§17Ζεύς
ἦν δὲ ἄρα περὶ ἡμῶν ὁ πᾶς λόγος αὐτοῖς·
Zeus: And indeed, their whole debate was about us.
ὁ μὲν γὰρ κατάρατος Δᾶμις οὔτε προνοεῖν ἡμᾶς ἔφασκε τῶν ἀνθρώπων οὔτʼ ἐπισκοπεῖν τὰ γινόμενα παρʼ αὐτοῖς, οὐδὲν ἄλλο ἢ μηδὲ ὅλως ἡμᾶς εἶναι λέγων· τοῦτο γὰρ αὐτῷ δηλαδὴ ὁ λόγος ἐδύνατο·
For that accursed Damis asserted that we neither care for men nor oversee what happens among them, saying nothing other than that we do not exist at all; for this is clearly what his argument amounted to.
καὶ ἦσάν τινες οἳ ἐπῄνουν αὐτόν.
And there were some who praised him.
ὁ δʼ ἕτερος τὰ ἡμέτερα ὁ Τιμοκλῆς ἐφρόνει καὶ ὑπερεμάχει καὶ ἠγανάκτει καὶ πάντα τρόπον συνηγωνίζετο τὴν ἐπιμέλειαν ἡμῶν ἐπαινῶν καὶ διεξιὼν ὡς ἐν κόσμῳ καὶ τάξει τῇ προσηκούσῃ ἐξηγούμεθα καὶ διατάττομεν ἕκαστα· καὶ εἶχε μέν τινας καὶ αὐτὸς τοὺς ἐπαινοῦντας.
But the other, our champion Timocles, took our side, fought for us, was indignant, and in every way contended along with us, praising our care and explaining how we guide and arrange each thing in fit order and arrangement; and he too had some who praised him.
πλὴν ἐκεκμήκει γὰρ ἤδη καὶ πονήρως ἐφώνει καὶ τὸ πλῆθος εἰς τὸν Δᾶμιν ἀπέβλεπε —, συνεὶς δὲ ἐγὼ τὸ κινδύνευμα τὴν νύκτα ἐκέλευσα περιχυθεῖσαν διαλῦσαι τὴν συνουσίαν.
However—for he was already exhausted and spoke with difficulty, and the multitude was looking towards Damis—I, perceiving the danger, commanded night to pour around and dissolve the gathering.
ἀπῆλθον οὖν εἰς τὴν ὑστεραίαν συνθέμενοι εἰς τέλος ἐπεξελεύσεσθαι τὸ σκέμμα, κἀγὼ παρομαρτῶν τοῖς πολλοῖς ἐπήκουον μεταξὺ ἀπιόντων οἴκαδε παρʼ αὑτοὺς ἐπαινούντων τὰ τοῦ Δάμιδος καὶ ἤδη παρὰ πολὺ αἱρουμένων τὰ ἐκείνου· ἦσαν δὲ καὶ οἱ μὴ ἀξιοῦντες προκατεγνωκέναι τῶν ἐναντίων ἀλλὰ περιμένειν εἴ τι καὶ ὁ Τιμοκλῆς αὔριον ἐρεῖ.
They departed, therefore, having agreed to pursue the inquiry to the end on the following day; and I, following along with the crowd, listened to them as they went home to their own places, praising the views of Damis and already by far choosing his side; though there were also some who thought it not right to condemn the opponents beforehand, but to wait and see what Timocles too would say tomorrow.
§18Ζεύς
ταῦτʼ ἔστιν ἐφʼ οἷς ὑμᾶς συνεκάλεσα, οὐ μικρά, ὦ θεοί, εἰ λογιεῖσθε ὡς ἡ πᾶσα μὲν ἡμῖν τιμὴ καὶ δόξα καὶ πρόσοδος οἱ ἄνθρωποί εἰσιν·
Zeus: These are the matters for which I have called you together, no small matters, O gods, if you consider that all our honour, glory, and revenue come from men.
εἰ δʼ οὗτοι πεισθεῖεν ἢ μηδὲ ὅλως θεοὺς εἶναι ἢ ὄντας ἀπρονοήτους εἶναι σφῶν αὐτῶν, ἄθυτα καὶ ἀγέραστα καὶ ἀτίμητα ἡμῖν ἔσται τὰ ἐκ γῆς καὶ μάτην ἐν οὐρανῷ καθεδούμεθα λιμῷ ἐχόμενοι, ἑορτῶν ἐκείνων καὶ πανηγύρεων καὶ ἀγώνων καὶ θυσιῶν καὶ παννυχίδων καὶ πομπῶν στερούμενοι.
If they should be persuaded either that there are no gods at all, or that, if there are, they are unconcerned with them, then what comes to us from the earth will be without sacrifice, without honour, and without tribute, and we shall sit in vain in heaven, gripped by hunger, deprived of those festivals, assemblies, games, sacrifices, night-vigils, and processions.
ὡς οὖν ὑπὲρ τηλικούτων φημὶ δεῖν ἅπαντας ἐπινοεῖν τι σωτήριον τοῖς παροῦσι καὶ ἀφʼ ὅτου κρατήσει μὲν ὁ Τιμοκλῆς καὶ δόξει ἀληθέστερα λέγειν, ὁ Δᾶμις δὲ καταγελασθήσεται πρὸς τῶν ἀκουόντων· ὡς ἔγωγε οὐ πάνυ τῷ Τιμοκλεῖ πέποιθα ὡς κρατήσει καθʼ ἑαυτόν, ἢν μὴ καὶ τὰ παρʼ ἡμῶν αὐτῷ προσγένηται.
Since, therefore, it is for matters of such magnitude, I say that all must devise some salvation for the present circumstances, and some means by which Timocles may prevail and seem to speak more truly, while Damis may be laughed at by his hearers; for I, at least, have no great confidence that Timocles will prevail by himself, unless our assistance is added to him.
κήρυττε οὖν, ὦ Ἑρμῆ, τὸ κήρυγμα τὸ ἐκ τοῦ νόμου, ὡς ἀνιστάμενοι συμβουλεύοιεν.
Proclaim, therefore, Hermes, the customary proclamation, so that they may rise and give counsel.
§19Ἑρμῆς
ἄκουε, σίγα, μὴ τάραττε·
Hermes: Hear, keep silence, do not make a disturbance!
τίς ἀγορεύειν βούλεται τῶν τελείων θεῶν, οἷς ἔξεστι;
Who of the full-fledged gods, who are permitted, wishes to speak?
τί τοῦτο;
What is this?
οὐδεὶς ἀνίσταται, ἀλλʼ ἡσυχάζετε πρὸς τὸ μέγεθος τῶν ἠγγελμένων ἐκπεπληγμένοι;
Does no one rise, but are you keeping quiet, struck dumb by the magnitude of what has been announced?
Μῶμος
ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε· ἐγὼ δέ, εἴ γέ μοι μετὰ παρρησίας λέγειν δοθείη, πολλὰ ἄν, ὦ Ζεῦ, ἔχοιμι εἰπεῖν.
Momus: But "may you all turn to water and earth!" As for me, O Zeus, if I should be granted to speak with frankness, I should have many things to say.
Ζεύς
λέγε, ὦ Μῶμε, πάνυ θαρρῶν· δῆλος γὰρ εἶ ἐπὶ τῷ συμφέροντι παρρησιασόμενος.
Zeus: Speak, Momus, with full confidence; for it is clear that you will speak frankly for our common benefit.
Μῶμος
οὐκοῦν ἀκούετε, ὦ θεοί, τά γε ἀπὸ καρδίας, φασίν·
Momus: Hear then, O gods, what comes "from the heart," as they say.
ἐγὼ γὰρ καὶ πάνυ προσεδόκων ἐς τόδε ἀμηχανίας περιστήσεσθαι τὰ ἡμέτερα καὶ πολλοὺς τοιούτους ἀναφύσεσθαι ἡμῖν σοφιστάς, παρʼ ἡμῶν αὐτῶν τὴν αἰτίαν τῆς τόλμης λαμβάνοντας·
For I indeed fully expected that our affairs would come to this point of helplessness, and that many such sophists would spring up against us, taking the cause of their daring from ourselves.
καὶ μὰ τὴν Θέμιν οὔτε τῷ Ἐπικούρῳ ἄξιον ὀργίζεσθαι οὔτε τοῖς ὁμιληταῖς αὐτοῦ καὶ διαδόχοις τῶν λόγων, εἰ τοιαῦτα περὶ ἡμῶν ὑπειλήφασιν.
And by Themis, it is not right to be angry with Epicurus, nor with his associates and the successors of his doctrines, if they have conceived such opinions about us.
ἢ τί γὰρ αὐτοὺς ἀξιώσειέ τις ἂν φρονεῖν, ὁπόταν ὁρῶσι τοσαύτην ἐν τῷ βίῳ τὴν ταραχήν, καὶ τοὺς μὲν χρηστοὺς αὐτῶν ἀμελουμένους, ἐν πενίᾳ καὶ νόσοις καὶ δουλείᾳ καταφθειρομένους, παμπονήρους δὲ καὶ μιαροὺς ἀνθρώπους προτιμωμένους καὶ ὑπερπλουτοῦντας καὶ ἐπιτάττοντας τοῖς κρείττοσι, καὶ τοὺς μὲν ἱεροσύλους οὐ κολαζομένους ἀλλὰ διαλανθάνοντας, ἀνασκολοπιζομένους δὲ καὶ τυμπανιζομένους ἐνίοτε τοὺς οὐδὲν ἀδικοῦντας;
For what indeed would anyone expect them to think, when they see such great confusion in life, and the good among them neglected, perishing in poverty, diseases, and slavery, while utterly wicked and abominable men are preferred, being exceedingly wealthy and dictating to their betters, and temple-robbers not being punished but escaping detection, while those who do no wrong are sometimes impaled and beaten to death?