§20Μῶμος
εἰκότως τοίνυν ταῦτα ὁρῶντες οὕτω διανοοῦνται περὶ ἡμῶν ὡς οὐδὲν ὅλως ὄντων, καὶ μάλιστα ὅταν ἀκούωσι τῶν χρησμῶν λεγόντων, ὡς διαβάς τις τὸν Ἅλυν μεγάλην ἀρχὴν καταλύσει, οὐ μέντοι δηλούντων, εἴτε τὴν αὑτοῦ εἴτε τὴν τῶν πολεμίων·
Μῶμος したがって、これらを目にしている彼らが、我々を全く存在しないかのように考えるのも当然なのだ。 特に、神託が「ハリュス川を渡れば、ある者は大帝国を滅ぼすであろう」と言っているのを聞くときはなおさらだ。 その神託は、それが彼自身の帝国なのか、それとも敵の帝国なのかを明らかにしていないというのに。
καὶ πάλιν
"ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν.
また、次のようなものもある。 「おお、聖なるサラミスよ、汝は女たちの子供らを滅ぼすであろう。
"
καὶ Πέρσαι γάρ, οἶμαι, καὶ Ἕλληνες γυναικῶν τέκνα ἦσαν.
」というのも、思うに、ペルシア人もギリシア人も女たちの子供であったからだ。
ὅταν μὲν γὰρ τῶν ῥαψῳδῶν ἀκούωσιν, ὅτι καὶ ἐρῶμεν καὶ τιτρωσκόμεθα καὶ δεσμούμεθα καὶ δουλεύομεν καὶ στασιάζομεν καὶ μυρία ὅσα πράγματα ἔχομεν, καὶ ταῦτα μακάριοι καὶ ἄφθαρτοι ἀξιοῦντες εἶναι, τί ἄλλο ἢ δικαίως καταγελῶσι καὶ ἐν οὐδενὶ λόγῳ τίθενται τὰ ἡμέτερα;
また彼らが吟遊詩人たちから、我々が愛し、傷つき、縛られ、奴隷となり、争い、その上ほかにも無数の問題を抱えていること、しかも我々自身は祝福され不滅の存在であると自負しているのに、そうした醜態を晒していることを聞くとき、彼らが当然のこととして我々を嘲笑し、我々の事柄を全く考慮に入れないのも、当然ではないか。
ἡμεῖς δὲ ἀγανακτοῦμεν, εἴ τινες ἄνθρωποι ὄντες οὐ πάνυ ἀνόητοι διελέγχουσι ταῦτα καὶ τὴν πρόνοιαν ἡμῶν παρωθοῦνται, δέον ἀγαπᾶν εἴ τινες ἡμῖν ἔτι θύουσι τοιαῦτα ἐξαμαρτάνουσιν.
それなのに我々は、人間でありながら全く愚かではない人々がこれらを論破し、我々の配慮を退けているのを見て憤慨している。 これほど多くの過ちを犯している我々に対して、未だに犠牲を捧げてくれている人々がいることを、むしろありがたく思うべきなのに。
§21Μῶμος
καί μοι ἐνταῦθα, ὦ Ζεῦ — μόνοι γάρ ἐσμεν καὶ οὐδεὶς ἄνθρωπος πάρεστι τῷ συλλόγῳ ἔξω Ἡρακλέους καὶ Διονύσου καὶ Γανυμήδους καὶ Ἀσκληπιοῦ, τῶν παρεγγράπτων τούτων — ἀπόκριναι μετʼ ἀληθείας, εἴ ποτέ σοι ἐμέλησεν ἐς τοσοῦτον τῶν ἐν τῇ γῇ, ὡς ἐξετάσαι οἵτινες αὐτῶν οἱ φαῦλοι ἢ οἵτινες οἱ χρηστοί εἰσιν·
Μῶμος そしてここで、ゼウスよ、――我々だけしかおらず、不法に登録されたこれらヘラクレス、ディオニュソス、ガニュメデス、アスクレピオスを除いては、この集会に人間は誰もいないからだ。 ――地上にいる者たちのうち、誰が悪人で誰が善人であるかを調べるほどに、彼らのことをこれまでに少しでも心にかけたことがあったか、真実をもって答えてほしい。
ἀλλʼ οὐκ ἂν εἴποις.
いや、言えないだろう。
εἰ γοῦν μὴ ὁ Θησεὺς ἐκ Τροιζῆνος εἰς Ἀθήνας ἰὼν ὁδοῦ πάρεργον ἐξέκοψε τοὺς κακούργους, ὅσον ἐπὶ σοὶ καὶ τῇ σῇ προνοίᾳ οὐδὲν ἂν ἐκώλυεν ζῆν ἐντρυφῶντας ταῖς τῶν ὁδῷ βαδιζόντων σφαγαῖς τὸν Σκείρωνα καὶ Πιτυοκάμπτην καὶ Κερκυόνα καὶ τοὺς ἄλλους·
実際、もしテーセウスがトロイゼーンからアテナイへ行く途中に、ついで仕事としてあの悪党どもを退治していなかったなら、お前やお前の配慮に関する限り、スケイローンやピテュオカンプテース、ケルキュオーンやその他の者たちが、道行く旅人たちの虐殺を貪って生きるのを妨げるものは何一つなかったはずだ。
ἢ εἴ γε μὴ ὁ Εὐρυσθεύς, ἀνὴρ δίκαιος καὶ προνοητικός, ὑπὸ φιλανθρωπίας ἀναπυνθανόμενος τὰ παρʼ ἑκάστοις ἐξέπεμπε τουτονὶ τὸν οἰκέτην αὑτοῦ, ἐργατικὸν ἄνθρωπον καὶ πρόθυμον εἰς τοὺς πόνους, ὦ Ζεῦ, σὺ ὀλίγον ἐφρόντισας ἂν τῆς Ὕδρας καὶ τῶν ἐν Στυμφάλῳ ὀρνέων καὶ ἵππων τῶν Θρᾳκίων καὶ τῆς Κενταύρων ὕβρεως καὶ παροινίας.
あるいは、もし正義感があり先見の明のある男エウリュステウスが、人間愛から各地の状況を調べ、お前の――いや、彼の――この召使い、骨を惜しまず、難行に自ら進んで取り組むこの男を派遣していなかったなら、ゼウスよ、お前はヒュドラやステュムパロスの鳥たち、トラキアの馬たち、ケンタウロスたちの横暴や酔狂な暴挙のことなど、ほとんど気にかけなかったことだろう。
§22Μῶμος
ἀλλʼ εἰ χρὴ τἀληθῆ λέγειν, καθήμεθα τοῦτο μόνον ἐπιτηροῦντες, εἴ τις θύει καὶ κνισᾷ τοὺς βωμούς·
Μῶμος しかし実を言えば、我々は、誰かが犠牲を捧げ、祭壇を脂の煙で満たしているかどうか、それだけを見守って座っているのだ。
τὰ δʼ ἄλλα κατὰ ῥοῦν φέρεται ὡς ἂν τύχῃ ἕκαστον παρασυρόμενα.
それ以外のことは、それぞれが偶然流されるままに、川の流れに従って運ばれていく。
τοιγαροῦν εἰκότα νῦν πάσχομεν καὶ ἔτι πεισόμεθα, ἐπειδὰν κατʼ ὀλίγον οἱ ἄνθρωποι ἀνακύπτοντες εὑρίσκωσιν οὐδὲν ὄφελος αὐτοῖς ὄν, εἰ θύοιεν ἡμῖν καὶ τὰς πομπὰς πέμποιεν.
だからこそ、我々は今、当然の報いを受けているのであり、人間たちが少しずつ頭を上げて、我方に犠牲を捧げたり行列を仕立てたりしても自分たちに何の利益もないことに気づくとき、さらにひどい目に遭うことになるのだ。
εἶτʼ ἐν βραχεῖ ὄψει καταγελῶντας τοὺς Ἐπικούρους καὶ Μητροδώρους καὶ Δάμιδας, κρατουμένους δὲ καὶ ἀποφραττομένους ὑπʼ αὐτῶν τοὺς ἡμετέρους συνηγόρους·
その結果、お前はすぐに、エピクロスやメトロドロスやダミスのごとき者たちが我々を嘲笑し、我々の側の擁護者たちが彼らによって圧倒され、口を封じられるのを見ることになるだろう。
ὥστε ὑμέτερον ἂν εἴη παύειν καὶ ἰᾶσθαι ταῦτα, τῶν καὶ ἐς τόδε αὐτὰ προαγαγόντων.
したがって、事態をここまでこじらせた張本人である諸君こそが、これを阻止し、治療すべきなのだ。
Μώμῳ δὲ οὐ μέγας ὁ κίνδυνος, εἰ ἄτιμος ἔσται·
モモスにとっては、自分が不名誉になったとしても、大した危険ではない。
οὐδὲ γὰρ πάλαι τῶν τιμωμένων ἦν, ὑμῶν ἔτι εὐτυχούντων καὶ τὰς θυσίας καρπουμένων.
というのも、諸君がまだ栄えて犠牲を享受していたかつての時代から、私はもともと敬われるような存在ではなかったのだから。
§23Ζεύς
τοῦτον μέν, ὦ θεοί, ληρεῖν ἐάσωμεν ἀεὶ τραχὺν ὄντα καὶ ἐπιτιμητικόν·
Ζεύς 神々よ、いつも不機嫌で非難ばかりしているこの男の世迷い言は、放っておくことにしよう。
ὡς γὰρ ὁ θαυμαστὸς Δημοσθένης ἔφη, τὸ μὲν ἐγκαλέσαι καὶ μέμψασθαι καὶ ἐπιτιμῆσαι ῥᾴδιον καὶ παντός, τὸ δὲ ὅπως τὰ παρόντα βελτίω γενήσεται συμβουλεῦσαι, τοῦτʼ ἔμφρονος ὡς ἀληθῶς συμβούλου·
かの素晴らしいデモステネスが言ったように、告発し、非難し、咎めることは容易であり誰にでもできることだが、いかにして現在の状況をより良くすべきかを助言することこそが、真に知恵のある助言者の役目なのだから。
ὅπερ οἱ ἄλλοι εὖ οἶδʼ ὅτι ποιήσετε καὶ τούτου σιωπῶντος.
これこそ、この男が黙っていても、他のみんながやってくれることだと私は確信している。
§24Ποσειδῶν
ἐγὼ δὲ τὰ μὲν ἄλλα ὑποβρύχιός εἰμι, ὡς ἴστε, καὶ ἐν βυθῷ πολιτεύομαι κατʼ ἐμαυτόν, εἰς ὅσον ἐμοὶ δυνατὸν σώζων τοὺς πλέοντας καὶ παραπέμπων τὰ πλοῖα καὶ τοὺς ἀνέμους καταμαλάττων·
Ποσειδῶν 私はといえば、ご存知の通り、普段は水面下にいて、海の深みで自分なりに暮らしており、自分にできる限りにおいて、航海する人々を救い、船を送り出し、風を和らげている。
ὅμως δʼ οὖν — μέλει γάρ μοι καὶ τῶν ἐνταῦθα — φημὶ δεῖν τὸν Δᾶμιν τοῦτον ἐκποδὼν ποιήσασθαι, πρὶν ἐπὶ τὴν ἔριν ἥκειν, ἤτοι κεραυνῷ ἤ τινι ἄλλῃ μηχανῇ, μὴ καὶ ὑπέρσχῃ λέγων — φὴς γάρ, ὦ Ζεῦ, πιθανόν τινα εἶναι αὐτόν·
それでもやはり、――ここの状況も気に掛かるので――このダミスという男が議論の場に来る前に、雷か、さもなければ他の何らかの手段によって排除すべきだと私は主張する。 彼が弁舌で我々を圧倒してしまわないように。 ――ゼウスよ、お前は彼がなかなか説得力のある男だと言っていたからな。
ἅμα γὰρ καὶ δείξομεν αὐτοῖς ὡς μετερχόμεθα τοὺς τὰ τοιαῦτα καθʼ ἡμῶν διεξιόντας.
そうすれば同時に、我々に対するそのような暴論を弄する者たちを我々がどのように処罰するかを、人間たちに示すことにもなるのだから。