§17Ζεύς
ἦν δὲ ἄρα περὶ ἡμῶν ὁ πᾶς λόγος αὐτοῖς·
Ζεύς しかも、なんと彼らの議論はすべて我々に関するものだったのだ。
ὁ μὲν γὰρ κατάρατος Δᾶμις οὔτε προνοεῖν ἡμᾶς ἔφασκε τῶν ἀνθρώπων οὔτʼ ἐπισκοπεῖν τὰ γινόμενα παρʼ αὐτοῖς, οὐδὲν ἄλλο ἢ μηδὲ ὅλως ἡμᾶς εἶναι λέγων·
というのも、あの忌まわしいダミスは、我々が人間を顧みることもなければ、彼らの間で起こる事柄を監督することもないと主張し、我々がそもそも全く存在すらしないと言っているも同然だったからだ。
τοῦτο γὰρ αὐτῷ δηλαδὴ ὁ λόγος ἐδύνατο·
彼の議論が意味するところは、明らかにそういうことだった。
καὶ ἦσάν τινες οἳ ἐπῄνουν αὐτόν.
そして、彼を称賛する者たちも何人かいた。
ὁ δʼ ἕτερος τὰ ἡμέτερα ὁ Τιμοκλῆς ἐφρόνει καὶ ὑπερεμάχει καὶ ἠγανάκτει καὶ πάντα τρόπον συνηγωνίζετο τὴν ἐπιμέλειαν ἡμῶν ἐπαινῶν καὶ διεξιὼν ὡς ἐν κόσμῳ καὶ τάξει τῇ προσηκούσῃ ἐξηγούμεθα καὶ διατάττομεν ἕκαστα·
一方、もう一人のティモクレスは我々の側に立って、我々を擁護し、憤慨し、あらゆる方法で共に戦い、我々の配慮を称え、我々がしかるべき秩序と整然としたあり方で万事を導き配置しているのだと詳細に説いた。
καὶ εἶχε μέν τινας καὶ αὐτὸς τοὺς ἐπαινοῦντας.
そして彼自身にも、彼を称賛する者たちが幾人かいた。
πλὴν ἐκεκμήκει γὰρ ἤδη καὶ πονήρως ἐφώνει καὶ τὸ πλῆθος εἰς τὸν Δᾶμιν ἀπέβλεπε —, συνεὶς δὲ ἐγὼ τὸ κινδύνευμα τὴν νύκτα ἐκέλευσα περιχυθεῖσαν διαλῦσαι τὴν συνουσίαν.
しかし、彼はすでに疲れており、声もかすれ、群衆はダミスの方に注目していた。 そこで、事態の危険を察した私は、夜を注ぎ込ませてその集まりを解散させるよう命じた。
ἀπῆλθον οὖν εἰς τὴν ὑστεραίαν συνθέμενοι εἰς τέλος ἐπεξελεύσεσθαι τὸ σκέμμα, κἀγὼ παρομαρτῶν τοῖς πολλοῖς ἐπήκουον μεταξὺ ἀπιόντων οἴκαδε παρʼ αὑτοὺς ἐπαινούντων τὰ τοῦ Δάμιδος καὶ ἤδη παρὰ πολὺ αἱρουμένων τὰ ἐκείνου·
こうして彼らは、翌日にその検討を最後までやり遂げることを約束して立ち去った。 私も群衆に付き従って彼らが家へと帰る途中で、ダミスの言い分を称賛し、すでに大差で彼の側に傾いている者たちの話を聞いた。
ἦσαν δὲ καὶ οἱ μὴ ἀξιοῦντες προκατεγνωκέναι τῶν ἐναντίων ἀλλὰ περιμένειν εἴ τι καὶ ὁ Τιμοκλῆς αὔριον ἐρεῖ.
もっとも、敵対する側の主張をあらかじめ不当と決めつけるべきではなく、明日ティモクレスが何か語るのを待つべきだと考える者たちもいたが。
§18Ζεύς
ταῦτʼ ἔστιν ἐφʼ οἷς ὑμᾶς συνεκάλεσα, οὐ μικρά, ὦ θεοί, εἰ λογιεῖσθε ὡς ἡ πᾶσα μὲν ἡμῖν τιμὴ καὶ δόξα καὶ πρόσοδος οἱ ἄνθρωποί εἰσιν·
Ζεύς 神々よ、これこそが私が諸君を招集した理由であり、もし諸君が、我々のすべての名誉、栄光、そして収入が人間たちにかかっているということを考慮するならば、決して小さなことではない。
εἰ δʼ οὗτοι πεισθεῖεν ἢ μηδὲ ὅλως θεοὺς εἶναι ἢ ὄντας ἀπρονοήτους εἶναι σφῶν αὐτῶν, ἄθυτα καὶ ἀγέραστα καὶ ἀτίμητα ἡμῖν ἔσται τὰ ἐκ γῆς καὶ μάτην ἐν οὐρανῷ καθεδούμεθα λιμῷ ἐχόμενοι, ἑορτῶν ἐκείνων καὶ πανηγύρεων καὶ ἀγώνων καὶ θυσιῶν καὶ παννυχίδων καὶ πομπῶν στερούμενοι.
もし彼らが、神々はそもそも存在しないか、あるいは存在したとしても自分たちのことを顧みないと信じ込むならば、地上から我々にもたらされるものは、犠牲もなく、贈り物もなく、敬意もないものとなるだろう。 そして我々は、それらの祝祭、大祭、競技会、犠牲式、徹夜祭、そして行列を奪われ、飢えに苦しみながら天上で無為に座していることになるのだ。
ὡς οὖν ὑπὲρ τηλικούτων φημὶ δεῖν ἅπαντας ἐπινοεῖν τι σωτήριον τοῖς παροῦσι καὶ ἀφʼ ὅτου κρατήσει μὲν ὁ Τιμοκλῆς καὶ δόξει ἀληθέστερα λέγειν, ὁ Δᾶμις δὲ καταγελασθήσεται πρὸς τῶν ἀκουόντων·
それゆえ、これほど重大な事柄のために、現在の状況を救い、ティモクレスが勝利を収めてより真実を語っていると見なされ、一方でダミスが聞き手たちから嘲笑されるような何か救済策を、全員が考案しなければならないと私は主張する。
ὡς ἔγωγε οὐ πάνυ τῷ Τιμοκλεῖ πέποιθα ὡς κρατήσει καθʼ ἑαυτόν, ἢν μὴ καὶ τὰ παρʼ ἡμῶν αὐτῷ προσγένηται.
なぜなら、私自身は、ティモクレスが我々からの援助が彼に加わらない限り、自分だけの力で勝利を収められるとは全く信じていないからだ。
κήρυττε οὖν, ὦ Ἑρμῆ, τὸ κήρυγμα τὸ ἐκ τοῦ νόμου, ὡς ἀνιστάμενοι συμβουλεύοιεν.
それゆえ、ヘルメスよ、法律に基づく布告をして、立ち上がって意見を述べるように促してくれ。
§19Ἑρμῆς
ἄκουε, σίγα, μὴ τάραττε·
Ἑρμῆς 聞け、静かにせよ、騒ぎ立てるな。
τίς ἀγορεύειν βούλεται τῶν τελείων θεῶν, οἷς ἔξεστι;
資格のある成年の神々のうち、誰か演説を望む者はいるか。
τί τοῦτο;
これはどうしたことだ。
οὐδεὶς ἀνίσταται, ἀλλʼ ἡσυχάζετε πρὸς τὸ μέγεθος τῶν ἠγγελμένων ἐκπεπληγμένοι;
誰も立ち上がらず、告げられた事態の重大さに呆然として沈黙しているのか。
Μῶμος
ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε·
Μῶμος しかし、諸君は皆、水と土に還るがよい。
ἐγὼ δέ, εἴ γέ μοι μετὰ παρρησίας λέγειν δοθείη, πολλὰ ἄν, ὦ Ζεῦ, ἔχοιμι εἰπεῖν.
だが私は、ゼウスよ、もし率直に語ることが許されるならば、言いたいことがたくさんある。
Ζεύς
λέγε, ὦ Μῶμε, πάνυ θαρρῶν·
Ζεύς 大いに自信を持って語るがよい、モモスよ。
δῆλος γὰρ εἶ ἐπὶ τῷ συμφέροντι παρρησιασόμενος.
お前が全体の利益のために率直に語ろうとしていることは明らかなのだから。
Μῶμος
οὐκοῦν ἀκούετε, ὦ θεοί, τά γε ἀπὸ καρδίας, φασίν·
Μῶμος では神々よ、「心からの言葉」とやらを聞くがよい。
ἐγὼ γὰρ καὶ πάνυ προσεδόκων ἐς τόδε ἀμηχανίας περιστήσεσθαι τὰ ἡμέτερα καὶ πολλοὺς τοιούτους ἀναφύσεσθαι ἡμῖν σοφιστάς, παρʼ ἡμῶν αὐτῶν τὴν αἰτίαν τῆς τόλμης λαμβάνοντας·
というのも、私は我々の状況がこれほど困難な事態に陥り、我々に対してこのような多くのソフィストたちが現れることを、まさに予期していたからだ。 彼らはその不遜さの原因を我々自身から得ている。
καὶ μὰ τὴν Θέμιν οὔτε τῷ Ἐπικούρῳ ἄξιον ὀργίζεσθαι οὔτε τοῖς ὁμιληταῖς αὐτοῦ καὶ διαδόχοις τῶν λόγων, εἰ τοιαῦτα περὶ ἡμῶν ὑπειλήφασιν.
テミスにかけて誓うが、もし彼らが我々についてそのように想定しているとしても、エピクロスに対しても、その弟子たちや彼の議論の継承者たちに対しても、腹を立てる筋合いはない。
ἢ τί γὰρ αὐτοὺς ἀξιώσειέ τις ἂν φρονεῖν, ὁπόταν ὁρῶσι τοσαύτην ἐν τῷ βίῳ τὴν ταραχήν, καὶ τοὺς μὲν χρηστοὺς αὐτῶν ἀμελουμένους, ἐν πενίᾳ καὶ νόσοις καὶ δουλείᾳ καταφθειρομένους, παμπονήρους δὲ καὶ μιαροὺς ἀνθρώπους προτιμωμένους καὶ ὑπερπλουτοῦντας καὶ ἐπιτάττοντας τοῖς κρείττοσι, καὶ τοὺς μὲν ἱεροσύλους οὐ κολαζομένους ἀλλὰ διαλανθάνοντας, ἀνασκολοπιζομένους δὲ καὶ τυμπανιζομένους ἐνίοτε τοὺς οὐδὲν ἀδικοῦντας;
実際、人生におけるこれほどの混乱を目にするとき、彼らに一体何を信じるよう要求できるというのか。 善い人々は顧みられず、貧困、病気、隷属の中で滅んでいく一方で、極悪非道で汚らわしい人間たちが優遇され、過分な富を得て、より優れた者たちに命令を下している。 さらに、神殿荒らしが処罰されることもなく見過ごされる一方で、何の罪もない人々が、時には磔にされたり、打ち据えられたりして処刑されているというのに。