Humanitext Reader

琉善 · 下界之旅或僭主 §7-10

库尼斯科斯登船与梅加彭塞斯的哀求

第 3 段,共 8 段 · 希腊语

内容简介

哲学家库尼斯科斯顺利登船,而僭主梅加彭塞斯则因对人世充满执念,试图通过行贿、寻找借口和提供替身来拖延登船,但他的种种要求均被命运女神克罗托严词拒绝。

§7Κλωθώ ποῦ δʼ ὁ φιλόσοφος Κυνίσκος, ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα καὶ τὰ ἐκ τῶν καθαρσίων ᾠὰ καὶ πρὸς τούτοις γε σηπίαν ὠμὴν ἀποθανεῖν;
克罗托 “那么,那位因吃了赫卡忒的晚餐、净化仪式的蛋,此外还吃了生乌贼而注定要死的哲学家库尼斯科斯在哪里?
Κυνίσκος πάλαι σοι παρέστηκα, ὦ βελτίστη Κλωθοῖ.
” 库尼斯科斯 “我早就站在你身边了,最善良的克罗托。
τί δέ με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν χρόνον;
我到底犯了什么错,你竟让我留在上面这么久?
σχεδὸν γὰρ ὅλον μοι τὸν ἄτρακτον ἐπέκλωσας.
因为你几乎把我整根纺锤的线都纺完了。
καίτοι πολλάκις ἐπειράθην τὸ νῆμα διακόψας ἐλθεῖν, ἀλλʼ οὐκ οἶδʼ ὅπως ἄρρηκτον ἦν.
其实我多次试图斩断线头过来,但不知怎么的,它却坚不可摧。
Κλωθώ ἔφορόν σε καὶ ἰατρὸν εἶναι τῶν ἀνθρωπίνων ἁμαρτημάτων ἀπελίμπανον.
” 克罗托 “我留下你,是为了让你做人类罪恶的监督者和医生。
ἀλλὰ ἔμβαινε ἀγαθῇ τύχῃ.
但上船吧,祝你好运。
Κυνίσκος μὰ Δίʼ, ἢν μὴ πρότερόν γε τουτονὶ τὸν δεδεμένον ἐμβιβασώμεθα· δέδια γὰρ μή σε παραπείσῃ δεόμενος.
” 库尼斯科斯 “凭宙斯起誓,除非我们先把这个被绑着的家伙送上船;因为我担心他会通过哀求来劝服你。
§8Κλωθώ φέρʼ ἴδω τίς ἐστι.
” 克罗托 “让我看看他是谁。
Κυνίσκος Μεγαπένθης ὁ Λακύδου, τύραννος.
” 库尼斯科斯 “拉库德斯之子,僭主梅加彭塞斯。
Κλωθώ Ἐπίβαινε σύ.
” 克罗托 “你,上船吧。
Μεγαπένθης μηδαμῶς, ὦ δέσποινα Κλωθοῖ, ἀλλά με πρὸς ὀλίγον ἔασον ἀνελθεῖν. εἶτά σοι αὐτόματος ἥξω καλοῦντος μηδενός.
” 梅加彭塞斯 “万万不可,女主人克罗托,请让我回去一会儿;然后我会在无人召唤的情况下,自觉来到你身边。
Κλωθώ τί δὲ ἔστιν οὗ χάριν ἀφικέσθαι θέλεις;
” 克罗托 “你想要回去的目的是什么?
Μεγαπένθης τὴν οἰκίαν ἐκτελέσαι μοι πρότερον ἐπίτρεψον· ἡμιτελὴς γὰρ ὁ δόμος καταλέλειπται.
” 梅加彭塞斯 “请先允许我完工我的房子;因为那座府邸还处于半完工状态被留在那。
Κλωθώ ληρεῖς· ἀλλὰ ἔμβαινε.
” 克罗托 “胡说八道;上船吧。
Μεγαπένθης οὐ πολὺν χρόνον, ὦ Μοῖρα, αἰτῶ· μίαν με ἔασον μεῖναι τήνδε ἡμέραν, ἄχρι ἄν τι ἐπισκήψω τῇ γυναικὶ περὶ τῶν χρημάτων, ἔνθα τὸν μέγαν εἶχον θησαυρὸν κατορωρυγμένον.
” 梅加彭塞斯 “命运女神啊,我请求的时间并不长;请让我再留这一天,直到我向妻子交代一些关于财产的事情,告诉她我把那笔巨大的财宝埋在了哪里。
Κλωθώ Ἄραρεν· οὐκ ἂν τύχοις.
” 克罗托 “已成定案;你无法得到它。
Μεγαπένθης ἀπολεῖται οὖν χρυσὸς τοσοῦτος;
” 梅加彭塞斯 “那么,这么多黄金就要丢失了吗?
Κλωθώ οὐκ ἀπολεῖται.
” 克罗托 “不会丢失。
θάρρει τούτου γε ἕνεκα· Μεγακλῆς γὰρ αὐτὸν ὁ σὸς ἀνεψιὸς παραλήψεται.
在这件事上你放心吧;因为你的堂兄弟梅加克勒斯会接管它。
Μεγαπένθης ὢ τῆς ὕβρεως.
” 梅加彭塞斯 “哦,真是奇耻大辱!
ὁ ἐχθρός, ὃν ὑπὸ ῥᾳθυμίας ἔγωγε οὐ προαπέκτεινα;
那个因为我的懈怠而没有预先杀掉的仇敌?
Κλωθώ ἐκεῖνος αὐτός· καὶ ἐπιβιώσεταί σοι ἔτη τετταράκοντα καὶ μικρόν τι πρός, τὰς παλλακίδας καὶ τὴν ἐσθῆτα καὶ τὸν χρυσὸν ὅλον σου παραλαβών.
” 克罗托 “正是那个人;他还会比你多活四十年还要多一点,接管你的情妇、衣服以及你所有的黄金。
Μεγαπένθης ἀδικεῖς, ὦ Κλωθοῖ, τἀμὰ τοῖς πολεμιωτάτοις διανέμουσα.
” 梅加彭塞斯 “你太不公道了,克罗托,把我的财产分给我最死对头的人。
Κλωθώ σὺ γὰρ οὐχὶ Κυδιμάχου αὐτὰ ὄντα, ὦ γενναιότατε, παρειλήφεις ἀποκτείνας τε αὐτὸν καὶ τὰ παιδία ἔτι ἐμπνέοντι ἐπισφάξας;
” 克罗托 “高贵的人啊,难道你不是在杀害了库迪马科斯,并在他还有一口气时屠杀了他的孩子们之后,才夺取了原本属于他的这些财产吗?
Μεγαπένθης ἀλλὰ νῦν ἐμὰ ἦν.
” 梅加彭塞斯 “但现在它们是我的了。
Κλωθώ οὐκοῦν ἐξήκει σοι ὁ χρόνος ἤδη τῆς κτήσεως.
” 克罗托 “因此,你占有这些财产的时间已经结束了。
§9Μεγαπένθης ἄκουσον, ὦ Κλωθοῖ, ἅ σοι ἰδίᾳ μηδενὸς ἀκούοντος εἰπεῖν βούλομαι· ὑμεῖς δὲ ἀπόστητε πρὸς ὀλίγον.
” 梅加彭塞斯 “听着,克罗托,我想在没有旁人听见的情况下私下对你说;你们其他人,请退后一点。
ἄν με ἀφῇς ἀποδρᾶναι, χίλιά σοι τάλαντα χρυσίου ἐπισήμου δώσειν ὑπισχνοῦμαι τήμερον.
如果你放我逃走,我保证今天给你一千塔兰特印有标记的黄金。
Κλωθώ ἔτι γὰρ χρυσόν, ὦ γελοῖε, καὶ τάλαντα διὰ μνήμης ἔχεις;
” 克罗托 “你这个可笑的人,难道你脑子里还记着黄金和塔兰特吗?
Μεγαπένθης καὶ τοὺς δύο δὲ κρατῆρας, εἰ βούλει, προσθήσω οὓς ἔλαβον ἀποκτείνας Κλεόκριτον, ἕλκοντας ἑκάτερον χρυσοῦ ἀπέφθου τάλαντα ἑκατόν.
” 梅加彭塞斯 “如果你愿意,我还会加上我杀死克莱奥克里托斯后夺得的那两个大酒瓮,每一个都重达一百塔兰特精炼黄金。
Κλωθώ ἕλκετε αὐτόν· ἔοικε γὰρ οὐκ ἐπεμβήσεσθαι ἡμῖν ἑκών.
” 克罗托 “把他拽过来;因为他似乎不想自愿上船。
Μεγαπένθης μαρτύρομαι ὑμᾶς, ἀτελὲς μένει τὸ τεῖχος καὶ τὰ νεώρια· ἐξετέλεσα γὰρ ἂν αὐτὰ ἐπιβιοὺς πέντε μόνας ἡμέρας.
” 梅加彭塞斯 “我向你们控诉,城墙和造船厂还未完工;如果我能再多活仅仅五天,我就能把它们完工了。
Κλωθώ Ἀμέλησον· ἄλλος τειχιεῖ.
” 克罗托 “别操心了;会有别人来建城墙的。
Μεγαπένθης καὶ μὴν τοῦτό γε πάντως εὔγνωμον αἰτῶ.
” 梅加彭塞斯 “但这确实是一个完全合情合理的请求。
Κλωθώ τὸ ποῖον;
” 克罗托 “什么请求?
Μεγαπένθης εἰς τοσοῦτον ἐπιβιῶναι, μέχρι ἂν ὑπαγάγωμαι Πισίδας καὶ Λυδοῖς ἐπιθῶ τοὺς φόρους καὶ μνῆμα ἑαυτῷ παμμέγεθες ἀναστήσας ἐπιγράψω ὁπόσα ἔπραξα μεγάλα καὶ στρατηγικὰ παρὰ τὸν βίον.
” 梅加彭塞斯 “让我活到征服皮西迪亚人、向吕底亚人征收贡赋,并为自己建立一座宏伟的纪念碑,在上面刻上我一生中所做过的所有伟大而英勇的业绩为止。
Κλωθώ οὗτος, οὐκέτι μίαν ἡμέραν ταύτην αἰτεῖς, ἀλλὰ σχεδὸν εἴκοσιν ἐτῶν διατριβήν.
” 克罗托 “喂,你要求的不再是这一天,而是几乎二十年的耽搁。
§10Μεγαπένθης καὶ μὴν ἐγγυητὰς ὑμῖν ἕτοιμος παρασχέσθαι τοῦ τάχους καὶ τῆς ἐπανόδου.
” 梅加彭塞斯 “然而,我准备好向你们提供关于迅速返回的保证人。
εἰ βούλεσθε δέ, καὶ ἄντανδρον ὑμῖν ἀντʼ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν.
如果你愿意,我还可以把我的爱人作为我的替身交给你。
Κλωθώ ὦ μιαρέ, ὃν ηὔχου πολλάκις ὑπὲρ γῆς καταλιπεῖν;
” 克罗托 “你这卑鄙的家伙,难道他不是你以前经常祈祷留在地上的那个人吗?
Μεγαπένθης πάλαι ταῦτα ηὐχόμην· νυνὶ δὲ ὁρῶ τὸ βέλτιον.
” 梅加彭塞斯 “我以前确实那样祈祷过;但现在我看到了更好的选择。
Κλωθώ ἥξει κἀκεῖνός σοι μετʼ ὀλίγον ὑπὸ τοῦ νεωστὶ βασιλεύοντος ἀνῃρημένος.
” 克罗托 “那个人很快也会被新即位的国王处死,来到你这里。 ”

词汇与语法注释

  1. §7ὃν ἔδει τῆς Ἑκάτης τὸ δεῖπνον φαγόντα — 这是由无人称动词 ἔδει 引导的“宾格加不定式”结构,其中宾格关系代词 ὃν 指代先行词库尼斯科斯,不定式为句末的 ἀποθανεῖν。不定过去时分词 φαγόντα 在性、数、格上与 ὃν 一致,因此使用宾格而非主格。
  2. §7τί δέ με ἀδικήσαντα τοσοῦτον εἴας ἄνω τὸν χρόνον; — 动词 εἴας(ἐάω 的未完成过去时第二人称单数)以宾格(με)和副词性短语(ἄνω τὸν χρόνον)为补足语。分词 ἀδικήσαντα(ἀδικέω 的不定过去时分词)修饰宾格代词 με,具有反问(“因犯了什么罪”)或让步(“尽管没有犯任何罪”)的含义。
  3. §8ἐπιβιώσεταί σοι — 动词 ἐπιβιόω 后接的与格代词 σοι 作为表示时间超越(在……之后生存、长寿)或相对关系的与格,表示“在你死后比你活得更久”。
  4. §10ἄντανδρον ὑμῖν ἀντʼ ἐμαυτοῦ παραδώσω τὸν ἀγαπητόν — 形容词 ἄν满足在此作名词性使用,与句末的 τὸν ἀγαπητόν(“所爱之人”,指其子)呈同格关系,或作为其宾格补足语。

引用这一段

琉善, 下界之旅或僭主 §7-10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg016.humanitext-grc2:7-10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。