尔达那帕拉却生活在何等丰裕之中,极度奢侈,并鄙视他们之下的人。