Humanitext Reader

琉善 · 悲剧演员宙斯 §17-19

宙斯的危机感与莫摩斯对众神的批评

第 5 段,共 14 段 · 希腊语

内容简介

宙斯讲述了前一天目睹的达米斯与蒂莫克勒斯论战的经过以及神明面临的危机,并寻求对策,但众神保持沉默。获得畅所欲言许可的莫摩斯指出,不信神的原因在于神明自身,因为他们放任人间世界的非正义与荒谬蔓延。

§17Ζεύς ἦν δὲ ἄρα περὶ ἡμῶν ὁ πᾶς λόγος αὐτοῖς·
宙斯:原来,他们的整个辩论都是关于我们的。
ὁ μὲν γὰρ κατάρατος Δᾶμις οὔτε προνοεῖν ἡμᾶς ἔφασκε τῶν ἀνθρώπων οὔτʼ ἐπισκοπεῖν τὰ γινόμενα παρʼ αὐτοῖς, οὐδὲν ἄλλο ἢ μηδὲ ὅλως ἡμᾶς εἶναι λέγων· τοῦτο γὰρ αὐτῷ δηλαδὴ ὁ λόγος ἐδύνατο·
因为那个该死的达米斯声称我们既不关怀人类,也不监督他们之间发生的事情,他的话无异于说我们根本不存在;因为显然,这正是他的论证所表达的意思。
καὶ ἦσάν τινες οἳ ἐπῄνουν αὐτόν.
而且有一些人在赞美他。
ὁ δʼ ἕτερος τὰ ἡμέτερα ὁ Τιμοκλῆς ἐφρόνει καὶ ὑπερεμάχει καὶ ἠγανάκτει καὶ πάντα τρόπον συνηγωνίζετο τὴν ἐπιμέλειαν ἡμῶν ἐπαινῶν καὶ διεξιὼν ὡς ἐν κόσμῳ καὶ τάξει τῇ προσηκούσῃ ἐξηγούμεθα καὶ διατάττομεν ἕκαστα·
而另一个支持我们这一方的蒂莫克勒斯则站在我们这边,为我们辩护,感到愤慨,并以各种方式共同战斗,赞美我们的眷顾,并详细阐述我们如何以合宜的秩序和条理引导和安排万事。
καὶ εἶχε μέν τινας καὶ αὐτὸς τοὺς ἐπαινοῦντας.
他自己也有一些赞美他的人。
πλὴν ἐκεκμήκει γὰρ ἤδη καὶ πονήρως ἐφώνει καὶ τὸ πλῆθος εἰς τὸν Δᾶμιν ἀπέβλεπε —, συνεὶς δὲ ἐγὼ τὸ κινδύνευμα τὴν νύκτα ἐκέλευσα περιχυθεῖσαν διαλῦσαι τὴν συνουσίαν.
不过——因为他已经精疲力竭,声音沙哑,而且群众都注视着达米斯——我察觉到了这个危险,便命令黑夜笼罩四周,解散了这次集会。
ἀπῆλθον οὖν εἰς τὴν ὑστεραίαν συνθέμενοι εἰς τέλος ἐπεξελεύσεσθαι τὸ σκέμμα, κἀγὼ παρομαρτῶν τοῖς πολλοῖς ἐπήκουον μεταξὺ ἀπιόντων οἴκαδε παρʼ αὑτοὺς ἐπαινούντων τὰ τοῦ Δάμιδος καὶ ἤδη παρὰ πολὺ αἱρουμένων τὰ ἐκείνου·
于是他们散去了,约定在第二天对这个问题彻底探讨一番。 我也尾随在群众后面,听着他们在回家的路上赞美达米斯的言论,并且显然已经有很大一部分人倒向了达米斯那一边。
ἦσαν δὲ καὶ οἱ μὴ ἀξιοῦντες προκατεγνωκέναι τῶν ἐναντίων ἀλλὰ περιμένειν εἴ τι καὶ ὁ Τιμοκλῆς αὔριον ἐρεῖ.
不过也有人不赞成预先判定对手失败,而是等待着看蒂莫克勒斯明天会说些什么。
§18Ζεύς ταῦτʼ ἔστιν ἐφʼ οἷς ὑμᾶς συνεκάλεσα, οὐ μικρά, ὦ θεοί, εἰ λογιεῖσθε ὡς ἡ πᾶσα μὲν ἡμῖν τιμὴ καὶ δόξα καὶ πρόσοδος οἱ ἄνθρωποί εἰσιν·
宙斯:诸位神明啊,这就是我召集你们来的原因,这绝非小事,如果你们考虑到我们所有的荣誉、荣耀和收入都来自人类的话。
εἰ δʼ οὗτοι πεισθεῖεν ἢ μηδὲ ὅλως θεοὺς εἶναι ἢ ὄντας ἀπρονοήτους εἶναι σφῶν αὐτῶν, ἄθυτα καὶ ἀγέραστα καὶ ἀτίμητα ἡμῖν ἔσται τὰ ἐκ γῆς καὶ μάτην ἐν οὐρανῷ καθεδούμεθα λιμῷ ἐχόμενοι, ἑορτῶν ἐκείνων καὶ πανηγύρεων καὶ ἀγώνων καὶ θυσιῶν καὶ παννυχίδων καὶ πομπῶν στερούμενοι.
如果他们被说服,要么相信根本没有神,要么相信神即便存在也不关怀他们,那么我们在地上的祭祀、恩赏和尊敬都将化为乌有,我们将不得不因饥饿而在天庭里徒然枯坐,被剥夺了那些节日、集会、竞技、献祭、彻夜祭和游行。
ὡς οὖν ὑπὲρ τηλικούτων φημὶ δεῖν ἅπαντας ἐπινοεῖν τι σωτήριον τοῖς παροῦσι καὶ ἀφʼ ὅτου κρατήσει μὲν ὁ Τιμοκλῆς καὶ δόξει ἀληθέστερα λέγειν, ὁ Δᾶμις δὲ καταγελασθήσεται πρὸς τῶν ἀκουόντων·
因此,既然是为了如此重大的事情,我认为大家都必须为眼前的局势想出一些拯救的办法,以此让蒂莫克勒斯获胜并显得说得更有道理,而达米斯则被听众们嘲笑。
ὡς ἔγωγε οὐ πάνυ τῷ Τιμοκλεῖ πέποιθα ὡς κρατήσει καθʼ ἑαυτόν, ἢν μὴ καὶ τὰ παρʼ ἡμῶν αὐτῷ προσγένηται.
因为我个人并不十分相信蒂莫克勒斯仅凭自己的力量就能获胜,除非我们对他的援助也能加于其上。
κήρυττε οὖν, ὦ Ἑρμῆ, τὸ κήρυγμα τὸ ἐκ τοῦ νόμου, ὡς ἀνιστάμενοι συμβουλεύοιεν.
因此,赫尔墨斯啊,根据法律进行宣告,让他们起立并提供建议。
§19Ἑρμῆς ἄκουε, σίγα, μὴ τάραττε·
赫尔墨斯:听着,保持安静,不要骚动!
τίς ἀγορεύειν βούλεται τῶν τελείων θεῶν, οἷς ἔξεστι;
在有资格的成年神明中,谁想要发言?
τί τοῦτο;
这是怎么回事?
οὐδεὶς ἀνίσταται, ἀλλʼ ἡσυχάζετε πρὸς τὸ μέγεθος τῶν ἠγγελμένων ἐκπεπληγμένοι;
没有人站起来,难道你们都被这宣告的事情之重大震惊得保持沉默了吗?
Μῶμος ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε·
莫摩斯:然而,“愿你们大家都化为水和土”吧!
ἐγὼ δέ, εἴ γέ μοι μετὰ παρρησίας λέγειν δοθείη, πολλὰ ἄν, ὦ Ζεῦ, ἔχοιμι εἰπεῖν.
至于我,宙斯啊,如果我被允许畅所欲言,我将会有很多话要说。
Ζεύς λέγε, ὦ Μῶμε, πάνυ θαρρῶν·
宙斯:说吧,莫摩斯,大可放心。
δῆλος γὰρ εἶ ἐπὶ τῷ συμφέροντι παρρησιασόμενος.
因为显然,你畅所欲言是为了我们的共同利益。
Μῶμος οὐκοῦν ἀκούετε, ὦ θεοί, τά γε ἀπὸ καρδίας, φασίν·
莫摩斯:那么听着,诸位神明,正如人们所说,这是“掏心窝子的话”。
ἐγὼ γὰρ καὶ πάνυ προσεδόκων ἐς τόδε ἀμηχανίας περιστήσεσθαι τὰ ἡμέτερα καὶ πολλοὺς τοιούτους ἀναφύσεσθαι ἡμῖν σοφιστάς, παρʼ ἡμῶν αὐτῶν τὴν αἰτίαν τῆς τόλμης λαμβάνοντας·
因为我确实完全预料到我们的境遇会陷入如此无奈的境地,并且会有许多这样的诡辩家针对我们应运而生,而他们大胆挑衅的原因正是从我们自己身上获得的。
καὶ μὰ τὴν Θέμιν οὔτε τῷ Ἐπικούρῳ ἄξιον ὀργίζεσθαι οὔτε τοῖς ὁμιληταῖς αὐτοῦ καὶ διαδόχοις τῶν λόγων, εἰ τοιαῦτα περὶ ἡμῶν ὑπειλήφασιν.
凭忒弥斯起誓,如果他们对我们产生这样的看法,我们既不该对伊壁鸠鲁发怒,也不该对他的门徒以及他学说的继承者发怒。
ἢ τί γὰρ αὐτοὺς ἀξιώσειέ τις ἂν φρονεῖν, ὁπόταν ὁρῶσι τοσαύτην ἐν τῷ βίῳ τὴν ταραχήν, καὶ τοὺς μὲν χρηστοὺς αὐτῶν ἀμελουμένους, ἐν πενίᾳ καὶ νόσοις καὶ δουλείᾳ καταφθειρομένους, παμπονήρους δὲ καὶ μιαροὺς ἀνθρώπους προτιμωμένους καὶ ὑπερπλουτοῦντας καὶ ἐπιτάττοντας τοῖς κρείττοσι, καὶ τοὺς μὲν ἱεροσύλους οὐ κολαζομένους ἀλλὰ διαλανθάνοντας, ἀνασκολοπιζομένους δὲ καὶ τυμπανιζομένους ἐνίοτε τοὺς οὐδὲν ἀδικοῦντας;
因为当他们看到生活中有如此巨大的混乱,他们当中的善良之人被忽视,在贫困、疾病和奴役中消亡,而极恶、肮脏之徒却备受优待、极其富有并对优于他们的人颐指气使,神庙盗贼不仅未受惩罚反而逍遥法外,而毫无过错的人有时却被钉上十字架或用刑具打死,这时,又怎能指望他们有什么样的想法呢?

词汇与语法注释

  1. p.v.2.p.116οὐδὲν ἄλλο ἢ μηδὲ ὅλως ἡμᾶς εἶναι λέγων — 惯用语 οὐδὲν 极 ἄλλο ἤ 意为“无非是”、“等同于”。μηδὲ ὅλως ἡμᾶς εἶναι 是作分词 λέγων 宾语的带代格不定式结构。使用否定词 μή 而非 οὐ,反映了达米斯断言的不信具有普遍性或主观性。
  2. p.v.2.p.116τὴν νύκτα ἐκέλευσα περιχυθεῖσαν διαλῦσαι τὴν συνουσίαν — 分词 περιχυθεῖσαν(περιχέω“倾注、包围”的不定过去时被动分词阴性单数宾格)修饰 τὴν νύκτα。字面意思是“我命令被倾注的黑夜解散这次集会”。这是一种神话式的表达,指宙斯降下夜幕以强制结束争论。
  3. p.v.2.p.118ὡς οὖν ὑπὲρ τηλικούτων φημὶ δεῖν ἅπαντας ἐπινοεῖν — 由连词 ὡς(在此处意为“因此”或“因为”)引导。主动词是 φημί,它带有一对格不定式结构 δεῖν ἅπαντας ἐπινοεῖν(“所有人都有必要想出”)作为宾语。δεῖν 是无人称动词 δεῖ 的不定式。
  4. p.v.2.p.120ἢ τί γὰρ αὐτοὺς ἀξιώσειέ τις ἂν φρονεῖν — 潜在/可能性句式,由 ἄν 加上希求法动词 ἀξιώσειε(ἀξιόω 的不定过去时主动希求法第三人称单数)构成。这是一个反问句:“因为究竟有谁能要求他们去怎么想呢?”

引用这一段

琉善, 悲剧演员宙斯 §17-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:17-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。