- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:7-10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
哲学者キュニスコスが冥界の渡し船に乗り込む一方で、僭主メガペンテスは地上への強い執着から、様々な買収工作や言い訳、身代わりの提案によって出発を遅らせようとするが、運命の女神クロトにことごとく拒絶される。
Κλωθώ ποῦ δʼ ὁ φιλόσοφος Κυνίσκος, ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα1 καὶ τὰ ἐκ τῶν καθαρσίων ᾠὰ καὶ πρὸς τούτοις γε σηπίαν ὠμὴν ἀποθανεῖν; Κυνίσκος πάλαι σοι παρέστηκα, ὦ βελτίστη Κλωθοῖ. τί δέ με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν χρόνον;2 σχεδὸν γὰρ ὅλον μοι τὸν ἄτρακτον ἐπέκλωσας. καίτοι πολλάκις ἐπειράθην τὸ νῆμα διακόψας ἐλθεῖν, ἀλλʼ οὐκ οἶδʼ ὅπως ἄρρηκτον ἦν. Κλωθώ ἔφορόν σε καὶ ἰατρὸν εἶναι τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀπελίμπανον. ἀλλὰ ἔμβαινε ἀγαθῇ τύχῃ. Κυνίσκος μὰ Δίʼ, ἢν μὴ πρότερόν γε τουτονὶ τὸν δεδεμένον ἐμβιβασώμεθα· δέδια γὰρ μή σε παραπείσῃ δεόμενος.
クロト「それでは、ヘカテの供え物を食べ、浄めの儀式の卵を食べ、さらに生のコウイカを食べて死ぬはずだった哲学者キュニスコスはどこかしら?」キュニスコス「ずっと前からお前のそばに立っているよ、最善なるクロトよ。私がいったい何の罪を犯したというので、これほど長い時間地上にとどめておいたのだ?お前は私のために運命の糸車をほとんどすべて紡いでしまった。私は何度も糸を断ち切って来ようと試みたが、どういうわけか切ることはできなかったのだ。」クロト「人間の過ちの監視者であり治療者であるように、お前を残しておいたのだ。さあ、幸運とともに乗りなさい。」キュニスコス「ゼウスにかけて、まずこの縛られている者を乗せないのであれば乗りはしない。彼が懇願してお前を説き伏せてしまうのではないかと心配なのだ。」
Κλωθώ φέρʼ ἴδω τίς ἐστι. Κυνίσκος Μεγαπένθης ὁ Λακύδου, τύραννος. Κλωθώ Ἐπίβαινε σύ. Μεγαπένθης μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς ὀλίγον ἔασον ἀνελθεῖν. εἶτά σοι αὐτόματος ἥξω καλοῦντος μηδενός. Κλωθώ τί δὲ ἔστιν οὗ χάριν ἀφικέσθαι θέλεις; Μεγαπένθης τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον ἐπίτρεψον· ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται. Κλωθώ ληρεῖς· ἀλλὰ ἔμβαινε. Μεγαπένθης οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ· μίαν με ἔασον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν εἶχον θησαυρὸν κατορωρυγμένον. Κλωθώ Ἄραρεν· οὐκ ἂν τύχοις. Μεγαπένθης ἀπολεῖται οὖν χρυσὸς τοσοῦτος; Κλωθώ οὐκ ἀπολεῖται. θάρρει τούτου γε ἕνεκα· Μεγακλῆς γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται. Μεγαπένθης ὢ τῆς ὕβρεως. ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας ἔγωγε οὐ προαπέκτεινα; Κλωθώ ἐκεῖνος αὐτός· καὶ ἐπιβιώσεταί σοι3 ἔτη τετταράκοντα καὶ μικρόν τι πρός, τὰς παλλακίδας καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παραλαβών. Μεγαπένθης ἀδικεῖς, ὦ Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις διανέμουσα. Κλωθώ σὺ γὰρ οὐχὶ Κυδιμάχου αὐτὰ ὄντα, ὦ γενναιότατε, παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας; Μεγαπένθης ἀλλὰ νῦν ἐμὰ ἦν. Κλωθώ οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεως.
クロト「さあ、彼が誰だか見てみよう。」キュニスコス「ラキュデスの子、僭主メガペンテスだ。」クロト「お前、乗りなさい。」メガペンテス「とんでもない、主クロトよ、私を少しの間だけ地上へ戻らせてください。そうすれば、誰に呼ばれずとも、自らあなたのもとに参ります。」クロト「お前が戻りたがっているのは何の目的のためだ?」メガペンテス「まず私の家を完成させることを私にお許しください。私の館は未完成のまま残されているのです。」クロト「くだらない。さあ、乗りなさい。」メガペンテス「モイラよ、長い時間を求めているのではありません。この一日だけ私を留まらせてください、私が妻に、どこに莫大な財宝を埋めて隠してあるかについて、何か指示を与えるまで。」クロト「決定されたことだ。お前はそれを手に入れられない。」メガペンテス「では、これほど多くの金が失われてしまうのですか?」クロト「失われはしない。そのことについては安心しなさい。お前のいとこのメガクレスがそれを受け取るからだ。」メガペンテス「おお、なんという屈辱だ!私が怠慢のゆえに、あらかじめ殺しておかなかったあの仇敵が?」クロト「まさにその男だ。そして彼は、お前の愛妾たちとお前の衣服とお前のすべての金を受け取り、お前の死後40年とそれより少し長く生き長らえるだろう。」メガペンテス「あなたは不義を行っている、クロトよ、私のものを私の最大の敵に分配するとは。」クロト「お前とて、それらがキュディマコスの所有物であったのを、彼を殺し、まだ彼に息があるうちに子供たちをその上で虐殺して、奪い取ったのではないか、高貴なお方よ?」メガペンテス「しかし今やそれは私のものだった。」クロト「それなら、お前の所有の期間はすでに満了したのだ。」
Μεγαπένθης ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκούοντος εἰπεῖν βούλομαι· ὑμεῖς δὲ ἀπόστητε πρὸς ὀλίγον. ἄν με ἀφῇς ἀποδρᾶναι, χίλιά σοι τάλαντα χρυσίου ἐπισήμου δώσειν ὑπισχνοῦμαι τήμερον. Κλωθώ ἔτι γὰρ χρυσόν, ὦ γελοῖε, καὶ τάλαντα διὰ μνήμης ἔχεις; Μεγαπένθης καὶ τοὺς δύο δὲ κρατῆρας, εἰ βούλει, προσθήσω οὓς ἔλαβον ἀποκτείνας Κλεόκριτον, ἕλκοντας ἑκάτερον χρυσοῦ ἀπέφθου τάλαντα ἑκατόν. Κλωθώ ἕλκετε αὐτόν· ἔοικε γὰρ οὐκ ἐπεμβήσεσθαι ἡμῖν ἑκών. Μεγαπένθης μαρτύρομαι ὑμᾶς, ἀτελὲς μένει τὸ τεῖχος καὶ τὰ νεώρια· ἐξετέλεσα γὰρ ἂν αὐτὰ ἐπιβιοὺς πέντε μόνας ἡμέρας. Κλωθώ Ἀμέλησον· ἄλλος τειχιεῖ. Μεγαπένθης καὶ μὴν τοῦτό γε πάντως εὔγνωμον αἰτῶ. Κλωθώ τὸ ποῖον; Μεγαπένθης εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι Πισίδας καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον. Κλωθώ οὗτος, οὐκέτι μίαν ἡμέραν ταύτην αἰτεῖς, ἀλλὰ σχεδὸν εἴκοσιν ἐτῶν διατριβήν.
メガペンテス「聞きなさい、クロトよ、誰も聞いていないところであなたに個人的に話したいことがある。お前たちは少し離れていろ。もし私を逃がしてくれるなら、今日、刻印のある金千タラントンをあなたに与えることを約束します。」クロト「おかしな奴だ、お前はまだ金やタラントンを記憶に留めているのか?」メガペンテス「もしお望みなら、クレオクリトスを殺して奪った二つのクラーテールも加えましょう。それぞれ精錬された金100タラントンの重さがあるものです。」クロト「彼を引きずりなさい。自ら進んで我々の船に乗るつもりはなさそうだ。」メガペンテス「あなた方に訴える、城壁も造船所も未完成のままだ。あとたった5日生き長らえれば、私はそれらを完成させただろうに。」クロト「気にするな。他の者が城壁を築くだろう。」メガペンテス「だが、これだけは絶対に道理にかなった要求としてお願いします。」クロト「どのようなことだ?」メガペンテス「ピシディア人たちを服従させ、リュディア人たちに貢納を課し、自分自身のために極めて巨大な記念碑を建てて、私が生涯に成し遂げた偉大で将帥にふさわしい数々の業績をそこに刻むまでの間、生き長らえることです。」クロト「おい、お前はもはやあの一日を求めているのではなく、ほぼ20年もの引き延ばしを求めているのだ。」
Μεγαπένθης καὶ μὴν ἐγγυητὰς ὑμῖν ἕτοιμος παρασχέσθαι τοῦ τάχους καὶ τῆς ἐπανόδου. εἰ βούλεσθε δέ, καὶ ἄντανδρον ὑμῖν ἀντʼ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν.4 Κλωθώ ὦ μιαρέ, ὃν ηὔχου πολλάκις ὑπὲρ γῆς καταλιπεῖν; Μεγαπένθης πάλαι ταῦτα ηὐχόμην· νυνὶ δὲ ὁρῶ τὸ βέλτιον. Κλωθώ ἥξει κἀκεῖνός σοι μετʼ ὀλίγον ὑπὸ τοῦ νεωστὶ βασιλεύοντος ἀνῃρημένος.
メガペンテス「それなら、速やかさに、また戻ってくることの保証人を提供する用意があります。もし望まれるなら、私の身代わりに愛する者を人質として引き渡しましょう。」クロト「ああ、卑劣な奴め。お前が地上に残すことをしばしば願っていたあの者のことか?」メガペンテス「以前はそう願っていました。しかし今や、より良い選択が何であるか分かります。」クロト「その男も、新しく王となった者によって殺されて、間もなくお前のもとに来るだろう。」
- 7ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα
非人称動詞 ἔδει に導かれる「対格+不定詞」構文であり、対格の関係代名詞 ὃν が主節の先行詞(Κυνίσκος)を指し、不定詞は末尾の ἀποθανεῖν である。アオリスト分詞 φαγόντα は対格 ὃν に性・数・格が一致し、主格ではなく対格をとる。
- 7τί δέ με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν χρόνον;
動詞 εἴας(ἐάω の未完了過去2人称単数形)は「対格+副詞的表現(ここでは ἄνω τὸν χρόνον)」を補語に取る。分詞 ἀδικήσαντα(ἀδικέω のアオリスト分詞)は対格の代名詞 με に係り、反語的(何の罪を犯したからといって)または譲歩的(何も悪いことをしていないのに)に解釈される。
- 8ἐπιβιώσεταί σοι
動詞 ἐπιβιόω(〜より長生きする、後に生きる)に続く与格 σοι(二人称単数個人代名詞)は、時間的な超越あるいは関係の与格として機能しており、「お前が死んだ後にお前を越えて生きる」ことを表す。
- 10ἄντανδρον ὑμῖν ἀντʼ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν
形容詞 ἄντανδρος(身代わりの男、人質)は、文脈上名詞的に用いられており、文末の τὸν ἀγαπητόν(愛する者、すなわち彼の息子)と同格、あるいはその目的格補語として機能している。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(37 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 35 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
