Humanitext Reader

ルキアノス · 下界への旅または僭主 §11-13

残された地上の惨状の告知とメガペンテス

4 / 8 箇所 · ギリシア語

要旨

メガペンテスは自分が死んだ後の地上の状況をクロトから聞き、妻や娘、彫像の末路を知って絶望する。さらに、自分の生前の悪行に対する奴隷の復讐劇を聞き、未練を残しつつも冥界の裁判へと引きずられていく。

§11Μεγαπένθης οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι.
メガペンテス「それでは、せめてこれだけは、モイラよ、私に拒まないでください。
Κλωθώ τὸ ποῖον;
」クロト「それはどのようなことだ?
Μεγαπένθης εἰδέναι βούλομαι τὰ μετʼ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον.
」メガペンテス「私の後のことがどうなるのか知りたいのです。
Κλωθώ ἄκουε·
」クロト「聞きなさい。
μᾶλλον γὰρ ἀνιάσῃ μαθών.
知ればかえって苦しむことになるから。
τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν.
妻は奴隷のミダスが手に入れるだろう。 奴は前から彼女と不義を働いていたのだから。
Μεγαπένθης ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον;
」メガペンテス「あの呪わしい奴め。 妻に説得されて、私が自由の身にしてやったあの男がか?
Κλωθώ ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται·
」クロト「また、お前の娘は、今や僭主となっている者の愛妾たちの中に加えられるだろう。
αἱ εἰκόνες δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις.
そして、かつて都市がお前のために建てた肖像画や彫像は、すべて倒されて見物人の物笑いの種になるだろう。
Μεγαπένθης εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει τοῖς δρωμένοις;
」メガペンテス「教えてください、友人のうちで誰一人、行われていることに憤慨しないのですか?
Κλωθώ τίς γὰρ ἦν σοι φίλος;
」クロト「いったい誰がお前の友人だったというのだ?
ἢ ἐκ τίνος αἰτίας γενόμενος;
あるいはどういう理由で友人になったのだ?
ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες;
額づいていた者たちも、お前の言動をいちいち称賛していた者たちも、みな恐れか、あるいは下心からそうしていたのであって、支配権の友人であり、時勢をうかがっていたにすぎないということをお前は知らないのか?
Μεγαπένθης καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι·
」メガペンテス「しかし彼らは宴会で献酒をしながら、大声で私のために多くの幸福を祈り、もし可能なら、それぞれ私より先に死ぬ覚悟があるとまで言っていたのです。
καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ.
要するに、私は彼らにとって誓いの種だったのです。
Κλωθώ τοιγαροῦν παρʼ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες·
」クロト「それゆえにこそ、お前は昨日彼らの一人の家で食事をして死んだのだ。
τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε.
お前に最後に飲むようにと運ばれたあの酒こそが、お前をここに送り届けたのだから。
Μεγαπένθης τοῦτʼ ἄρα πικροῦ τινος ᾐσθόμην·
」メガペンテス「だからこそ、あれほど苦いものを感じたのか。
τί βουλόμενος δὲ ταῦτα ἔπραξε;
それにしても、奴は何を望んでそのようなことをしたのだ?
Κλωθώ πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον.
」クロト「お前はいろいろと問いすぎる。 乗るべき時なのに。
§12Μεγαπένθης ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, διʼ ὅπερ ἐπόθουν κἂν πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν.
」メガペンテス「クロトよ、ある一つのことが最も私をいらだたせます。 そのためにこそ、私はほんの少しの間でも再び光の世界に頭を出したいと切望していたのです。
Κλωθώ τί δὲ τοῦτό ἐστιν;
」クロト「それは何だ?
ἔοικε γάρ τι παμμέγεθες εἶναι.
極めて重大なことのようだが。
Μεγαπένθης Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης — οὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ με — Γλυκέριον τὴν παλλάκιδα μου — καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν — παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος·
」メガペンテス「私の召使のカリオンは、私が死んだのを見るやいなや、夕暮れ遅くに私が横たわっていた部屋にやって来ました。 誰も私を見張っておらず、手隙だったからです。 そして、私の愛妾のグリュケリオンを引き入れ――奴らは前から関係があったのだと思いますが――扉を引き閉めると、まるで部屋の中に誰もいないかのように、彼女と交わったのです。
εἶτʼ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ, σὺ μέντοι, φησίν, ὦ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας·
それから欲情が十分に満たされると、私の方を見下ろして言ったのです。 『おい、お前、この薄汚い奴め、お前は何も悪いことをしていない私に、何度も鞭を浴びせたな』と。
καὶ ταῦθʼ ἅμα λέγων παρέτιλλέ τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί, εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι, ἐπειπὼν ᾤχετο·
こう言いながら、奴は私の髪を引き抜き、頬を殴りつけ、最後には痰をカッと吐いて私に唾をかけ、『不信心者の場所へ行っちまえ』と言い捨てて立ち去りました。
ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν.
私は怒りに燃えましたが、すでに干からびて冷たくなっていたため、奴にどうすることもできませんでした。
καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπʼ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο.
そしてあの憎らしい小娘も、誰かが近づいてくる物音が聞こえると、私のために泣いたかのように見せるため、唾液を両目に塗りつけ、泣きわめきながら私の名前を呼んで立ち去ったのです。
ὧν εἰ λαβοίμην — §13Κλωθώ παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι·
もし彼らを捕まえることができたら――」クロト「脅すのはやめて、さあ乗りなさい。
καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον.
もうお前が法廷に出頭する時間だ。
Μεγαπένθης καὶ τίς ἀξιώσει κατʼ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν;
」メガペンテス「僭主たる者に対して、誰が投票を下そうというのですか?
Κλωθώ κατὰ τυράννου μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατʼ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην·
」クロト「僭主に対しては誰も下さないが、死者に対してはラダマンテュスが下す。 お前はすぐにも、彼が極めて公正に、それぞれの受けるに値する刑罰を科すのを見るだろう。
τὸ δὲ νῦν ἔχον μὴ διάτριβε.
さあ、今はぐずぐずするな。
Μεγαπένθης κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως·
」メガペンテス「モイラよ、私を庶民に、貧しい者の一人にでもしてください。 かつての王の代わりに奴隷にでも。
ἀναβιῶναί με ἔασον μόνον.
ただもう一度生き返らせてさえくだされば。
Κλωθώ ποῦ ʼστιν ὁ τὸ ξύλον;
」クロト「棍棒を持っている者はどこにいる?
καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατʼ αὐτὸν εἴσω τοῦ ποδός·
そしてヘルメスよ、お前も彼の足を引きずって中へ入れなさい。
οὐ γὰρ ἂν ἐμβαίη ἑκών.
自ら進んで乗ることはないだろうから。
Ἑρμῆς ἕπου νῦν, δραπέτα·
」ヘルメス「さあ来い、逃亡者よ。
δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα, ὅπως ἀσφαλῶς — Χάρων ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται.
渡し守よ、この男を受け取りなさい。 それから、安全に……できるように例のものを……」カロン「心配無用、マストに縛りつけておこう。
Μεγαπένθης καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ.
」メガペンテス「しかし、私は特等席に座るべきです。
Κλωθώ ὅτι τί;
」クロト「なぜだ?
Μεγαπένθης ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους.
」メガペンテス「ゼウスにかけて、私は僭主であり、一万人の護衛兵を従えていたからです。
Κυνίσκος εἶτʼ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα;
」キュニスコス「それでは、これほど愚かなお前の髪を、カリオンが引き抜いたのは当然ではないか?
πικρὰν δʼ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου.
いずれにせよ、棍棒の味を知って、お前は僭主政治の苦い報いを受けることになるだろう。
Μεγαπένθης τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον;
」メガペンテス「キュニスコスめ、私に対して杖を振り上げる勇気があるのか?
οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα;
先日お前があまりにも自由奔放で、無遠慮で、批判的だったからといって、私がもう少しでお前を磔にするところだったのを忘れたのか?
Κυνίσκος τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος.
」キュニスコス「それなら今度は、お前がマストに打ち付けられたまま留まる番だ。 」

語釈・文法注

  1. p.v.2.p.24μᾶλλον γὰρ ἀνιάσῃ μαθών — アオリスト分詞 μαθών は条件(「もし知れば」)あるいは付帯状況を表す。直説法未来二乗単数の ἀνιάσῃ(「あなたは苦しむだろう」)と結びつき、真実を知ることが必然的にさらなる苦痛を招くという因果関係を強めている。
  2. p.v.2.p.24τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν — 不定詞 πιεῖν は、名詞化された中性形容詞 τὸ τελευταῖον(最後のもの、最後の杯)を制限する目的または結果の不定詞、あるいは「飲むための最後のもの」という修飾的用法。あるいは、τὸ τελευταῖον πιεῖν で「最後の飲み物」というひとまとまりの句を形成している。
  3. p.v.2.p.26ὅ τι καὶ δράσαιμι — δράσαιμι は aorist optative。主節の動詞 οὐκ εἶχον が過去時制(未完了過去)であるため、本来の deliberative subjunctive(熟慮の接続法)である δράσω が、過去の主節に伴う oblique optative(斜格の希求法)に変化したもの。
  4. p.v.2.p.28τὸ δὲ νῦν ἔχον — νῦν ἔχον は分詞の中性主格・対格形であり、τὸ δὲ νῦν ἔχον 全体で「現在のところは」「さしあたり」を意味する対格の副詞的慣用法。

この箇所を引用する

ルキアノス, 下界への旅または僭主 §11-13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:11-13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。