Humanitext Reader

ルキアノス · 下界への旅または僭主 §7-10

キュニスコスの乗船とメガペンテスの懇願

3 / 8 箇所 · ギリシア語

要旨

哲学者キュニスコスが冥界の渡し船に乗り込む一方で、僭主メガペンテスは地上への強い執着から、様々な買収工作や言い訳、身代わりの提案によって出発を遅らせようとするが、運命の女神クロトにことごとく拒絶される。

§7Κλωθώ ποῦ δʼ ὁ φιλόσοφος Κυνίσκος, ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα καὶ τὰ ἐκ τῶν καθαρσίων ᾠὰ καὶ πρὸς τούτοις γε σηπίαν ὠμὴν ἀποθανεῖν;
Clotho 「それでは、ヘカテの供え物を食べ、浄めの儀式の卵を食べ、さらに生のコウイカを食べて死ぬはずだった哲学者キュニスコスはどこかしら?
Κυνίσκος πάλαι σοι παρέστηκα, ὦ βελτίστη Κλωθοῖ.
」 Cyniscus 「ずっと前からお前のそばに立っているよ、最善なるクロトよ。
τί δέ με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν χρόνον;
私がいったい何の罪を犯したというので、これほど長い時間地上にとどめておいたのだ?
σχεδὸν γὰρ ὅλον μοι τὸν ἄτρακτον ἐπέκλωσας.
お前は私のために運命の糸車をほとんどすべて紡いでしまった。
καίτοι πολλάκις ἐπειράθην τὸ νῆμα διακόψας ἐλθεῖν, ἀλλʼ οὐκ οἶδʼ ὅπως ἄρρηκτον ἦν.
私は何度も糸を断ち切って来ようと試みたが、どういうわけか切ることはできなかったのだ。
Κλωθώ ἔφορόν σε καὶ ἰατρὸν εἶναι τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀπελίμπανον.
」 Clotho 「人間の過ちの監視者であり治療者であるように、お前を残しておいたのだ。
ἀλλὰ ἔμβαινε ἀγαθῇ τύχῃ.
さあ、幸運とともに乗りなさい。
Κυνίσκος μὰ Δίʼ, ἢν μὴ πρότερόν γε τουτονὶ τὸν δεδεμένον ἐμβιβασώμεθα·
」 Cyniscus 「ゼウスにかけて、まずこの縛られている者を乗せないのであれば乗りはしない。
δέδια γὰρ μή σε παραπείσῃ δεόμενος.
彼が懇願してお前を説き伏せてしまうのではないかと心配なのだ。
§8Κλωθώ φέρʼ ἴδω τίς ἐστι.
」 Clotho 「さあ、彼が誰だか見てみよう。
Κυνίσκος Μεγαπένθης ὁ Λακύδου, τύραννος.
」 Cyniscus 「ラキュデスの子、僭主メガペンテスだ。
Κλωθώ Ἐπίβαινε σύ.
」 Clotho 「お前、乗りなさい。
Μεγαπένθης μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς ὀλίγον ἔασον ἀνελθεῖν.
」 Megapenthes 「とんでもない、主クロトよ、私を少しの間だけ地上へ戻らせてください。
εἶτά σοι αὐτόματος ἥξω καλοῦντος μηδενός.
そうすれば、誰に呼ばれずとも、自らあなたのもとに参ります。
Κλωθώ τί δὲ ἔστιν οὗ χάριν ἀφικέσθαι θέλεις;
」 Clotho 「お前が戻りたがっているのは何の目的のためだ?
Μεγαπένθης τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον ἐπίτρεψον·
」 Megapenthes 「まず私の家を完成させることを私にお許しください。
ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται.
私の館は未完成のまま残されているのです。
Κλωθώ ληρεῖς·
」 Clotho 「くだらない。
ἀλλὰ ἔμβαινε.
さあ、乗りなさい。
Μεγαπένθης οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ·
」 Megapenthes 「モイラよ、長い時間を求めているのではありません。
μίαν με ἔασον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν εἶχον θησαυρὸν κατορωρυγμένον.
この一日だけ私を留まらせてください、私が妻に、どこに莫大な財宝を埋めて隠してあるかについて、何か指示を与えるまで。
Κλωθώ Ἄραρεν·
」 Clotho 「決定されたことだ。
οὐκ ἂν τύχοις.
お前はそれを手に入れられない。
Μεγαπένθης ἀπολεῖται οὖν χρυσὸς τοσοῦτος;
」 Megapenthes 「では、これほど多くの金が失われてしまうのですか?
Κλωθώ οὐκ ἀπολεῖται.
」 Clotho 「失われはしない。
θάρρει τούτου γε ἕνεκα·
そのことについては安心しなさい。
Μεγακλῆς γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται.
お前のいとこのメガクレスがそれを受け取るからだ。
Μεγαπένθης ὢ τῆς ὕβρεως.
」 Megapenthes 「おお、なんという屈辱だ!
ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας ἔγωγε οὐ προαπέκτεινα;
私が怠慢のゆえに、あらかじめ殺しておかなかったあの仇敵が?
Κλωθώ ἐκεῖνος αὐτός·
」 Clotho 「まさにその男だ。
καὶ ἐπιβιώσεταί σοι ἔτη τετταράκοντα καὶ μικρόν τι πρός, τὰς παλλακίδας καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παραλαβών.
そして彼は、お前の愛妾たちとお前の衣服とお前のすべての金を受け取り、お前の死後40年とそれより少し長く生き長らえるだろう。
Μεγαπένθης ἀδικεῖς, ὦ Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις διανέμουσα.
」 Megapenthes 「あなたは不義を行っている、クロトよ、私のものを私の最大の敵に分配するとは。
Κλωθώ σὺ γὰρ οὐχὶ Κυδιμάχου αὐτὰ ὄντα, ὦ γενναιότατε, παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας;
」 Clotho 「お前とて、それらがキュディマコスの所有物であったのを、彼を殺し、まだ息のある子供たちをその上で虐殺して、奪い取ったのではないか、高貴なお方よ?
Μεγαπένθης ἀλλὰ νῦν ἐμὰ ἦν.
」 Megapenthes 「しかし今やそれは私のものだった。
Κλωθώ οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεως.
」 Clotho 「それなら、お前の所有の期間はすでに満了したのだ。
§9Μεγαπένθης ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκούοντος εἰπεῖν βούλομαι·
」 Megapenthes 「聞きなさい、クロトよ、誰も聞いていないところであなたに個人的に話したいことがある。
ὑμεῖς δὲ ἀπόστητε πρὸς ὀλίγον.
お前たちは少し離れていろ。
ἄν με ἀφῇς ἀποδρᾶναι, χίλιά σοι τάλαντα χρυσίου ἐπισήμου δώσειν ὑπισχνοῦμαι τήμερον.
もし私を逃がしてくれるなら、今日、刻印のある金千タラントンをあなたに与えることを約束します。
Κλωθώ ἔτι γὰρ χρυσόν, ὦ γελοῖε, καὶ τάλαντα διὰ μνήμης ἔχεις;
」 Clotho 「おかしな奴だ、お前はまだ金やタラントンを記憶に留めているのか?
Μεγαπένθης καὶ τοὺς δύο δὲ κρατῆρας, εἰ βούλει, προσθήσω οὓς ἔλαβον ἀποκτείνας Κλεόκριτον, ἕλκοντας ἑκάτερον χρυσοῦ ἀπέφθου τάλαντα ἑκατόν.
」 Megapenthes 「もしお望みなら、クレオクリトスを殺して奪った二つのクラーテールも加えましょう。
Κλωθώ ἕλκετε αὐτόν·
それぞれ精錬された金100タラントンの重さがあるものです。
ἔοικε γὰρ οὐκ ἐπεμβήσεσθαι ἡμῖν ἑκών.
」 Clotho 「彼を引きずりなさい。
Μεγαπένθης μαρτύρομαι ὑμᾶς, ἀτελὲς μένει τὸ τεῖχος καὶ τὰ νεώρια·
自ら進んで我々の船に乗るつもりはなさそうだ。
ἐξετέλεσα γὰρ ἂν αὐτὰ ἐπιβιοὺς πέντε μόνας ἡμέρας.
」 Megapenthes 「あなた方に訴える、城壁も造船所も未完成のままだ。
Κλωθώ Ἀμέλησον·
あとたった5日生き長らえれば、私はそれらを完成させただろうに。
ἄλλος τειχιεῖ.
」 Clotho 「気にするな。
Μεγαπένθης καὶ μὴν τοῦτό γε πάντως εὔγνωμον αἰτῶ.
他の者が城壁を築だろう。
Κλωθώ τὸ ποῖον;
」 Megapenthes 「だが、これだけは絶対に道理にかなった要求としてお願いします。
Μεγαπένθης εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι Πισίδας καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον.
」 Clotho 「どのようなことだ?
Κλωθώ οὗτος, οὐκέτι μίαν ἡμέραν ταύτην αἰτεῖς, ἀλλὰ σχεδὸν εἴκοσιν ἐτῶν διατριβήν.
」 Megapenthes 「ピシディア人たちを服従させ、リュディア人たちに貢納を課し、自分自身のために極めて巨大な記念碑を建てて、私が生涯に成し遂げた偉大で将帥にふさわしい数々の業績をそこに刻むまでの間、生き長らえることです。
§10Μεγαπένθης καὶ μὴν ἐγγυητὰς ὑμῖν ἕτοιμος παρασχέσθαι τοῦ τάχους καὶ τῆς ἐπανόδου.
」 Clotho 「おい、お前はもはやあの一日を求めているのではなく、ほぼ20年もの引き延ばしを求めているのだ。
εἰ βούλεσθε δέ, καὶ ἄντανδρον ὑμῖν ἀντʼ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν.
」 Megapenthes 「それなら、速やかさに、また戻ってくることの保証人を提供する用意があります。
Κλωθώ ὦ μιαρέ, ὃν ηὔχου πολλάκις ὑπὲρ γῆς καταλιπεῖν;
もし望まれるなら、私の身代わりに愛する者を人質として引き渡しましょう。
Μεγαπένθης πάλαι ταῦτα ηὐχόμην·
」 Clotho 「ああ、卑劣な奴め。
νυνὶ δὲ ὁρῶ τὸ βέλτιον.
お前が地上に残すことをしばしば願っていたあの者のことか?
Κλωθώ ἥξει κἀκεῖνός σοι μετʼ ὀλίγον ὑπὸ τοῦ νεωστὶ βασιλεύοντος ἀνῃρημένος.
」 Megapenthes 「以前はそう願っていました。 しかし今や、より良い選択が何であるか分かります。 」 Clotho 「その男も、新しく王となった者によって殺されて、間もなくお前のもとに来るだろう。 」

語釈・文法注

  1. §7ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα — 非人称動詞 ἔδει に導かれる「対格+不定詞」構文であり、対格の関係代名詞 ὃν が主節の先行詞(Κύνίσκος)を指し、不定詞は末尾の ἀποθανεῖν である。アオリスト分詞 φαγόντα は対格 ὃν に性・数・格が一致し、主格ではなく対格をとる。
  2. §7τί δέ με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν χρόνον; — 動詞 εἴας(ἐάω の未完了過去2人称単数形)は「対格+副詞的表現(ここでは ἄνω τὸν χρόνον)」を補語に取る。分詞 ἀδικήσαντα(ἀδικέω のアオリスト分詞)は対格の代名詞 με に係り、反語的(何の罪を犯したからといって)または譲歩的(何も悪いことをしていないのに)に解釈される。
  3. §8ἐπιβιώσεταί σοι — 動詞 ἐπιβιόω(〜より長生きする、後に生きる)に続く与格 σοι(二人称単数個人代名詞)は、時間的な超越あるいは関係の与格として機能しており、「お前が死んだ後にお前を越えて生きる」ことを表す。
  4. §10ἄντανδρον ὑμῖν ἀντʼ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν — 形容詞 ἄντανδρος(身代わりの男、人質)は、文脈上名詞的に用いられており、文末の τὸν ἀγαπητόν(愛する者、すなわち彼の息子)と同格、あるいはその目的格補語として機能している。

この箇所を引用する

ルキアノス, 下界への旅または僭主 §7-10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:7-10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。